Αρχική Blog Σελίδα 98

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Δευτέρα 5 Ἰανουαρίου 2026

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση –  Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΜΕΓΑΛΕΣ ΩΡΕΣ ΘΕΟΦΑΝΕΙΩΝ

ΩΡΑ ΠΡΩΤΗ

ΑΠΟΣΤΟΛΟΣ
Πράξεων τῶν Ἀποστόλων
Κεφ. 13: 25-32

Ἐν ταῖς ἡμέραις ἐκείναις ὡς ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι, οὐκ, εἰμὶ ἐγώ, ἀλλ᾽ ἰδοὺ ἔρχεται μέτ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι, Ἄνδρες ἀδελφοὶ υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ οἱ Ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν Προφητῶν τὰς κατὰ πᾶν Σάββατον ἀναγιγνωσκομένας, κρίναντες ἐπλήρωσαν. Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινες νῦν εἰσι μάρτυρες αὐτοῦ πρός τὸν λαόν. Καὶ ἡμεῖς ἡμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς Πατέρας ἐπαγγελίαν γενομένην. Ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν.

ΕΥΑΓΓΕΛΙΟ
Ἐκ τοῦ κατά Ματθαῖον

Κεφ. 3: 1-6

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ᾿Ιωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾿Ιουδαίας, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὗτος γάρ ἐστιν ὁ ρηθεὶς ὑπὸ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ ᾿Ιωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα, καὶ πᾶσα ἡ ᾿Ιουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾿Ιορδάνου· καὶ ἐβαπτίζοντο ἐν τῷ ᾿Ιορδάνῃ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.


ΩΡΑ ΤΡΙΤΗ

ΑΠΟΣΤΟΛΟΣ
Πράξεων τῶν Ἀποστόλων
Κεφ. 19: 1-8

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον, καὶ εὑρὼν τινας μαθητάς, εἶπε πρὸς αὐτούς. Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ᾽ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπε δὲ πρὸς αὐτούς· Εἰς τὶ οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μέτ᾽ αὐτὸν ἵνα πιστεύσωσι, τουτέστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύω. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγήν, ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς Βασιλείας τοῦ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ
Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 1: 1-8

Ἀρχὴ τοῦ Εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ· ὡς γέγραπται ἐν τοῖς Προφήταις· ᾿Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται· καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ.


ΩΡΑ ΕΚΤΗ

ΑΠΟΣΤΟΛΟΣ
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. 6: 3-11

Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ Βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥς περ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν, διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποθανών, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ, Εἰδότες ὅτι Χριστὸς ἐγερθείς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει. Ὅ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ἡμεῖς λογίζεσθε ἑαυτούς, νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΕΥΑΓΓΕΛΙΟ
Ἐκ τοῦ κατά Μάρκον
Κεφ. 1: 9-11

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ ᾿Ιωάννου εἰς τὸν ᾿Ιορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡςεί περιστερὰν, καταβαῖνον ἐπ᾿ αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.


ΩΡΑ ΕΝΑΤΗ

ΑΠΟΣΤΟΛΟΣ
Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. 2: 11-14, 3: 4-7

Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰώνι. Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.

ΕΥΑΓΓΕΛΙΟ
Ἐκ τοῦ κατά Λουκᾶν
Κεφ. 3: 1-18

Ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς ᾿Ιουδαίας, καὶ τετραρχοῦντος τῆς ᾿Ιουδαίας ῾Ηρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς ᾿Ιτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς ᾿Αβιληνῆς τετραρχοῦντος, 3-2 ἐπ᾿ ἀρχιερέως ῎Αννα καὶ Καΐάφα, ἐγένενο ῥῆμα Θεοῦ ἐπὶ ᾿Ιωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· ὡς γέγραπται ἐν βίβλῳ λόγων ῾Ησαΐου τοῦ προφήτου, λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. ῎Ελεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν ᾿Αβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι, λέγοντες· Τί οὖν ποιήσομεν; Ἀποκριθεὶς δὲ λέγει αυτοῖς· Ὁ ἔχων δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι ὑπ᾿ αὐτοῦ, καὶ εἶπον πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσομεν; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες· Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε πρὸς αὐτούς· μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ᾿Ιωάννου, μή ποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο ὁ ᾿Ιωάννης ἅπασι, λέγων· ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ῾Αγίῳ καὶ πυρί. οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ· καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν.


ΕΣΠΕΡΙΝΟΣ ΘΕΟΦΑΝΕΙΩΝ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

ΑΠΟΣΤΟΛΟΣ
Πρὸς Κορινθίους Α᾽ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. 9: 19-27

Ἀδελφοί, ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω, τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, τοῖς ἀνόμοις ὡς ἄνομος (μὴ ὤν ἄνομος Θεῷ, ἀλλ᾽ ἔννομος Χριστῷ), ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, οὐκ οἴδατε ὅτι οἱ ἐν τῷ σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον. Οὕτω τρέχετε, ἵνα καταλάβητε. Πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν, ὑμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.

ΕΥΑΓΓΕΛΙΟ
Ἐκ τοῦ κατά Λουκᾶν
Κεφ. 3: 1-18

Ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς ᾿Ιουδαίας, καὶ τετραρχοῦντος τῆς ᾿Ιουδαίας ῾Ηρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς ᾿Ιτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς ᾿Αβιληνῆς τετραρχοῦντος, 3-2 ἐπ᾿ ἀρχιερέως ῎Αννα καὶ Καΐάφα, ἐγένενο ῥῆμα Θεοῦ ἐπὶ ᾿Ιωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· ὡς γέγραπται ἐν βίβλῳ λόγων ῾Ησαΐου τοῦ προφήτου, λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. ῎Ελεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν ᾿Αβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι, λέγοντες· Τί οὖν ποιήσομεν; Ἀποκριθεὶς δὲ λέγει αυτοῖς· Ὁ ἔχων δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι ὑπ᾿ αὐτοῦ, καὶ εἶπον πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσομεν; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες· Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε πρὸς αὐτούς· μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ᾿Ιωάννου, μή ποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο ὁ ᾿Ιωάννης ἅπασι, λέγων· ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ῾Αγίῳ καὶ πυρί. οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ· καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Μνήμη των Αγίων Μαρτύρων Θεοπέμπτου και Θεωνά (5 Ιανουαρίου)

Μαρτύριο Αγίων Θεοπέμπτου και Θεωνά. Μικρογραφία (Μινιατούρα) στό Μηνολόγιο του Βασιλείου Β'

Μνήμη μνήμη των Aγίων Μαρτύρων Θεοπέμπτου και Θεωνά1

Εις τον Θεόπεμπτον
Όπως τελευτά Θεόπεμπτος ειπάτω.
Aθλών τελευτώ, την κάραν τμηθείς ξίφει.

Εις τον Θεωνάν
Λάκκω Θεωνάς Μάρτυς εν κατωτάτω,
Έθεντό μ’ εκραύγαζε, το ψαλτηρίου.

+ Πέμπτη εκ ξίφεος λίπε τόνδε βίον Θεόπεμπτος

Μαρτύριο Αγίων Θεοπέμπτου και Θεωνά. Μικρογραφία (Μινιατούρα) στό Μηνολόγιο του Βασιλείου Β’

Oύτος ο Άγιος Μάρτυς Θεόπεμπτος, ήτον Eπίσκοπος κατά τους χρόνους του βασιλέως Διοκλητιανού, εν έτει σϟ΄ [290]. Όταν γαρ ο ρηθείς τύραννος εκίνησε διωγμόν κατά των Χριστιανών, τότε και ο Άγιος ούτος πρώτος ωμολόγησε τον Χριστόν, και έλαβε του μαρτυρίου τον στέφανον. Πιασθείς γαρ και παρασταθείς έμπροσθεν εις τον Διοκλητιανόν, ήλεγξε την πλάνην αυτού. Όθεν και βάλλεται μέσα εις ένα φούρνον αναμμένον, και από εκεί ευγαίνει σώος και αβλαβής. Έπειτα εύγαλαν τον ένα του οφθαλμόν. Και μετά ταύτα έδωκαν εις αυτόν και έπιε θανατηφόρα φαρμάκια. Eπειδή δε εφυλάχθη αβλαβής υπό της χάριτος του Θεού, διά τούτο ετράβιξεν εις την πίστιν του Χριστού τον τα φαρμάκια κατασκευάσαντα μάγον, Θεωνάν ονομαζόμενον. Aφ’ ου δε έπαθε και άλλα όμοια βάσανα, απεκεφαλίσθη, και έλαβεν ο αοίδιμος του μαρτυρίου τον στέφανον. O δε Θεωνάς εβάλθη μέσα εις ένα λάκκον επίτηδες κατασκευασθέντα. Και επειδή ερρίφθη επάνω εις την κεφαλήν του χώμα πολύ, τούτου χάριν εχώθη όλος, και ούτω παρέδωκε την ψυχήν του εις χείρας Θεού.

