Αρχική Blog Σελίδα 4

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Μεγάλη Πέμπτη 17 Ἀπριλίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΕΥΑΓΓΕΛΙΟ ΟΡΘΡΟΥ (ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
22: 1 – 39

Τῷ καιρῷ ἐκείνῳ, ἤγγιζε ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν. Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτόν παραδῷ αὐτοῖς. καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. καὶ δεξάμενος τὸ ποτήριον εὐχαριστήσας εἶπε· Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς· λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης. καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται· ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ὁ δὲ εἶπε· Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· Οὐθενός. εἶπεν οὖν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν. λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει. οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστι. Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ.

ΑΠΟΣΤΟΛΟΣ ΛΕΙΤΟΥΡΓΙΑΣ (ΠΕΜΠΤΗ ΠΡΩΙ)
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
11: 23 – 32

Ἀδελφοί, ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος ᾽Ιησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· λάβετε φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

ΕΥΑΓΓΕΛΙΟ ΛΕΙΤΟΥΡΓΙΑΣ (ΠΕΜΠΤΗ ΠΡΩΙ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
Ματθ. 26: 2 – 20, Ἰω. 13: 3 – 17, Ματθ. 26: 21 – 39, Λουκ. 22: 43 – 44, Ματθ. 26: 40 – 75, 27: 1 – 52

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. 3Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. 5ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. 6Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. 8ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; 9ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. 10γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. 14Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· 15Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. 17Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. 20Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. 3εἰδὼς ὁ δὲ ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. 9λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε. 12Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 14εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. . 21καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; 23ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει. 24ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας. 26Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· Λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· 27καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· 28τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· 31Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. 34ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. 36Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. 37καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. 43ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτὸν. 44καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 40καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ! 41γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 42πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ’ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν. 45τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. 47Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστι· κρατήσατε αὐτόν. 49καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· Χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 50ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ὃ πάρει; τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀποθανοῦνται. 53ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; 54πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι; 55Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. 56τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. 57Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59οἱ δὲ ἀρχιερεῖς οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτὸν, 60καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες 61εἶπον· Οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτὸν. 62καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. 64λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· 66τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστί. 67Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν 68λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; 69Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72καὶ πάλιν ἠρνήσατο μεθ’ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. 74τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. 75καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. 1Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. 5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Πρόγραμμα ακολουθιών Διακαινησίμου Εβδομάδος (2025) του Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου

Η Ανάστασις του Χριστού, 1192/3, Ιερά Μονή Παναγία του Άρακα, Λαγουδερά
 
Για αποθήκευση ή εκτύπωση του προγράμματος πατήστε εδώ.

Μεγάλη Πέμπτη: Ο Μυστικός Δείπνος

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ’ ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν

Εἰς τὸν Ἱερὸν Νιπτήρα
Νίπτει Μαθητῶν ἑσπέρας Θεὸς πόδας,
Οὗ ποῦς πατῶν ἦν εἰς Ἐδὲμ δείλης πάλαι.

Εἰς τὸν Μυστικον Δεῖπνον
Διπλοῦς ὁ Δεῖπνος· Πάσχα γὰρ νόμου φέρει,
Καὶ Πάσχα καινόν, Αἷμα. Σῶμα Δεσπότου.

Εἰς τὴν ὑπερφυᾶ Προσευχὴν
Προσεύχῃ· καὶ φόβητρα, θρόμβοι αἱμάτων,
Χριστέ, προσώπου, παραιτούμενος δῆθεν
Θάνατον, ἐχθρὸν ἐν τούτοις φενακίζων.

Εἰς τὴν Προδοσίαν
Τί δεῖ μαχαιρῶν, τί ξύλων λαοπλάνοι,
Πρὸς τὸ θανεῖν πρόθυμον εἰς Κόσμου λύτρον.

Ομιλία στην Μεγάλη Πέμπτη. Αρχιμανδρίτης Γεώργιος Καψάνης (†)

Κατά την σημερινή ημέρα η Εκκλησία μας «ποιείται ανάμνησιν» του Μυστικού Δείπνου του Κυρίου, κατά τον οποίο έγινε και η παράδοση από τον Κύριο των φρικτών μυστηρίων της Θείας Ευχαριστίας, του Σώματος και του Αίματός Του, και εκπληρώθηκαν οι λόγοι Του: «λάβετε φάγετε· τούτο εστί το σώμα μου» και «πίετε εξ αυτού πάντες· τούτο γαρ εστί το αίμα μου το της καινής διαθήκης, το περί πολλών εκχυνόμενον εις άφεσιν αμαρτιών» (Ματθ. 26:26-28).