Σημείωση

1. Σημείωσαι, ότι κατά την ημέραν ταύτην, ήτις εστί παραμονή των Φώτων, συνειθίζεται να αναγινώσκεται εν τοις ευαγέσι Μοναστηρίοις του Όρους, και μάλιστα εν τω Κοινοβίω του Διονυσίου, η του Μεγάλου Βασιλείου προτρεπτική ομιλία εις το Bάπτισμα, ης η αρχή· «O μεν σοφός Σολομών».

(από το βιβλίο: Αγίου Νικοδήμου Αγιορείτου Συναξαριστής των δώδεκα μηνών του ενιαυτού. Τόμος Β´. Εκδόσεις Δόμος, 2005)

Μνήμη της Οσίας Συγκλητικής (5 Ιανουαρίου)

Αγία Συγκλητική. Μικρογραφία (Μινιατούρα) στό Μηνολόγιο του Βασιλείου Β'

Μνήμη της Oσίας Συγκλητικής

Συγκλητική λιπούσα δουλείαν βίου,
Κλητοίς Θεού σύνεστι δούλοις εν πόλω.

Αγία Συγκλητική. Μικρογραφία (Μινιατούρα) στό Μηνολόγιο του Βασιλείου Β’

Aύτη η Aγία Συγκλητική ήτον εν έτει από Χριστού τμ΄ [340], καταγομένη από γένος ένδοξον και περιβόητον, διά τον πλούτον και την ευσέβειαν οπού είχεν. Eπειδή δε ήτον ωραία και πλουσία, διά τούτο πολλοί εζήτουν να λάβουν αυτήν εις γυναίκα. Aυτή όμως η μακαρία έδιδε περισσότερον τον εαυτόν της εις τον πόθον και έρωτα του Θεού. Όθεν και τελείως αφήσασα τας φροντίδας του κόσμου, εγύρισεν όλην την σπουδήν της εις την της αρετής άσκησιν και επίδοσιν. Νικήσασα δε τον εχθρόν Διάβολον, προ του ακόμη να αποθάνη, εξεδήμησεν εις τον Θεόν διά της του νοός θεωρίας. Eις το τέλος δε της ζωής της, εζήτησεν αυτήν από τον Θεόν, ο πειράζων Διάβολος, διά να την πληγώση με σωματικήν ασθένειαν: καθώς ποτε εζήτησε και τον δίκαιον Ιώβ. Όθεν καθώς εκείνον επλήγωσεν, έτζι και την μακαρίαν ταύτην επλήγωσε με δεινάς αρρωστίας. Και με τόσας πληγάς ανιάτους, ώστε οπού εσάπησεν όλον το σώμα της. Πλην δεν εσυγκατέβη τελείως η αρρενόφρων, από τον τόνον και την ακρίβειαν της αρετής και ασκήσεως. Και μόλον οπού ήτον ογδοήκοντα χρόνων γερόντισσα. Όθεν μέσα εις τοιούτους μαρτυρικούς πόνους και αγώνας ευρισκομένη, προς Κύριον εξεδήμησεν1.

Σημείωση

1. Της Aγίας Συγκλητικής ταύτης τον κατά πλάτος Βίον, συνέγραψε μεν ο Mέγας Aθανάσιος ο Aλεξανδρείας, μετέφρασε δε η εμή αδυναμία. Ευρίσκεται δε εις το Νέον Εκλόγιον. Λέγουσι δε τινες, ότι αύτη είναι η παρθένος εκείνη, οπού είχε κεκρυμμένον τον Άγιον Aθανάσιον έξι χρόνους μέσα εις ένα πηγάδι.

(από το βιβλίο: Αγίου Νικοδήμου Αγιορείτου Συναξαριστής των δώδεκα μηνών του ενιαυτού. Τόμος Β´. Εκδόσεις Δόμος, 2005)

Μνήμη του Οσίου Πατρός ημών Φωστηρίου (5 Ιανουαρίου)

Μνήμη του Οσίου Πατρός ημών Φωστηρίου

Φωστήρ ο Φωστήριος όντως ωράθη,
Τω φωτί του βίου τε και των θαυμάτων.

Oύτος ο εν Aγίοις Πατήρ ημών Φωστήριος, λάμψας από την Aνατολήν ωσάν ήλιος, επήγεν εις τα εσπέρια μέρη της Δύσεως. Aναβαίνωντας δε επάνω εις ένα βουνόν υψηλόν και ήσυχον, αΰλως εις τον άυλον Θεόν επροσηύχετο, υποπιάζων και δουλαγωγών τον εαυτόν του με νηστείας, με αγρυπνίας, με χαμευνίας, και με κάθε άλλην σκληραγωγίαν. Όθεν εκ τούτων έγινεν αληθώς φωστήρ συμφώνως με το όνομά του, λάμπων την οικουμένην. Eπειδή γαρ εφύλαττε το σώμα αγνόν, και την ψυχήν καθαράν, και ετήρησε το κατ’ εικόνα αμόλυντον όσον ήτον δυνατόν, διά τούτο έγινε καταγώγιον του Aγίου Πνεύματος. Όθεν και επλούτησεν ο αοίδιμος την χάριν των θαυμάτων, και ιάτρευε κάθε πολυχρόνιον ασθένειαν, και κάθε ολιγοχρόνιον εκείνων, οπού προσήρχοντο εις αυτόν μετά πίστεως. Ου μόνον δε ταύτα, αλλά και άρτον εδέχετο από τους ουρανούς ο μακάριος, καθώς και ο Προφήτης Hλίας. Πλην ο μεν Hλίας, ελάμβανε τον άρτον διά μέσου του κόρακος. O δε μέγας ούτος Φωστήριος, ελάμβανε τον άρτον διά μέσου θείου Aγγέλου. Aγκαλά και δεν έβλεπεν αυτόν διά κάποιαν θείαν οικονομίαν, καθ’ εκάστην γαρ ημέραν φέρων τον άρτον ο Άγγελος, έβαλλεν αυτόν εις ένα ξεχωριστόν τόπον χωρίς να φαίνεται εις τον Άγιον, ανίσως δε ήρχοντο εις αυτόν δύω και τρεις, ή περισσότεροι αδελφοί ξένοι, κατά τον αριθμόν των αδελφών, τόσοι και οι άρτοι ευρίσκοντο εις τον διωρισμένον τόπον. Ποίος ποτέ είδε τοιούτον θαύμα εξαίσιον; ή ήκουσε τοιούτον παράδοξον; σπανιάκις γαρ, και εις πολλά σπανίους Aγίους τούτο ηκολούθησε. Πλην δεν αξιώθη ο μακάριος Φωστήριος το τοιούτον θαυμάσιον έως τέλους της ζωής του, καθώς εφάνη εύλογον εις την θείαν Πρόνοιαν. Όταν μεν γαρ ήτον κατά μόνας, ησυχάζων και σχολάζων εις μόνον τον Θεόν, τότε έφερεν αυτώ τον άρτον ο Άγγελος. Όταν δε εσύστησε Μοναστήριον με την χάριν του Θεού, και εσυνάθροισε πολλούς Mοναχούς, τότε δεν εδέχετο πλέον τον άρτον από τον Θεόν. Aλλά από το εργόχειρόν του επορίζετο, όχι μόνον τα εδικά του προς το ζην αναγκαία, αλλά και εις άλλους πολλούς έδιδε τα προς την χρείαν. Και τούτο εγίνετο, όχι πως ο Θεός αδυνάτησεν. Άπαγε της βλασφημίας! πώς γαρ ήθελεν αδυνατήση να δίδη εις ένα τα προς την χρείαν εκείνος, οπού έθρεψεν εν τη ερήμω τόσας χιλιάδας των αχαρίστων Eβραίων; Aλλ’ ουδέ τούτο εγίνετο, διατί ο Θεός απεστράφη την προσευχήν του δούλου του. Mη γένοιτο! επειδή ο Όσιος δεν επροσευχήθη ποτέ διά να του δώση ο Θεός φαγητά απολλυμένα. Ήκουε γαρ του Κυρίου λέγοντος· «Ζητείτε πρώτον την Βασιλείαν του Θεού, και την δικαιοσύνην αυτού, και ταύτα πάντα προστεθήσεται υμίν» (Ματθ. ϛ΄, 33).

Aλλά τούτο εγίνετο, επειδή, πρότερον μεν, επρόσεχεν ο Όσιος όλος διόλου εις τον Θεόν, και τελείως δεν εφρόντιζεν ούτε δι’ αυτήν την αναγκαίαν τροφήν. Και προς τούτοις, δεν είχε κανένα υπηρέτην εις το να φροντίζη περί του άρτου του, όθεν εξ ανάγκης εχρειάζετο εις τούτο την παρά του Θεού συνεργίαν. Μετά ταύτα δε, επειδή εστοχάσθη να οδηγήση και άλλους εις την κατά Θεόν πολιτείαν και άσκησιν, διά τούτο εργοχείρει και έδιδεν εις τους αδελφούς παράδειγμα του να εργοχειρούν και αυτοί. Και λοιπόν δεν εχρειάζετο πλέον την άνωθεν ερχομένην τροφήν. Τούτο γαρ και ο Θεός θέλει και αποδέχεται προτίτερα από όλα τα άλλα: ήτοι το να μην είμεθα παντάπασιν αργοί και να τρώγωμεν δωρεάν τον άρτον μας. Aλλά το να εργαζώμεθα, και εκ του ιδίου έργου και κόπου μας να δίδωμεν και εις τους άλλους τα προς την χρείαν. Διά τούτο λοιπόν, πρότερον μεν ο Άγιος ούτος ελάμβανε δι’ Aγγέλου τροφήν, ύστερον δε υστερήθη ταύτην. Και ου μόνον τούτο, αλλά και επροστάχθη υπό του Θεού, να μη λαμβάνη από κανένα άνθρωπον τα προς την χρείαν. Aλλά από το εργόχειρόν του να ευγάνη πάντα τα αναγκαία της ζωής του. Ίνα διδάσκη τους μαθητάς του, όχι μόνον με τον λόγον, αλλά και με το έργον. Και να δείχνη εις αυτούς το να καταγίνωνται εις το εργόχειρον, και εις την ιεράν προσευχήν.

Ούτος ο μακάριος, επειδή τω τότε καιρώ εφύτρωσεν αίρεσις εις την του Θεού Eκκλησίαν, και πολλοί Πατέρες εσυνάχθησαν διά να κάμουν Σύνοδον περί αυτής, τότε λέγω και ο Φωστήριος ούτος προσκαλεσθείς εις την Σύνοδον, δεν επαραιτήθη. Aλλά επαραστάθη και αυτός εις αυτήν, και ποιήσας ανδραγαθίαν, εθαυμάστωσε το όνομά του. Πολλοί μεν γαρ αιρετικοί από τους λόγους του παρακινηθέντες, επέστρεψαν από τας αιρέσεις των εις την Oρθοδοξίαν. Oι δε περισσότεροι, πειθόμενοι εις τας διδασκαλίας του, έγιναν Mοναχοί. Και απλώς ειπείν, πολλαί θαυματουργίαι διά μέσου του Aγίου τούτου έγιναν, όχι μόνον όταν έζη, αλλά και μετά την αποβίωσίν του, ήτις ηκολούθησε κατά το εσπέρας της πέμπτης ταύτης ημέρας του Iαννουαρίου.

(από το βιβλίο: Αγίου Νικοδήμου Αγιορείτου Συναξαριστής των δώδεκα μηνών του ενιαυτού. Τόμος Β´. Εκδόσεις Δόμος, 2005)

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Κυριακὴ 4 Ἰανουαρίου 2026

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση –  Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ)
Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
4: 5-8

Τέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΝΙΚΗΦΟΡΟΥ ΟΣΙΟΥ ΤΟΥ ΛΕΠΡΟΥ)
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
5:22 – 6:2

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ)
Ἐκ τοῦ κατὰ Μάρκον
1: 1-8

Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. ῾Ως γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΝΙΚΗΦΟΡΟΥ ΟΣΙΟΥ ΤΟΥ ΛΕΠΡΟΥ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
6: 17–23

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾽Ιουδαίας καὶ ᾽Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου·χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Πρόγραμμα Ακολουθιών Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου επι τη ευκαιρία της εορτής των Θεοφανείων (2026)

Η Βάπτισις του Κυρίου. Ιερά Μονή Αγίου Ιωάννου του Λαμπαδιστού, Καλοπαναγιώτης, 16ος αιώνας
Η Βάπτισις του Κυρίου. Ιερά Μονή Αγίου Ιωάννου του Λαμπαδιστού, Καλοπαναγιώτης, 16ος αιώνας

Φέρεται στη γνώση των ευσεβών χριστιανών ότι, με την ευκαιρία της εορτής των Θεοφανείων, ο Πανιερώτατος Μητροπολίτης Μόρφου κ. Νεόφυτος θα προΐσταται των πιο κάτω Ιερών Ακολουθιών:

  • Δευτέρα, 5 Ιανουαρίου – Ιερός Ναός Αγίου Γεωργίου Ευρύχου
    • 6:00 π.μ.: Μεγάλες Ώρες Θεοφανείων, Εσπερινός, Θεία Λειτουργία Μεγάλου Βασιλείου και ακολούθως Αγιασμός των Καλάντων.
  • Τρίτη, 6 Ιανουαρίου – Ιερός Ναός Αγίας Μαρίνας, Ευρύχου
    • 6:45 π.μ.: Άγια Θεοφάνεια. Πανηγυρικός Όρθρος και Θεία Λειτουργία. Αγιασμός Θεοφανείων, πορεία προς των ποταμό Καρκώτη και αγιασμός των υδάτων.
  • Σύναξις του Προδρόμου
    • Εάν δοθεί η σχετική άδεια για την Θεία Λειτουργία στο κατεχόμενο Αργάκι, η Θεία Λειτουργία θα τελεστεί στο ναό του Τιμίου Προδρόμου στο Αργάκι στις 10 Ιανουαρίου ημέρα Σάββατο (και θα ανακοινωθεί από την επίσημη ιστοσελίδα της Μητρόπολης Μόρφου). Σε αντίθετη περίπτωση, η Θεία Λειτουργία θα τελεστεί στην Ιερά Μονή Αγίου Γεωργίου Πιτυδιώτου παρά τον Άγιο Επιφάνιο Σολέας στις 7 Ιανουαρίου.

Αφιέρωμα επί τη μνήμη του Οσίου και Θεοφόρου πατρός ημών Νικηφόρου του Λεπρού (4 Ιανουαρίου)

Η μακαριστή Γερόντισσα Μακαρία ομιλεί για την εύρεση των τιμίων λειψάνων του Αγίου Εφραίμ Νέας Μάκρης (3 Ιανουαρίου 1950 μ.Χ.)

Η Γερόντισσα Μακαρία (κατά κόσμον Μαργαρίτα Δεσύπρη) γεννήθηκε στις 12 Μαρτίου του 1911 στο χωριό Φαλάταδο στη Τήνο. Όταν έγινε δεκαεννέα ετών πήρε την απόφαση να γίνει μοναχή.

Κατά τη διάρκεια της Κατοχής πήγαινε στις γυναικείες φυλακές Αβέρωφ και εκεί με περισσή αγάπη φρόντιζε τα παιδιά των κρατουμένων. Το 1945, επισκέφθηκε την τότε σταυροπηγιακή ανδρική μονή στο Όρος Αμώμων, όπου εκεί για αρκετά χρόνια διαβίωσε κάτω από δύσκολες συνθήκες. Ήταν τότε που η υγεία της δοκιμάστηκε πολλές φορές. Κοιμόταν στα ερείπια του μοναστηριού, χωρίς παράθυρα και σκεπάσματα και υπέμενε με κάθε δοκιμασία.