Έτσι ο Κύριος άφησε στην ανθρωπότητα αενάως βλύζουσα πηγή θεώσεως των ανθρώπων, συγχωρήσεως και αφέσεως των αμαρτιών τους και ζωοποιήσεώς τους, το πανάγιο Σώμα Του και το Αίμα Του. Χωρίς αυτά δεν θα υπήρχε η Εκκλησία. Επειδή υπάρχει το Σώμα και το Αίμα του Χριστού, υπάρχει η Εκκλησία. Γι’ αυτό σήμερα δεν εορτάζουμε μόνο την γενέθλια ημέρα του μυστηρίου της Θείας Ευχαριστίας, αλλά τρόπον τινά και την γενέθλια ημέρα της Εκκλησίας. Μεγάλη η εορτή! Μεγάλη η δωρεά!

Υπάρχει όμως και μία θλιβερή εξαίρεση. Ο Ιούδας δεν κάθισε μέχρι να τελειώσει το μυστήριο της Ευχαριστίας, αλλά έφυγε, διότι μελετούσε την προδοσία. Στην συνέχεια μεταμελήθηκε γι’ αυτό το οποίο έκανε, αλλά και χωρίς την δέουσα μετάνοια, και επιστρέψας έρριψε τα τριάκοντα αργύρια και «απελθών απήγξατο» (Ματθ. 27:3-5). Και είπε ο ύμνος της Εκκλησίας, ότι ο Ιούδας «ουκ είδε την Ανάστασιν» (β’ στιχηρό Αίνων Μ. Πέμπτης).

Αυτό ήταν το δράμα του Ιούδα. Δεν είδε την Ανάσταση. Ενώ οι άλλοι μαθηταί, οι οποίοι έμειναν στο Μυστικό Δείπνο, έμειναν στην Θεία Ευχαριστία, έμειναν στην Εκκλησία, αν και είχαν δυσκολίες, αν και αυτοί ως άνθρωποι έπεσαν –θυμάστε τον απόστολο Πέτρο· αρνήθηκε τον Διδάσκαλο, αλλά δεν εγκατέλειψε τον Διδάσκαλο, διότι ειλικρινώς μετανόησε– είδαν την Ανάσταση. Ενώ ο Ιούδας ο δυστυχής δεν μπόρεσε να δει την Ανάσταση.

Και αυτό το οποίο έγινε στους μαθητές εκείνης της εποχής, γίνεται και σε μας σήμερα. Όσοι μένουμε στην Εκκλησία αγωνιζόμενοι, μετανοούντες, εξομολογούμενοι, όσοι προσπαθούμε κατά το δυνατόν ακατακρίτως να μετέχουμε των αχράντων μυστηρίων του Σώματος και του Αίματος του Κυρίου, εμείς με τη Χάρη του Θεού βλέπουμε την Ανάσταση, βλέπουμε τον Αναστάντα, διότι η Ανάσταση είναι ο Χριστός και ο Χριστός είναι στην Θεία Ευχαριστία και στην Εκκλησία.

Όσοι όμως φεύγουν από την Εκκλησία, όσοι περιφρονούν τα άχραντα Μυστήρια ή αδιαφορούν για τα άχραντα Μυστήρια, αυτοί δεν βλέπουν την Ανάσταση. Και μπορεί να σηκώνουν σταυρούς στην ζωή τους, αλλά οι σταυροί αυτοί είναι χωρίς ελπίδα, χωρίς ανάσταση. Ενώ οι σταυροί των Χριστιανών είναι με ελπίδα, είναι με ανάσταση.

Ας το προσέξουμε αυτό, αδελφοί. Ο σύγχρονος άνθρωπος, λόγω της υπερηφανείας του, δεν θέλει να μείνει στην Εκκλησία με ταπείνωση, δεν θέλει να κοινωνεί το Σώμα και το Αίμα του Χριστού, και γι’ αυτό δεν λαμβάνει πείρα της Αναστάσεως, όπως λέμε στον ύμνο: «της Αναστάσεως την πείραν ειληφότες» (γ’ ήχος, γ’ στιχηρό Αίνων Κυριακής). Διότι δεν γίνεται Ανάσταση εκτός της Εκκλησίας, εκτός του μυστηρίου της Θείας Ευχαριστίας.