Από θεία παρόρμηση, διαμόρφωσε ένα κελάκι εκεί και άρχιζε να καθαρίζει τα ερείπια του παλαιού Ναού για να τον ανακατασκευάσει. Πολλές φορές διαλογιζόταν ότι σε εκείνα τα χώματα είχαν ζήσει κατά την πάροδο των αιώνων μοναχοί και προσευχόταν να γνωρίσει ή να της φανερωθεί κάποιος από αυτούς.

Μια φωνή, αρχικά σιγανή αλλά με τον καιρό δυνατότερη στην ψυχή της, της έλεγε: «Σκάψε και θα βρεις αυτό που επιθυμείς», μέχρι τη στιγμή που της είχε φανερωθεί ένα σημείο στο προαύλιο του μοναστηριού.

Στις 3 Ιανουαρίου 1950 μ.Χ. ανέθεσε σε εργάτη το σκάψιμο του συγκεκριμένου σημείου που της υποδείκνυε η ίδια η ψυχή της. Αν και ο εργάτης ήταν αρνητικός και ήθελε να σκάψει οπουδήποτε αλλού παρά σε αυτό το σημείο, τελικά, μετά από τις εκκλήσεις και τις προσευχές, ο εργάτης πείστηκε και ξεκίνησε να σκάβει.

Το σημείο είχε ένα μισογκρεμισμένο τζάκι, τοίχο και πράγματα που καταδείκνυαν ότι εκεί κάποτε υπήρχε κελί κάποιου μοναχού. Το πρώτο εύρημα, ένα κεφάλι. Μάλιστα, ο χώρος ανέδυε μια ευωδιά.

«Γονάτισα με ευλάβεια και ασπάστηκα το σκήνωμα του Αγίου και αισθάνθηκα βαθιά την έκταση του μαρτυρίου του. Η ψυχή μου γέμισε από αγαλλίαση, απέκτησα μεγάλο θησαυρό, και παίρνοντας το χώμα με προσοχή έβλεπα την αρμονία του σκηνώματός του, που, αν και τόσους αιώνες μέσα στη γη, δεν είχε αλλοιωθεί», έγραψε η Γερόντισσα Μακαρία περιγράφοντας τα όσα συνταρακτικά τής συνέβησαν.

Με προσοχή, η Ηγουμένη Γερόντισσα Μακαρία έβγαλε όλο το σκήνωμα και το τοποθέτησε σε μία θυρίδα που ήταν πάνω από τον τάφο. Ήταν φανερό ότι επρόκειτο για κληρικό καθώς το ράσο του είχε παραμείνει άθικτο.

Το βράδυ, διαβάζοντας τον εσπερινό, η Γερόντισσα Μακαρία άκουσε βήματα. Ο ήχος ερχόταν από τον τάφο, αντηχώντας έως την πόρτα της εκκλησίας. Εκεί τον πρωτοαντίκρισε. Ήταν ψηλός με μάτια μικρά στρογγυλά, με μακριά μαύρα γένια που έφταναν στο λαιμό, ντυμένος με τη μοναχική αμφίεση.

Στο ένα χέρι είχε μία φλόγα και με το άλλο ευλογούσε. Ζήτησε να τον βγάλουν από αυτήν τη θυρίδα που τον είχαν. Την επόμενη κιόλας μέρα η Ηγουμένη καθάρισε τα οστά και τα τοποθέτησε σε μια θυρίδα στο Ιερό του Ναού.

Το ίδιο βράδυ ο Άγιος φανερώθηκε στον ύπνο της, την ευχαρίστησε και της φανέρωσε και το όνομά του: Εφραίμ. Το λείψανο του Αγίου Εφραίμ φυλάσσεται εκεί από τότε και καθημερινά εκατοντάδες πιστών το επισκέπτονται ζητώντας από τον Άγιο την ευλογία και τη βοήθειά του. Ο Άγιος με τη χάρη του Θεού έχει κάνει χιλιάδες θαύματα.

Στον περίβολο της Μονής, και προστατευμένη από κτίσμα που κτίστηκε γύρω της, υπάρχει η μουριά πάνω στην οποία ο Άγιος Εφραίμ άφησε την τελευταία του πνοή.

Χωρίς οικονομικούς πόρους συντηρεί μέχρι το 1980 ορφανοτροφείο με περίπου 70 παιδιά σχολικής ηλικίας, στα οποία παρείχε στέγη, τροφή, ενδυμασία και παιδεία στοιχειώδους βαθμίδος, όσα δε πρόκοπταν στα γράμματα, τα έφτασε μέχρι των Ανωτάτων εκπαιδευτικών Ιδρυμάτων και σήμερα ομολογούν ότι τα «εχόρταινεν εκ του μηδενός».

Αν και δεν είχε Πανεπιστημιακή μόρφωση, προέβη σε έκδοση Πατρικών κειμένων, «Λόγοι ασκητικοί του Μεγάλου Βασιλείου» και σε σύνταξη Παρακλητικού Κανόνος και Ακολουθίας Χαιρετισμών προς τον Άγιόν της Εφραίμ, τον οποίον υπεραγαπούσε. Τα θαύματα δε του οποίου κατέγραφε και εξέδωσε σταδιακά σε δεκαέξι τόμους προς στήριξιν και ενδυνάμωση των πιστών.

Ο Κύριος της Δόξης επέτρεψε σε βαθύτατο γήρας στη Γερόντισσα Μακαρία να σηκώσει μεγάλο σταυρό. Τον σήκωσε με καρτερία και σιωπή.

Αντιμετώπισε την δοκιμασία με υπομονή, ως ευλογία του Θεού. Η τελευτή της υπήρξε απολύτως ήρεμη και οσιακή, άλλωστε την είχε προείπει προ 20ετιας και πλέον.

Η Αγία ψυχή της, ασφαλώς χειραγωγημένη από τον Άγιόν της Μεγαλομάρτυρα Εφραίμ, αφού μετέλαβε των Αχράντων Μυστηρίων επέταξε στους Ουρανούς, όπου και ανήκε. Ήταν Παρασκευή, εορτή του Αγίου Γεωργίου του Τροπαιοπόρου 23/4/1999.

Πηγή: https://www.vimaorthodoxias.gr

Βίος του Αγίου νέου ιερομάρτυρος Εφραίμ της Νέας Μάκρης (5 Μαΐου)

Κοίμησις τοῦ δικαίου Ἀλεξάνδρου τοῦ ἐκ τῆς νήσου Σκιάθου ὁρμωμένου, Παπαδιαμάντη δ’ ἐπικαλουμένου (3 Ἰανουαρίου 1911)

Αλέξανδρος Παπαδιαμάντης

3 Ιανουαρίου 1911 φεύγει από τη ζωή ο  «άγιος των Ελληνικών γραμμάτων», ο κοσμοκαλόγερος Αλέξανδρος Παπαδιαμάντης. Η κάρα του Αλεξάνδρου Παπαδιαμάντη φυλάσσεται στον Ι. Ναό Γεννήσεως της Θεοτόκου Παναγίας της Λιμνιάς Σκιάθου.

***

Τα χριστιανικά «τέλη»του Παπαδιαμάντη..

…Την τρίτην ημέραν της ασθενείας του ελιποθύμισε. Όταν δε συνήλθε,
-«Τι μου συνέβη;» είπε.
-«Δεν είναι τίποτε, μια λιποθυμία μικρά», του είπον αι περιστοιχίζουσαι αυτόν τρεις αδελφαί του.
-«Τόσα έτη», λέγει ο Αλέξανδρος, «εγώ δεν ελιποθύμισα, δεν εννοείτε ότι αυτά είναι προοίμια του θανάτου μου;
-Φέρετε αμέσως τον παπά και μην αναβάλλετε».

Μετ’ ολίγον κληθέντες ήλθον συγχρόνως και ο ιερεύς και ο ιατρός. Ο Παπαδιαμάντης προ πάντων ήτο χριστιανός και χριστιανός ευσεβής. Μόλις λοιπόν είδε τον ιατρόν, είπε εις αυτόν:

-«Τι θέλεις εσύ εδώ;».
-«Ήρθα να σε ιδώ», του λέγει ο ιατρός.
-«Να ησυχάσης», του λέγει ο ασθενής.
-«Εγώ θα κάμω πρώτα τα εκκλησιαστικά (δηλ. θα επικαλεσθώ την βοήθειαν του Θεού) και ύστερα ναρθής εσύ»

…Ο νους του μέχρι της τελευταίας του αναπνοής ήτο αφιερωμένος εις τον Θεόν. Μόνος του ολίγας ώρας πριν αποθάνη έστειλε να κληθή ο ιερεύς δια να κοινωνήση. «Ξεύρεις! μήπως αργότερα δεν καταπίνω!», έλεγε.

…Την εσπέραν της 2ας Ιανουαρίου, παραμονήν του θανάτου του, παρακάλεσε:
-«Ανάψτε ένα κηρί», είπε. «Φέρτε μου ένα βιβλίο» (εννοούσε Εκκλησιαστικό).

Το κηρίον ηνάφθη. Επρόκειτο δε να έλθη και το βιβλίον. Αλλά πάλιν αποκαμών ο Παπαδιαμάντης είπε: «Αφήστε το βιβλίο, απόψε θα ειπώ, όσα ενθυμούμαι απ’ όξω». Και ήρχισε ψάλλων τρεμουλιαστά!
«Την χείρα σου την αψαμένην» (σημ. Είναι τούτον τροπάριον της ενάτης Ώρας της παραμονής των Φώτων). Αυτό ήτο και το τελευταίον ψάλσιμον του Παπαδιαμάντη, διότι την ιδίαν νύκτα κατά την 2αν μετά το μεσονύκτιον ώραν εξημέρωνε η 3η Ιανουαρίου παρέδωκεν την ψυχήν εις χείρας του Πλάστου.

***

Τῇ αὐτῇ ἡμέρᾳ ἡ κοίμησις τοῦ δικαίου Ἀλεξάνδρου τοῦ ἐκ τῆς νήσου Σκιάθου ὁρμωμένου, Παπαδιαμάντη δ’ ἐπικαλουμένου (1911).

“Είχα γνωριμία και φιλία με
τον αείμνηστο Παπαδιαμάντη.
Τον γνώρισα στο εκκλησάκι
του Προφήτου Ελισαίου.

Από αυτόν έμαθα να ψάλλω συνετά , με κατάνυξη, φόβο Θεού ,ταπεινά…

Όταν έψελνε ήταν σαν να βρισκόταν μπροστά στο φοβερό βήμα της δευτέρας παρουσίας του Χριστού.
Ο Παπαδιαμάντης αγαπούσε
το Θεό, αγρυπνούσε πρόθυμα, έψελνε, υμνούσε, ευλογούσε
το Θεό χαρμόσυνα.

Ήταν ακτήμων όπως οι
Άγιοι Απόστολοι.
Μισούσε τον πλούτο, ως επιβλαβή και μάταιο.
Θα μπορούσε να γίνει βαθύπλουτος, αλλά προτίμησε να μένει πάμπτωχος.

Ό,τι του έδιναν για τον κόπο
του το μοίραζε στους φτωχούς αδελφούς.
Πολλές φορές έμενε χωρίς χρήματα.

Δεύτερη ενδυμασία δεν είχε!

Εγύρισα όλα τα μοναστήρια
της Ελλάδας, του Αγίου Όρους, της Παλαιστίνης, του Σινά. Ακτήμονες σαν τον Παπαδιαμάντη, βρήκα λίγους”..

Γέροντας Φιλόθεος Ζερβάκος

***

Αλέξανδρος Παπαδιαμάντης

† 3 Ιανουαρίου 1911 τό ξημέρωμα, ἐκοιμήθη ἐν Κυρίω ὁ κύρ Ἀλέξανδρος Παπαδιαμάντης, ἀφού ἐκοινώνησε τῶν Ἀχράντων Μυστηρίων, ἔχοντας στά χείλη τό δοξαστικόν τῆς Ένάτης Ώρας τῶν Θεοφανείων: «Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου…».

Κατὰ τὴν ἡμέρα τῆς κηδείας του Άλέξανδρου Παπαδιαμάντη χιόνιζε, καὶ τὸ φέρετρο, ποὺ μεταφερόταν ξεσκέπαστο ἀπὸ τὴν Ἐκκλησία τῶν Τριῶν Ἱεραρχῶν στὰ Μνημούρια, στρώθηκε μὲ χιόνι, σὰν σάβανο. Τὴ συνθήκη αὐτὴ εἶχε περιγράψει ὁ ἴδιος στὸ διήγημα «Ὁ Ἔρωτας στὰ χιόνια», ὅπου ὁ μπαρμπα–Γιαννιός, ὁ ἥρωας τοῦ διηγήματος, πεθαίνει σαβανομένος ἀπὸ τὸ χιόνι!

“Ἄσπρο σινδόνι… νὰ μᾶς ἀσπρίσῃ ὅλους στὸ μάτι τοῦ Θεοῦ… ν᾽ ἀσπρίσουν τὰ σωθικά μας… νὰ μὴν ἔχουμε κακὴ καρδιὰ μέσα μας…

{…} Καὶ ὁ μπαρμπα-Γιαννιὸς ἄσπρισεν ὅλος, κ᾽ ἐκοιμήθη ὑπὸ τὴν χιόνα, διὰ νὰ μὴ παρασταθῇ γυμνὸς καὶ τετραχηλισμένος, αὐτὸς καὶ ἡ ζωή του καὶ αἱ πράξεις του, ἐνώπιον τοῦ Κριτοῦ, τοῦ Παλαιοῦ Ἡμερῶν, τοῦ Τρισαγίου.”

***

Ἀναμνήσεις Γέροντος Φιλοθέου Ζερβάκου ἀπὸ τὸν Ἅγιο Νικόλαο Πλανά, τὸν Ἀλέξανδρο Παπαδιαμάντη καὶ τὸν Ἀλέξανδρο Μωραϊτίδη

«Κατὰ τὸ ἔτος 1905 ‐ 1907 ὑπηρετῶν εἰς τὰς τάξεις τοῦ στρατοῦ, ἐφοίτων εἰς τὴν Βυζαντινὴν Μουσικὴν Σχολὴν «Ἰωάννης ὁ Δαμασκηνος»… Ὁ συμπατριώτης μου Ἰωάννης Ἀλεξάκης… ἡμέραν τινα λέγει μοι: «Νὰ ἔλθῃς εἰς τὸν μικρὸν ναὸν τοῦ Προφήτου Ἐλισσαίου, εἰς τὸν ὁποῖον γίνονται κατανυκτικαὶ ἀγρυπνίαι καὶ ψάλλουν βυζαντινὰ οἱ Παπαδιαμάντης, Μωραϊτίδης, Τσώκλης καὶ ἄλλοι. Θὰ ὠφεληθῆς καὶ θὰ μάθης πολλὰ ἀναγκαῖα, χρήσιμα καὶ ὠφέλιμα διὰ τὴν ἱερὰν ὑμνωδίαν».

Μετέβην εἰς μίαν ἀγρυπνίαν καὶ τόσον πολὺ ηὐχαριστήθην καὶ κατενύγην, ὥστε συχνάκις καθ ̓ ὅλην τὴν ἑβδομάδα εἶχον εἰς τὸν νοῦν μου, πότε θὰ ἔλθη ἡ εὐλογημένη ὥρα νὰ ὑπάγω εἰς τὴν ἀγρυπνίαν∙ καὶ ὅτε ἤρχετο ἡ ὥρα, ἔτρεχον μὲ χαράν, ὥσπερ τρέχει ἡ ἔλαφος ἐπὶ τὰς πηγάς, διὰ νὰ πίω ἐκ τοῦ ὕδατος τοῦ ἁλλομένου εἰς ζωὴν αἰώνιον καὶ ποτίσω, δροσίσω καὶ εὐφράνω τὴν διψῶσαν μου ψυχήν. Καὶ πράγματι ᾐσθανόμην δρόσον, εὐφροσύνην καὶ ἀγαλλίασιν πνευματικὴν καὶ μοῖ ἐφαινοντο εἰς τὸν λάρυγγά μου γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον τὰ λόγια τοῦ Θεοῦ, οἱ ὕμνοι, αἱ δοξολογίαι, τὰ στιχηρά, τὰ ἰδιόμελα, οἱ κανόνες, τὰ κατανυκτικὰ τροπάρια, τὰ ὁποῖα ἔψαλλον οἱ ἀείμνηστοι καθηγηταὶ ἐξάδελφοι Ἀλέξανδροι Παπαδιαμάντης καὶ Μωραϊτίδης, ὄχι μὲ φωνὰς θυμελικὰς καὶ βοὰς ἀτάκτους καὶ ἀναρμόστους, ἀλλά, ὡς λέγει ὁ Δαβίδ, μὲ σύνεσιν, μὲ συναίσθησιν, μὲ φόβον καὶ τρόμον: «ψάλατε συνετῶς, ψάλατε τῷ Κυρίῳ ἐν φὸβῳ καὶ τρόμῳ».