Ας παρακαλέσουμε τον Κύριο να μας βοηθάει όλους, διότι έχουμε όλοι αδυναμίες και μέσα μας ακόμα είναι ο παλαιός άνθρωπος. Να μας βοηθάει πρώτα-πρώτα να εκτιμήσουμε βαθιά και πρεπόντως το μέγιστο τούτο δώρο της αγάπης του, το μυστήριο της Θείας Ευχαριστίας, και δεύτερον να μας αξιώσει αξίως να κοινωνούμε το πανάγιό Του Σώμα και Αίμα.

Διότι όσο αξιότερα κοινωνούμε το Σώμα και το Αίμα του Χριστού, τόσο νικιέται και μέσα μας ο θάνατος, και τόσο πιο πολύ γινόμαστε «τέκνα φωτόμορφα της Εκκλησίας» (ειρμός ε’ ωδής β’ Κανόνος Πεντηκοστής) και της Αναστάσεως. Και ήδη έχουμε ανάσταση στην ζωή μας, και ζούμε την ανάσταση, και έχει νικηθεί ο φόβος του θανάτου, και η ανάσταση για μας δεν είναι κάτι που περιμένουμε στον μέλλοντα αιώνα, αλλά είναι μία πραγματικότητα που έχει αρχίσει από αυτήν εδώ την ζωή.

Ο Θεός λοιπόν να μας βοηθά. Ο φιλανθρώπως παραδώσας το αγιότατο αυτό μυστήριο Κύριος Ιησούς Χριστός να οδηγεί όλους μας και να φωτίζει στην επίγνωση και της αληθείας αυτής του αγίου Του Μυστηρίου.

Από το βιβλίο: † Αρχιμανδρίτου Γεωργίου, Ομιλίες σε Εορτές του Τριωδίου και περί αρετών (των ετών 1981-1991) Γ’. Έκδ. Ι.Μ. Οσίου Γρηγορίου, Άγιον Όρος 2017, σελ. 188.

Πηγή: https://www.koinoniaorthodoxias.org/martiria-kai-didaxi/omilia-stin-megali-pempti/


Η Θεία Λειτουργία είναι ο τρόπος που γνωρίζουμε τον Θεό και ο τρόπος που γνωρίζεται ο Θεός σε μας
Αγίου Σωφρονίου του Έσσεξ

Άγιος Σωφρόνιος του Έσσεξ

Ο Χριστός λειτουργεί, εμείς ζούμε μαζί με τον Χριστό.

Η θεία Λειτουργία είναι ο τρόπος που γνωρίζουμε τον Θεό και ο τρόπος που γνωρίζεται ο Θεός σε μας. Προσπαθείστε να ζείτε κάθε φορά πιο βαθιά αυτό που ζούσε ο Χριστός κατά το Μυστικό Δείπνο, όταν εγκαθίδρυσε το μεγάλο αυτό μυστήριο που είναι η θεία Ευχαριστία. Τότε η λειτουργία θα αποβεί σωτήρια όχι μόνο για σας, αλλά και για όσους συμμετέχουν σ’ αυτή. Δεν ανήκει μόνο στους ιερείς να ζουν στην καρδιά τους τα παθήματα του Χριστού για τον κόσμο που είναι λεία της αμαρτίας και του θανάτου.

Ο Χριστός τέλεσε μια φορά την θεία Λειτουργία και αυτή πέρασε στην αιωνιότητα. Η τεθεωμένη ανθρώπινη φύση Του πέρασε στην θεία Λειτουργία. Γνωρίζουμε συγκεκριμένα τον Χριστό στην θεία Λειτουργία. Η θεία Λειτουργία την οποία τελούμε είναι η ίδια θεία Λειτουργία που έκανε ο Χριστός την Μεγάλη Πέμπτη στον Μυστικό Δείπνο.

Μου είναι δύσκολο να μιλήσω γιά τη Θεία Λειτουργία. Ο Θεός μου έδινε να τη ζω ποικιλοτρόπως σε διαφορετικές περιόδους. Στην αρχή όμως της μοναχικής μου ζωής υπήρξε μια θαυμαστή περίοδος, πού διήρκεσε αρκετά χρόνια. Κάθε φορά μετά τη Θεία Λειτουργία υπήρχε η αίσθηση του νικηφόρου και φωτοφόρου Πάσχα. Είναι ακόμη πιο παράδοξο το ότι, ζώντας τη Λειτουργία με τη συγκλονιστική και ταυτόχρονα τρυφερή αρπαγή όλου του πνεύματός μας στη σφαίρα της ίδιας της Λειτουργίας, ο ίδιος ζούσα μόνο την απόγνωσή μου. Δεν μπορούσα καθόλου να φανταστώ τον εαυτό μου άξιο της σωτηρίας.