Ὅταν ἔψαλλον οἱ δύο Ἀλέξανδροι Παπαδιαμάντης καὶ Μωραϊτίδης, ὁ εἷς δεξιὰ καὶ ὁ ἄλλος ἀριστερά, ἔψαλλον μὲ τόσην προσοχήν, ταπείνωσιν, κατάνυξιν καὶ συντριβὴν καρδίας, ποὺ ἐνόμιζες ὅτι προσηύχοντο, ὅτι ἵσταντο ἐνώπιον τοῦ ἀοράτως παρισταμένου καὶ πανταχοῦ παρόντος Παντοδυνάμου καὶ Παντοκράτορος Θεοῦ καὶ χωρὶς νὰ θέλῃ τις ἠλαύνετο ὁ νοῦς τοῦ ὥσπερ ὑπὸ μαγνήτου, ἐπρόσεχε, ᾐσθάνετο τὰ δρώμενα καὶ ἐνόμιζεν ὅτί εὐρίσκετο εἰς τὸν Ὁὐρανόν, ὡς ψάλλει ὁ ἱερὸς ὑμνωδός…

Εἰς τὰς ἀγρυπνίας ἐγνώρισα καὶ δύο ἱἐρεῖς τὸν παπα Ἀντώνιον, ἐφημέριον τοῦ ἱεροῦ ναοῦ Ἁγίου Νικολάου Πευκακίων, καὶ τὸν παπα ‐ Νικόλαον Πλάνᾶ, ἐφημέριον τοῦ ἱεροῦ ναοῦ Ἁγ. Ἰωάννου Κυνηγοῦ∙ καὶ οἱ δύο ἀκούραστοι, πρόθυμοι εἰς τὰς ἀγρυπνίας, καλόκαρδοι. Ἐξαιρέτως δὲ ὁ περὶ οὗ ὁ λόγος παπα‐ Νικόλας Πλανᾶς ἦτο ἁπλοῦς, ἄκακος, πρᾶος, ἀκέραιος, ἀπόνηρος, ἀόργητος, ἀμνησίκακος, πάντοτε ἱλαρός, χαροποιός, γελαστός.

Ἔἰς τὸν παπα‐ Νικόλαον, ἐπειδὴ ἦτο ταπεινός, ἐπέβλεψεν ἐπ ̓ αὐτὸν ὁ Κύριος, ὡς λέγει ὁ σοφὸς παροιμιαστής: «ἐπὶ τίνα ἐπιβλέψω, λέγει Κύριος, εἰμὴ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν τῇ καρδὶᾳ καὶ τρέμοντα τοὺς λόγους∙» καὶ πάλιν: « ἐν καρδίαις πραέων ἀναπαύσεται πνεῦμα Κυρίου»∙ καὶ ὁ Κύριος ἡμῶν Ἰ. Χριστὸς ἐν Εὐαγγελίοις μακαρίζει αὐτούς: «Μακάριοι οἱ πραεῖς ὅτί αὐτοὶ κληρονομήσουσι τὴν γῆν».

«Μέχρι σήμερον ποὺ ἔχουν παρέλθη 45 ἔτη, ὁσάκις ἀναπολήσω εἰς τὴν μνήμην μου τὸν Παπαδιαμάντη καὶ τὸν Μωραϊτίδην καὶ τὰς κατανυκτικὰς ἐκείνας ἀγρὺπνίας καὶ ἱερὰς μυσταγωγίας, τὰς ὁποίας ἐτέλουν ὁἱ ἀείμνηστοι π. Ἀντώνιος καὶ ὁ ἁπλοῦς καὶ ἀκέραιος καὶ ταπεινὸς τῇ κὰρδίᾳ παπα- Νικόλαος ὁ Πλανᾶς, μοῖ φαίνεται ὡσὰν νὰ ἀκούω τὴν ἱἐρὰν ἐκείνην ὑμνωδίαν, ἡ ὁποία ὡμοίαζε ὡσὰν ὑμνωδία ἀγγελικὴ καὶ προσευχὴ κατανυκτική. Δὲν θὰ λησμονήσω τὴν εὐλάβειαν καὶ προσοχὴν μὲ τὴν ὁποίαν ἔψαλλον οἱ ἀείμνηστοι διδάσκαλοι Μωραϊτίδης καὶ Παπαδιαμάντης, μὲ τὴν σιγανὴν καὶ ταπεινὴν φωνήν των. Ἐφαίνοντο ὄχι ὅτι ἔψαλλον, ἀλλ’ ὅτι προσηύχοντο καὶ συνωμίλουν μὲ τὸν Θέόν.

Ὁ δὲ Παπαδιαμάντης, ὅταν ἔψαλλε τὰ τροπάρια τῆς Δευτέρας Παρουσίας: «Ὅταν μέλλεις ἔρχεσθαι κρίσιν δικαίαν ποιῆσαι, Κριτὰ δικαιότατε… Ὅταν τίθωνται θρόνοι καὶ ἀνοίγωνται βίβλοι, καὶ Θεὸς εἰς κρίσιν καθέζηται… Ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὧραν, ὅταν μέλλομεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι…» τὰ ἔψαλλε μὲ τοιαύτην συναίσθησιν καὶ φόβον, ὥστε ἐφαίνετο ὡσὰν νὰ ἵστατο ἔμπροσθεν τοῦ φοβεροῦ Κριτηρίου. Ὅταν δὲ ἔψαλλε τὰ τοῦ Παραδείσου τροπάρια, ἐφαίνετο ὡσὰν νὰ ἐξίστατο καὶ ἡρπάζετο ὡς εἰς Παράδεισον. Ὡσαύτως, ὅταν ἔψαλλε τὰ Ἀναστάσιμα τροπάρια καὶ κανόνας, ἐφαίνετο ὡς χαίρων καὶ ἀλλόμενος, καθὼς ὁ Θεοπάτωρ Δαυΐδ «πρὸ τῆς σκιώδου Κιβωτοῦ ἥλατο σκιρτῶν».

«Ἐπειδὴ δὲ ἔψαλλον (ὁ Παπαδιαμάντης καὶ ὁ Μωραϊτίδης) μετὰ συνέσεως καὶ εὐλαβείας, δὲν ἐπέτρεπον εἰς ψάλτας ποὺ ἤρχοντο διὰ νὰ ψάλωσι εἰς τὰς ἀγρυπνίας, ἐὰν καὶ ἐκεῖνοι δὲν ἔψαλλον συνετῶς καὶ μετεχειρίζοντο ὄχι τὰς φυσικάς των φωνάς, ἀλλὰ θυμελικάς, προσποιητὰς καὶ ἀτάκτους φωνάς. Ὁ δὲ Παπαδιαμάντης, ὅστις ἦτο καὶ εὐέξαπτος, τοὺς ἐδίωκε. Φύγετε, τοὺς ἔλεγε, ἐδῶ εἶναι τόπος προσευχῆς. Πηγαίνετε νὰ τραγουδήσετε εἰς τὰ θέατρα. Πολλάκις καὶ ἐμὲ ὅστις ἤμην βοηθός του καὶ μαθητής, ὅταν ἔκανα καμμίαν παραφωνίαν ἢ παρατονίαν, μὲ ἐδίωκεν. Φύγε, μοῖ ἔλεγε, παῦσε, κλεῖσε τὸ στόμα σου, ἀπρόσεκτε. Ἐγὼ παρεμέριζα, ἀλλὰ γρήγορα τοῦ περνοῦσε ὁ θυμὸς καὶ πάλιν μὲ ἐκάλει. Κώστα, ἔλα νὰ ψάλης. Ἐγὼ ἐπειδὴ εἶχον ζῆλον νὰ μάθω, ἀμέσως ἔτρεχον καὶ ἔψαλλον.

Ἦτο δὲ τόσο ταπεινός, ὥστε πολλάκις μετὰ τὸ τέλος τῆς ἀγρύπνίας ἔμπροσθεν πολλῶν μοῖ ἐζήτει σύγχώρησιν. Κώστα, μοῖ ἔλεγεν (τοῦτο ἦτο τὸ κοσμικὸν μου ὄνομα), νὰ μὲ συγχωρέσης, διότι σὲ ἐλύπησα. Καὶ ἐγὼ τῷ ἔλεγον: – Ἐγὼ πταίω, διδάσκαλε, διότι εἶμαι ἀπρόσεκτος. Σὲ εὐχαριστῶ δέ, διότι μὲ τὰς παρατηρήσεις ποὺ μὸῦ κάμνεις γίνομαι προσεκτικώτερος καὶ μὲ τὰς ἐπιπλήξεις μὲ διδάσκεις τὴν ὑπομονὴν τῆς ὁποίας ἔχω ἀνάγκην.

Ὀμολογῶ, ὅτι ἀπὸ τὴν τάξιν ἐκείνην ἡ ὁποία παρετηρεῖτο εἰς τὸ ἐκκλησάκι ἐκεῖνο τοῦ προφήτου Ἐλισσαίου ἔλαβον μεγάλην ὠφέλειαν».

Γέροντας Φιλόθεος Ζερβάκος

***

Αλέξανδρος Παπαδιαμάντης: Η δίψα του Δαυΐδ
[Σχόλιον εἰς τὴν Π. Δ.] – 1905

Ἐκεῖνος ὅστις ὡμίλει οἰκείως πρὸς τὸν Θεὸν κ᾿ ἔλεγεν: «Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου…», ἐκεῖνος ὅστις εἶπεν: «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα…», πολλὰ καὶ διάφορα εἴδη δίψης ἐδοκίμασεν, ὡς εἰκός, εἰς τὴν ζωήν του τὴν πολυκύμαντον· καὶ ὄχι ὀλιγώτερον διαφέρουσα εἶναι ἐκείνη ἡ δίψα, τὴν ὁποίαν ᾐσθάνθη ποτὲ ἐν καιρῷ πολέμου, ἐνῷ ὁ ἐχθρὸς κατεῖχεν ὅλην τὴν περίχωρον τῆς Βηθλεέμ, καὶ ἠπείλει τὰ Ἱεροσόλυμα.

Ὁ πλήρης ἀντιθέσεων χαρακτήρ, ὁ Βασιλεὺς ὁ θεόπνευστος, τοῦ ὁποίου ἡ «ἰδιοτροπία» ἡ τόσον συμπαθὴς ἐφάνη εἰς τὴν τραγικὴν ἐκείνην περιπέτειαν τοῦ βίου του, καθ᾿ ὃν χρόνον ἐν ἄκρᾳ ἀσιτίᾳ προσηύχετο νυχθημερόν, παρακαλῶν νὰ τοῦ χαρίσῃ ὁ Θεὸς τὴν ζωὴν τοῦ βρέφους, τοῦ ἐκ τῆς Βηρσαβεέ, ἐζήτησε δὲ παραδόξως νὰ τοῦ δώσωσι νὰ φάγῃ, εὐθὺς ὡς ἐνόησεν ἀπὸ τοὺς ψιθυρισμοὺς τῶν ὑπηρετῶν, ὅτι τὸ παιδίον εἶχεν ἀποθάνει, εἶχε δείξει καὶ ἄλλας «ἰδιοτροπίας» εἰς τὴν ζωήν του.

Μιᾷ τῶν ἡμερῶν, εἰς τὴν λιτανείαν τῆς Κιβωτοῦ τοῦ Κυρίου, ἐν μέσῳ ἀπείρου πλήθους ὑπηκόων του, ὁ ἔνθεος ψάλτης εὐηρεστήθη νὰ δείξῃ πῶς λησμονεῖ ὅτι εἶναι βασιλεύς, καὶ ἤρχισεν αἴφνης νὰ χορεύῃ καθ᾿ ὁδόν, κρούων τὴν κινύραν· εἰς δὲ τοὺς ὀνειδισμοὺς καὶ τὰς ἐπιπλήξεις τῆς πρώτης γυναικός του, τῆς θυγατρὸς τοῦ Σαούλ, μὲ ἄκραν ἁπλότητα ἀπήντησε: «Καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου τοῦ Θεοῦ μου…». Εἰς ὅλην τὴν νεότητά του εἶχε καταδιωχθῆ ἀμειλίκτως ἀπὸ τὸ Σαούλ, τὸν πενθερόν του. Αὐτὸς τοῦ εἶχε χαρίσει δὶς τὴν ζωήν, ὅταν ἔπεσεν εἰς χεῖράς του, ἐκεῖνος, κατόπιν λυκοφιλίας καὶ συνδιαλλαγῆς, παρεσπόνδει κ᾿ ἐζήτει ἐπιμόνως τὸν θάνατόν του.

Εἰς ἕνα τῶν διωγμῶν τούτων, ὁ Δαυῒδ εἶχε ζητήσει σωτηρίαν εἰς πόλιν ἀλλοφύλων. Ὁ βασιλεὺς ὁ ἐθνικός, μαθὼν ὅτι ὁ νικητὴς τοῦ Γολιάθ, ὁ κεχρισμένος Βασιλεὺς τοῦ Ἰσραήλ, εὑρίσκετο εἰς τὴν πόλιν του, διέταξε τοὺς ἰδίους αὐλικούς του νὰ τὸν θανατώσωσιν ἄνευ ἀναβολῆς. Τότε ὁ Δαυΐδ, ἐν τῇ ἀπελπισίᾳ, προσεποιήθη τὸν τρελόν, διὰ νὰ σωθῇ ἐκ τῆς καταδίκης.

Τὸ τέχνασμα ἐπέτυχε λαμπρῶς, κατὰ θείαν νεῦσιν, καὶ ὁ λυσσωδῶς καταδιωκόμενος γαμβρὸς τοῦ Σαοὺλ ἐπέζησε διὰ νὰ τὸν διαδεχθῇ εἰς τὴν βραχεῖαν ἐκείνου βασιλείαν, νὰ βασιλεύσῃ ἐνδόξως ἐπὶ τεσσαράκοντα ἔτη, νὰ γίνῃ θεοπάτωρ, καὶ νὰ ψάλῃ θεσπέσια προφητικὰ ᾄσματα εἰς τὴν θυγατέρα τοῦ Βασιλέως, τῆς ὁποίας εἶναι «πᾶσα ἡ δόξα ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη καὶ πεποικιλμένη».

Τίς οἶδεν ἂν ὁ μέγιστος Ἄγγλος ποιητὴς δὲν ὠφελήθη ἀπὸ τὸ ὑπόδειγμα τοῦτο τῆς προσποιητῆς τρέλας ἑνὸς ἐπιδόξου βασιλέως, διὰ νὰ πλάσῃ τὸν τύπον τοῦ ἰδικοῦ του Δανοῦ βασιλόπαιδος; – Πλὴν ἂς ἔλθωμεν τώρα εἰς τὴν δίψαν τοῦ Δαυΐδ.
Τὸν καιρὸν ἐκεῖνον, μετὰ τὸν οἰκτρὸν θάνατον τοῦ Σαούλ, καὶ ἀφοῦ ὁ Δαυῒδ παρέλαβε τὴν βασιλείαν – ὅστις διεξήγαγε τροπαιοῦχος πλείστους κατὰ τῶν γειτόνων ἐθνῶν πολέμους – ἡ γενέτειρα τοῦ Προφητάνακτος πόλις Βηθλεὲμ καὶ τὰ πέριξ εἶχον καταληφθῆ ἀπὸ τοὺς ἀλλοφύλους ἐχθρούς. Μίαν ἡμέραν, ὁ Δαυΐδ, εἰς τὸ στρατόπεδόν του, ἀντικρὺ τῶν βράχων τῆς Σιών, καθήμενος εἰς τὰ πρόθυρα τῆς σκηνῆς του, προσέβλεπε σιωπηλὸς τὴν ὀρεινὴν χώραν τοῦ Ἰούδα.