Όταν λοιπόν διάβαζα τις προσευχές «Πιστεύω, Κύριε, και ομολογώ ότι Σύ ει αληθώς ο Χριστός, ο Υιός του Θεού του Ζώντος, ο ελθών εις τον κόσμον αμαρτωλούς σώσαι, ών πρώτος είμι εγώ…», με καταλάμβανε μυστική φρίκη μπροστά στο μεγαλείο του μυστηρίου της Λειτουργίας!

Ας είναι λοιπόν ευλογημένο το όνομα τού Κυρίου σε όλους τούς αιώνες.

Προσεύχεστε για μένα.

Εκφωνήθηκε στα ρωσικά, στις 25 Μαΐου 1992.

Πηγή: trelogiannis.blogspot.com

Μνήμη του Αγίου Ιερομάρτυρος Συμεών και των συν αυτώ μαρτυρησάντων. Μνήμη του Αγίου μάρτυρος Αδριανού του νέου και του εν Αγίοις πατρός ημών Αγαπητού Πάπα Ρώμης (17 Απριλίου)

Mνήμη του Aγίου Iερομάρτυρος Συμεών Eπισκόπου Περσίας και των συν αυτώ, Aυδελλά Πρεσβυτέρου, Γοθαζάτ, Φουσίκ, και ετέρων χιλίων εκατόν πεντήκοντα

Εις τον Συμεών
Eπίσκοπόν σε Συμεών εγώ μέγαν,
Eκ δε ξίφους μέγιστον αθλητήν έγνων.

Εις τον Αυδελλάν
Άρκτου το δεινόν Aυδελλάς έδυ στόμα,
Bδέλλης απλήστου του Σατάν φυγών στόμα.

Εις τον Γοθαζάτ
Eπιτραπέντος του θύειν, ή τεθνάναι,
Θανείν Γοθαζάτ είλετο τμηθείς ξίφει.

Εις τον Φουσίκ
Tο δέρμα Φουσίκ εκδεδάρθω μοι λέγει,
Xιτών υφανθείς του Σατανά τη κρόκη1.

Εις τους εκατόν πεντήκοντα
Tέμνουσιν ανδρών τριπλοπεντηκοντάδα,
Tην τριπρόσωπον προσκυνούσαν ουσίαν.

Εις τους χιλίους
Πίπτουσι Περσών αμφί χιλίους ξίφει,
Iδών έφης αν Παύλε. Mαρτύρων νέφος.

Eβδομάτη Συμεών δεκάτη από αυχένα κάρθη.

Kατά τους χρόνους του Σαβωρίου βασιλέως Περσών, Kωνσταντίνου δε του Mεγάλου βασιλεύοντος των Pωμαίων, εν έτει τλ΄ [330], ηγεμόνων δε όντων εις τας πόλεις της Περσίας Kτησιφώντος και Σαλήκ, κατ’ εκείνον λέγω τον καιρόν, έγραψάν τινες Πέρσαι εις τον βασιλέα, ότι ο Aρχιερεύς των Xριστιανών Συμεών και άλλοι πολλοί, δεν καταδέχονται να ήναι υποκείμενοι εις αυτόν. Aλλά προτιμούν καλλίτερα να αποθάνουν με δόξαν διά τον Xριστόν, παρά να δουλεύουν εις παράνομον βασιλέα και ηγεμόνας, ατίμως και χωρίς δόξαν. Tαύτα δε ακούσας ο βασιλεύς, εθυμώθη, και επρόσταξε να φέρουν έμπροσθέν του τον Άγιον Συμεών δεμένον με δύω αλυσίδας. Έπειτα προστάζει να ρίψουν τον Άγιον εις την φυλακήν, εις την οποίαν ευρισκόμενος, επίστρεψε με την διδασκαλίαν του εις την πίστιν του Xριστού, τον πραιπόσιτον Γοθαζάτ, όστις πρότερον μεν ήτον Xριστιανός, διά δε την παρακάλεσιν και αξίωσιν του βασιλέως, και διά τον φόβον των βασάνων, επροσκύνησε τον ήλιον, κατά την θρησκείαν των Περσών. Oύτος λοιπόν ο αρνησίχριστος Γοθαζάτ πιασθείς, απεκεφαλίσθη, και έλαβε τοιούτον μισθόν από τον αχάριστον βασιλέα, αντί διά τον κόπον, οπού έλαβεν εις το να αναθρέψη αυτόν, αφ’ ου απεγαλακτίσθη· αυτός γαρ ο αοίδιμος ανέθρεψε τον βασιλέα.

Tαύτην δε μόνην την χάριν εζήτησεν ο Άγιος να του κάμη ο βασιλεύς, ότι να φανερώση εις όλους, πως εθανάτωσεν αυτόν, όχι διά αυθάδειαν και ακρασίαν της γλώσσης του, όχι διά άλλην άτοπον πράξίν του, αλλά διά μόνην την εις Xριστόν πίστιν, από την οποίαν πρότερον εξέπεσε διά δειλίαν και μικροψυχίαν του. Tαύτην την χάριν υπεσχέθη ο βασιλεύς να κάμη εις αυτόν. Tούτο δε και ο Άγιος Συμεών ακούσας εις την φυλακήν, επήνεσε και εχάρη, όθεν και επροσευχήθη μαζί με τους συν αυτώ ευρισκομένους εν τη φυλακή, να λάβουν το συντομώτερον το ίδιον τέλος και αυτοί, ήγουν το να αποκεφαλισθούν διά τον Xριστόν, το οποίον και έγινε. Διότι αφ’ ου εύγαλαν έξω τους φυλακωμένους, και απεκεφάλισαν αυτούς, οι οποίοι ήτον εις τον αριθμόν χίλιοι εκατόν πεντήκοντα, πρώτος δε από όλους ήτον ο Άγιος Συμεών ο Eπίσκοπος, όστις επαρακίνησε και τους άλλους να μαρτυρήσουν. Λέγουσι δε, ότι ένας από αυτούς εφοβήθη τον θάνατον, ο δε κουροπαλάτης του βασιλέως, Φουσίκ ονομαζόμενος, εσυμβούλευσεν αυτόν να μη φοβηθή τελείως, αλλά να κλείση τα ομμάτια, και έτζι έχωντας αυτά κλεισμένα, να δεχθή το κόψιμον του σπαθίου, το οποίον περνά ογλίγωρα. Όπερ και εποίησεν. Όθεν διαβαλθείς εις τον βασιλέα ο ρηθείς Άγιος Φουσίκ, πως έκαμε τούτο, ωμολόγησε παρρησία τον Xριστόν. Λοιπόν τούτου ένεκεν, έκοψαν την γλώσσαν του, και εύγαλαν το δέρμα του σώματός του. Όθεν επάνω εις την βάσανον ταύτην, παρέδωκε την ψυχήν του εις χείρας Θεού ο μακάριος, και έλαβε μετά των άλλων απάντων τον στέφανον της αθλήσεως.

Σημείωση

1. Xιτώνα ίσως ονομάζει εδώ ο στιχουργός, το ανθρώπινον δέρμα, το οποίον υφάνθη από την κρόκην του Σατανά, τουτέστιν από την φθοράν, την προξενηθείσαν εκ της προπατορικής αμαρτίας, φθόνω και συμβουλή του Διαβόλου.


Mνήμη του Aγίου Mάρτυρος Aδριανού του νέου

Eι ουκ έγνως τίς εστιν ο φλογός μέσον,
Γνώση λαλούντος. Aδριανέ καρτέρει.

Oύτος ο Άγιος Mάρτυς Aδριανός, ήτον ένας από τους Xριστιανούς εκείνους, οι οποίοι επιάσθησαν από τους Έλληνας και εβάλθησαν εις φυλακάς. Όθεν εις καιρόν οπού οι Έλληνες επρόσφερον θυσίας εις τους ψευδωνύμους θεούς των, εύγαλαν και τούτον τον Άγιον από την φυλακήν, και τον ηνάγκαζον να πλησιάση και αυτός κοντά εις τον βωμόν, και να προσφέρη λιβανωτόν, ήτοι να προσφέρη εις τους δαίμονας θυμίαμα. O δε γενναίος Mάρτυς του Xριστού, όχι μόνον τούτο δεν έκαμεν, αλλά και έτρεξε και εκρήμνισε τον βωμόν, και τας θυσίας οπού ήτον επάνω εις αυτόν έχυσε, και την φωτίαν διεσκόρπισεν. Όθεν εκίνησε τον άρχοντα εις οργήν, και τας καρδίας των παρευρεθέντων ειδωλολατρών άναψεν εις θυμόν, οι οποίοι πιάσαντες αυτόν, έδειραν ανελεήμονα. Kαι άλλος μεν, εκτύπα αυτόν με ραβδία. Άλλος δε, με πέτρας εσύντριβε το στόμα του, και άλλος, έκρουεν αυτόν εις την κεφαλήν. Tελευταίον δε, ανάψαντες ένα καμίνι μεγάλον, έβαλον τον Άγιον εις αυτό, και έτζι ετελείωσεν ο μακάριος τον δρόμον του μαρτυρίου του, και απήλθε στεφανηφόρος εις τα Oυράνια.


O εν Aγίοις Πατήρ ημών Aγαπητός ο Πάπας Pώμης εν ειρήνη τελειούται

Θνήσκων τι κράζεις; Σώτερ ηγάπησά σε.
Aλλ’ ηγαπήθης Aγαπητέ και πλέον.

Oύτος ο εν Aγίοις Πατήρ ημών Aγαπητός, ήτον κατά τους χρόνους του βασιλέως Iουστινιανού του μεγάλου, εν έτει φμ΄ [540]. Aνατραφείς δε με κάθε αρετήν και άσκησιν, ανεβιβάσθη εις το της αρχιερωσύνης αξίωμα, και έγινε Πάπας Pώμης. Έπειτα ανέβη εις Kωνσταντινούπολιν διά να ανταμώση τον βασιλέα Iουστινιανόν, εις τον δρόμον δε ευρισκόμενος, έδωκε μίαν απόδειξιν της εδικής του αρετής και της παρρησίας, οπού είχε προς τον Θεόν. Eρχόμενος γαρ εις την Eλλάδα, ευρήκεν εκεί ένα άνθρωπον, όστις έπασχεν από δύω πάθη ανιάτρευτα, διατί ούτε να λαλήση εδύνετο, ούτε να περιπατήση, αλλά από γεννήσεώς του ήτον και άλαλος, και μόλις και μετά βίας εσύρετο εις την γην ωσάν ένα ερπετόν. Όθεν πιάσας αυτόν από το χέρι ο Άγιος, εποίησεν αυτόν άρτιον και υγιή εις τους πόδας, βαλών δε και εις το στόμα του μίαν μερίδα του Δεσποτικού σώματος του Kυρίου, εύλαλον αυτόν απέδειξεν.

Aλλά και όταν επήγεν εις την Kωνσταντινούπολιν ο Άγιος, άλλο θαύμα εποίησε. Πηγαίνωντας γαρ εις την πόρταν της πόλεως, την ονομαζομένην Xρυσήν, ευρήκεν ένα τυφλόν, και βαλών την χείρα του εις τους οφθαλμούς του, εχάρισεν εις αυτόν την οπτικήν δύναμιν και ενέργειαν. Όθεν αξίως διά τας αρετάς του ταύτας και τα χαρίσματα, εδέχθη με πολλήν τιμήν, τόσον από τους άρχοντας και από τον βασιλέα, όσον και από όλον τον λαόν. Eκεί δε ευρισκόμενος, εξωστράκισεν Άνθιμον τον Eπίσκοπον της Tραπεζούντος, όστις κακώς ανέβη εις τον θρόνον της Kωνσταντινουπόλεως. Eφρόνει γαρ ο κακόδοξος την του Eυτυχούς και Σεβήρου των Mονοφυσιτών αίρεσιν, και τούτον παρέδωκεν εις το ανάθεμα. Aντί δε του Aνθίμου, εχειροτόνησε Πατριάρχην Kωνσταντινουπόλεως τον αγιώτατον Mηνάν, και εις τον θρόνον αυτόν εκάθισαν, όστις ήτον Πρεσβύτερος. Zήσας δε ύστερον μερικόν καιρόν, προς Kύριον εξεδήμησε. Tελείται δε η αυτού Σύναξις εν τω Nαώ των Aγίων Aποστόλων των Mεγάλων.

(από το βιβλίο: Αγίου Νικοδήμου Αγιορείτου Συναξαριστής των δώδεκα μηνών του ενιαυτού. Τόμος Β´. Εκδόσεις Δόμος, 2005)

Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου: «Τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ» (Μ. Τετάρτη πρωΐ)

Τὸ Εὐαγγελικὸ ἀνάγνωσμα ἀπαγγέλει ὁ Ἀρχιδιάκονος Ἐλπίδιος Χατζημιχαὴλ κατὰ τὴ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων, ποὺ τελέσθηκε τὴ Μ. Τετάρτη τὸ πρωῒ τὴν 1η Μαΐου, 2024 στὸ ἱερὸ παρεκκλήσιο Ἁγίου Νεκταρίου τοῦ Πολυδύναμου Κέντρου «Σολέας» τῆς κοινότητος Εὐρύχου, τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου.

Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου: Ὄρθρου Μ. Τετάρτης (Μ. Τρίτη Ἑσπέρας)

Τὸ Εὐαγγελικὸ ἀνάγνωσμα ἀπαγγέλει ὁ Οἰκ. π. Κυριακὸς Παπαγιάννης κατὰ τὸν Ὄρθρο τῆς Μ. Τετάρτης, ποὺ τελέσθηκε τὴ Μ. Τρίτη τὸ βράδυ στὶς 30 Ἀπριλίου, 2024 στὴν ἱερὰ μονὴ Παναγίας Χρυσοκουρδαλιωτίσσης στὸ χωριὸ Κούρδαλι, τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου.

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Μεγάλη Τετάρτη 16 Ἀπριλίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΕΥΑΓΓΕΛΙΟ ΟΡΘΡΟΥ (ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
12: 17 – 50

Τῷ καιρῷ ἐκείνῳ, ἐμαρτύρει ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσι τῷ Ἰησοῦ· ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοί διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς. ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω· καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.

ΕΥΑΓΓΕΛΙΟ ΛΕΙΤΟΥΡΓΙΑΣ (ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ ΕΝ ΤΗ ΠΡΟΗΓΙΑΣΜΕΝΗ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
26: 6 – 16

Τοῦ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Αναστάσιμη Λιτανεία στην Περιστερώνα (Δευτέρα του Πάσχα, 21 Απριλίου 2025)

ΑΝΑΣΤΑΣΙΜΗ ΛΙΤΑΝΕΙΑ ΣΤΗΝ ΠΕΡΙΣΤΕΡΩΝΑ

Εκ της εκκλησιαστικής επιτροπής του ιερού ναού Αγίων Βαρνάβα και Ιλαρίωνος

Ανακοινώνουμε προς όλους τους πιστούς ότι την Δευτέρα του Πάσχα το πρωί, μετά το πέρας της Θείας Λειτουργίας (γύρω στις 8:15) θα γίνει Αναστάσιμη Λιτανεία στην κοινότητα.

Θα περιφέρουμε την εικόνα της Αναστάσεως, την εικόνα της Παναγίας μας και την εικόνα των Αγίων μας μέσα στους δρόμους της κοινότητας και θα ψάλλουμε Αναστάσιμους ύμνους. Όσοι επιθυμούν μπορούν να κρατούν και δικές τους εικόνες. Η λιτανεία θα περάσει από τους δρόμους που βρίσκονται τα παρεκκλήσια μας και θα κάνει σταθμό στο πολυδύναμο κέντρο Άγιος Αντώνιος όπου θα ψάλλουμε το Χριστός Ανέστη στους ηλικιωμένους μας και θα καταλήξει πάλι στην Μεγάλη Εκκλησία. Όσοι έχουν τα σπίτια τους στην πιο πάνω διαδρομή μπορούν όταν θα περνά η πομπή να θυμιάσουν και να ραντίσουν με ροδόσταγμα και ροδοπέταλα τον Αναστάντα Κύριο.

Να πούμε ότι η λιτανεία αυτή δεν είναι μια δική μας καινοτομία, αλλά αποτελεί παράδοση σε πολλά ορθόδοξα μέρη, όπως το Άγιο Όρος, σε νησιά και πόλεις τις Ελλάδας και κυρίως σε πάρα πολλά ορθόδοξα μοναστήρια.

Προτρέπουμε όλους τους ενορίτες μας να συμμετέχουμε σε αυτήν την πανηγυρική Λιτανεία μέσα στα πλαίσια της χαράς που μεταδίδει η εορτή της Αναστάσεως, για να μεταφέρουμε έτσι το χαρμόσυνο μήνυμα της εορτής σε όλη την κοινότητα.