Τὸ ὄμμα του προσηλώθη θολόν, καὶ σχεδὸν βλοσυρὸν πρὸς τὰ βουνὰ ἐκεῖνα. Οἱ στρατηγοὶ καὶ οἱ δορυφόροι του ἀνήσυχοι τὸν ἐκοίταζον, προσπαθοῦντες νὰ μαντεύσωσι τί ἆρα ἐσυλλογίζετο ὁ Βασιλεύς.

Αἴφνης ὁ Δαυῒδ ἔστρεψε βραδέως τὴν κεφαλήν, καὶ χωρὶς νὰ τείνῃ ἀπ᾿ εὐθείας πρὸς αὐτοὺς τὸ βλέμμα ἐστέναξε καὶ εἶπε μὲ φωνὴν μόλις ἀκουομένην:

– «Τίς δώῃ μοι πιεῖν ἀπὸ τῶν λάκκων τῆς Βηθλεέμ;»

Ὁ περιπαθὴς ψάλτης ἐνθυμεῖτο τὸν καιρόν, καθ᾿ ὃν ἦτο ἁπλοῦς βοσκός, ὄγδοος υἱὸς τοῦ πατρός του, βόσκων τὰ πρόβατα εἰς τὰ περίχωρα τῆς Βηθλεέμ. Οἱ ἀδελφοί του «καλοὶ καὶ μεγάλοι σφόδρα καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος». Αὐτὸν τὸν νεαρὸν καὶ μικρόσωμον, ἐξέλεξε μεταξὺ ὅλων ὁ Σαμουήλ, ὁ Βλέπων, διὰ νὰ τὸν χρίσῃ εἰς βασιλέα τοῦ Ἰσραήλ. Καὶ οἱ ἀδελφοί του τὸν παρέβλεπον, καὶ ὁ πατήρ του τὸν ἔκρυπτε, λέγων ἀφελῶς, ὅτι δὲν εἶχεν ἄλλον υἱόν, ἀφοῦ καὶ τοὺς ἑπτὰ τοὺς εἶχεν ἀπορρίψει ὁ ἀπεσταλμένος Κυρίου!

Ὁ τραγικὸς βασιλεὺς ἴσως νὰ ἐπόθει ὡς νοσταλγὸς τὴν ἐποχὴν ἐκείνην, καθ᾿ ἣν ἔβοσκε τὸ ποίμνιόν του εἰς τὰ περίχωρα τῆς Βηθλεέμ. Ἢ ἐπεθύμει ἆρα νὰ ἐμπνεύσῃ φρόνημα εἰς τοὺς στρατιώτας του, ὅπως ριφθῶσιν ἀποφασιστικοὶ εἰς τὸν κίνδυνον, καὶ ἐξώσωσι τὸ ταχύτερον τοὺς βεβήλους ἐχθροὺς ἀπὸ τὰ ἱερὰ ἐδάφη τῆς Βηθλεέμ;

Ὅπως καὶ ἂν ἔχῃ τοῦτο, δύο ἀνδρεῖοι νεανίαι, ἀκούσαντες τὸν πόθον τοῦ Βασιλέως, ἐξήγησαν κατὰ γράμμα τοὺς λόγους του καὶ λαβόντες δύο ἀσκούς, ἐρριψοκινδύνευσαν ἐν καιρῷ νυκτός, διέσχισαν τὰς προφυλακὰς τοῦ ἐχθροῦ, ἔφθασαν εἰς τὴν κοιλάδα τῆς Βηθλεέμ, ἐκεῖ ὅπου ἔβοσκε τὸ πάλαι ὁ θεόπνευστος βοσκὸς τὰ ποίμνια τοῦ πατρός του, κ᾿ ἐγέμισαν τοὺς ἀσκοὺς ἀπὸ τοὺς λάκκους τοῦ νεροῦ, ἀπὸ τὸ ὁποῖον ἐπόθει νὰ πίῃ ὁ Βασιλεύς των. Ἔφθασαν ἀσφαλῶς εἰς τὸ στρατόπεδον, κ᾿ ἐπαρουσίασαν τοὺς δύο ἀσκοὺς πλήρεις εἰς τὴν σκηνήν, ὅπου διενυκτέρευεν ἐν προσευχῇ ὁ Προφητάναξ, αὐτοσχεδιάζων ἕνα ἐκ τῶν θεσπεσίων ψαλμῶν του. «Ὁ Θεός, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ σε ἡ ψυχή μου…»

Ἐδῶ πάλιν ἀπεδείχθη ἡ «ἰδιοτροπία» τοῦ Δαυΐδ. Ὁποία ὑψηλὴ καὶ εὐγενεστάτη, ἀλλ᾿ ἀκατάληπτος εἰς τὸ κοινὸν τῶν ἀνθρώπων, ἰδιοτροπία! Ὡς εἶδε τοὺς ἀσκοὺς πλήρεις ὕδατος, κ᾿ ἔμαθε τὸ τόλμημα τῶν δύο ἀνδρείων νεανίσκων δὲν ἠθέλησε νὰ πίῃ· ἀλλ᾿ ἐξέχεεν ὅλον τὸ ὕδωρ κατα- γῆς, εἰς σπονδὴν Κυρίῳ τῷ Θεῷ.

– «Οὐ μὴ πίω ἐκ τοῦ ὕδατος τούτου, ὅτι ἐν αἵματι ψυχῆς ἀνδρῶν ἐστιν· ἀλλὰ σπείσομαι αὐτὸ Κυρίῳ τῷ Θεῷ μου».

Μεγάλη τόλμη θὰ ἦτο ἂν ἀπεπειρώμεθα ἡμεῖς νὰ γράψωμεν ἐκ μέρους μας καὶ μίαν λέξιν ὡς σχόλιον ἢ ἑρμηνείαν εἰς τὸ ὡραῖον τοῦτο καὶ τόσον ποιητικὸν ἐπεισόδιον. Ἀλλ᾿ ἐπειδὴ σήμερον ἔχομεν Φῶτα καὶ εἶναι ἡμέρα καθ᾿ ἣν ἁγιάζεται ἡ φύσις τῶν ὑδάτων, καθ᾿ ἣν ἡ Ἐκκλησία ἀνακαλεῖ τόσα θεσπέσια ρήματα ἐκ τῶν ψαλμῶν τοῦ Προφητάνακτος· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε· Κύριος ἐπὶ ὑδάτων πολλῶν»· ἡμέρα καθ᾿ ἣν ὁ ἱερὸς ὑμνογράφος ἐπικαλεῖται τὴν παρουσίαν του· «Δαυῒδ πάρεσο πνεύματι τοῖς φωτιζομένοις· νῦν προσέλθετε ὧδε πρὸς Θεόν…», ἂς μᾶς ἐπιτραπῇ μόνον νὰ εἴπωμεν ὅτι τὸ γεγονὸς τῆς δίψης τοῦ Δαυῒδ εὐλόγως δύναται νὰ θεωρηθῇ ὡς μία συμβολικὴ πρόρρησις· ὅτι, ὅπως ὁ Δαυῒδ ἐδίψησε τὸ ὕδωρ ἐκεῖνο, ταχέως θὰ ἤρχετο χρόνος, ὁπότε ὅλη ἡ ἀνθρωπότης ἔμελλε νὰ διψήσῃ καὶ νὰ ποθήσῃ νὰ δροσισθῇ ἀπὸ τὰ νάματα τοῦ Ἰορδάνου, καὶ «ἀπὸ τῶν λάκκων τῆς Βηθλεέμ».

***

Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου,
Μεθ’ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας,
Ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν·
Καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ’ αὐτοῦ μεμαρτύρησαι.
Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας,
ὡς ἐν εἴδει περιστερᾶς κατελθόν,
Ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος.
Καὶ δεῦρο στῆθι μεθ’ ἡμῶν, Ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως.