Αρχική Blog Σελίδα 278

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Δευτέρα 19 Αὐγούστου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΔΕΥΤΕΡΑ Θ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
11:31-34; 12:1-6

Ἀδελφοί, εἰ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· Κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. Εἰ δε τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι. Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει, ᾽Ανάθεμα ᾽Ιησοῦ· καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριον ᾽Ιησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΔΕΥΤΕΡΑ Θ΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
18: 1-11

Τῷ καιρῷ ἐκείνῳ προσῆλθον τῷ Ἰησοῦ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τίς ἆρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται. εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν ἢ κυλλὸν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Κυριακὴ 18 Αὐγούστου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΚΥΡΙΑΚΗ Η΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
1: 10-17

Ἀδελφοί, παρακαλῶ ὑμᾶς, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ᾽Εγὼ μέν εἰμι Παύλου, ᾽Εγὼ δὲ ᾽Απολλώ. ᾽Εγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΚΥΡΙΑΚΗ Η΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
14: 14-22

Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ιερά Μονή Αγίου Γεωργίου Πιτυδιώτη: Αγρυπνία επί τη μνήμη του Αγίου Κοσμά του Αιτωλού (23/24 Αυγούστου 2024)

Φέρεται εις γνώσιν των ευσεβών Χριστιανών ότι την Παρασκευή 23 Αυγούστου 2024 και ώρα 8:30 μ.μ., θα τελεστεί Αγρυπνία στην Ιερά Μονή Αγίου Γεωργίου Πιτυδιώτη παρά τον Άγιο Επιφάνιο Σολέας, προς τιμή του Αγίου Κοσμά του Αιτωλού.

Τοποθεσία Ιεράς Μονής Αγίου Γεωργίου Πιτυδιώτη:

Σπήλια – Ιερός Ναός Αγίου Αντωνίου: Απόδοση της εορτής της Κοιμήσεως της Θεοτόκου (Δεύτερη Πανήγυρις στα Σπήλια, 23 Αυγούστου 2024)

Εκ της εκκλησιαστικής επιτροπής του Ιερού Ναού Αγίου Αντωνίου (Σπήλια):

ΕΝΝΙΑΜΕΡΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ! ΔΕΥΤΕΡΗ ΠΑΝΗΓΥΡΙΣ ΣΤΑ ΣΠΗΛΙΑ! ΠΡΟΣΚΛΗΣΗ!

Αποτελεί την Δεύτερη Πανήγυρη της μικρής μας κοινότητας των Σπηλιών, 22 και 23 Αυγούστου ε. έ. Είναι η Απόδοση της εορτής της Κοιμήσεως της Θεοτόκου – «Τα εννιάμερα της Παναγίας».

ΠΕΜΠΤΗ 22/8/2024, 6:30 μ.μ.: Ακολουθία εσπερινού – αρτοκλασία και λιτανεία της θαυματουργού εικόνας της «Κυράς» των Σπηλιών Παναγία – «ΜΗΤΗΡ ΘΕΟΥ Η ΣΠΗΛΙΩΤΙΣΣΑ».

ΠΑΡΑΣΚΕΥΗ 23/8/2024, 7:00 π.μ.: Εόρτιος Θεία Λειτουργία.

Σας περιμένουμε!

Για ονόματα στην γιορτή και παράκληση στην «Γραμματέα» μας, κ. Μαρία. Κιν. Τηλ. 99857050 .

ΒΟΗΘΕΙΑ ΜΑΣ!

Ιερός Ναός Αγίου Αντωνίου, Σπήλια

Ιερά Μονή Παναγίας του Άρακα παρά τα Λαγουδερά: Αγρυπνία επί τη μνήμη του Αγίου Μεγαλομάρτυρος Φανουρίου (26/27 Αυγούστου 2024)

Άγιος Μεγαλομάρτυς Φανούριος
Άγιος Μεγαλομάρτυς Φανούριος

Φέρεται εις γνώσιν των ευσεβών Χριστιανών ότι την Δευτέρα 26 Αυγούστου 2024 και ώρα 8:30 μ.μ., θα τελεστεί Αγρυπνία στην Ιερά Μονή Παναγίας του Άρακα, παρά τα Λαδουρερά, προς τιμήν του Αγίου Μεγαλομάρτυρος Φανουρίου, προϊσταμένου του Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου.

Ιερά Μονή Παναγίας του Άρακα

Πρόδρομος Μαραθάσας – Ιερός Ναός Τιμίου Προδρόμου: Εορτή Αποτομής της τιμίας Κάρας του Τιμίου Προδρόμου (29 Αυγούστου 2024)

Φέρεται στη γνώση των ευσεβών χριστιανών ότιμε την ευκαιρία της εορτής της Αποτομής της τιμίας Κάρας του Τιμίου Προδρόμουστον πανηγυρίζοντα ναό του Τιμίου Προδρόμου στην κοινότητα Προδρόμου (Μαραθάσας), θα τελεστούν οι πιο κάτω ακολουθίες:

  • Τετάρτη, 28 Αυγούστου
    • 6:30 μ.μ.: Πανηγυρικός εσπερινός της εορτής προϊσταμένου του Πανοσιολογιωτάτου Αρχιμανδρίτου π. Ιακώβου Καλογήρου.
  • Πέμπτη, 29 Αυγούστου
    • 7:00 π.μ.: Πανηγυρική Θεία Λειτουργία προϊσταμένου του Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου.

Κατά τη διάρκεια των ακολουθιών του Εσπερινού και της Θείας Λειτουργίας θα εκτίθεται προς προσκύνηση τεμάχιο λειψάνου του Τιμίου Προδρόμου.

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Σάββατο 17 Αὐγούστου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΣΑΒΒΑΤΟ Η΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
13: 1-10

Ἀδελφοί, πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. Οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν· ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήμψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῶν ἀγαθῶν ἔργων ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. Ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους · ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. Τὸ γὰρ Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΣΑΒΒΑΤΟ Η΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
12: 30-37

Εἶπεν ὁ Κύριος· ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει. Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις· καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Παρασκευὴ 16 Αὐγούστου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΕΟΡΤΗΣ (ΑΓΙΟΥ ΜΑΝΔΗΛΙΟΥ)
Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
3:13-16, 4:1-5

Τέκνον Τιμόθεε, οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ ᾿Ιησοῦ. Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

ΕΥΑΓΓΕΛΙΟ ΕΟΡΤΗΣ (ΑΓΙΟΥ ΜΑΝΔΗΛΙΟΥ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
9:51-57, 10:22-24, 13:22

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὡστε ἑτοιμάσαι αὐτῷ· καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ ἔλεγε τοῖς ακολουθοῦσιν αὐτῷ· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀρχιμανδρίτου Φωτίου Ἰωακεὶμ: Ὁμιλία εἰς τὴν Κοίμησιν τῆς Θεοτόκου

Η Κοίμηση της Θεοτόκου, Ιερά Μονή Παναγίας Χρυσολουρδαλιώτισσας, Κούρδαλι

Ἀρχιμανδρίτου Φωτίου Ἰωακεὶμ

Η Κοίμηση της Θεοτόκου, Ιερά Μονή Παναγίας Χρυσολουρδαλιώτισσας, Κούρδαλι

«Ἐν τῇ γεννήσει, τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε• μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς, λυτρουμένη ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.»

Ἐορτὴ πανυπέρλαμπρη ἡ σημερινή, ἀγαπητοὶ ἀδελφοί. Σήμερα πανηγυρίζουμε πνευματικὰ καὶ τιμοῦμε μὲ ᾄσματα ἱερὰ τὴν Κοίμηση, ἤ, ὀρθότερα, τὴ Μετάσταση τῆς Θεοτόκου. Ναί, δέν εἶναι ἡμέρα πένθους σήμερα, παρότι πένθιμο γεγονὸς τιμοῦμε, καθότι: «ὕπνος ἀναδέδεικται τῶν δικαίων ὁ θάνατος». Κι ἂν αὐτὸ ἰσχύει γιὰ ὅλους τοὺς δικαίους, τοὺς ἁγίους ἀνθρώπους, πολὺ περισσότερο καὶ μὲ ἐξαίρετα διάφορο τρόπο ἰσχύει γιὰ τὴν Παναγία Μητέρα τοῦ Θεοῦ.

Πάσχα καλεῖ καὶ τὴ σημερινὴ ἡμέρα ὁ λαός. Καὶ βέβαια γνωρίζουμε πὼς Πάσχα, ποὺ σημαίνει διάβαση, πέρασμα, εἶναι κατεξοχὴν ἡ ἀνάσταση τοῦ Χριστοῦ μας, ὡς διάβαση τοῦ σεσωσμένου νέου Ἰσραήλ, τῶν Χριστιανῶν, ὄχι ἀπὸ τὴν Ἐρυθρὰ θάλασσα, ἀλλ᾽ ἀπὸ τὸν θάνατο στὴν αἰώνια ζωή. Μὰ καὶ ἡ σημερινὴ ἡμέρα διάβαση εἶναι, ἀπὸ τὸν θάνατο στὴ ζωή. Γιατὶ μετάσταση, ὅπως θεολογοῦν οἱ ἅγιοι Πατέρες τῆς Ἐκκλησίας, σημαίνει καὶ θάνατος καὶ ἀνάσταση καὶ ἀνάληψη ἐν σώματι στοὺς οὐρανούς. Ναί! Ὁ Κύριος ἔκαμε αὐτὴ τὴν ἐξαίρετη χάρη σὲ δύο ἐξαίρετα ἀγαπώμενα ἀπὸ αὐτὸν πρόσωπα: Στὴν Παναγία Μητέρα Του καὶ στὸν ἀγαπημένο Του μαθητὴ Ἰωάννη. Ἐπειδὴ καὶ οἱ δύο ἀπέθαναν τὸν φυσικὸ θάνατο, ἀλλὰ ἀναστήθηκαν καὶ ἀναλήφθηκαν μὲ ἀφθαρτισμένο πλέον σῶμα στοὺς οὐρανούς!

Ἡ Παναγία μας, ἀδελφοί, εἶναι «ἡ μετὰ Θεὸν Θεός, ἡ ἔχουσα τὰ δευτερεῖα τῆς ἁγίας Τριάδος», κατὰ τὸν ἅγιο Γρηγόριο τὸν Παλαμᾶ. Ἡ ταπεινὴ αὐτὴ κόρη τῆς Ναζαρέτ, μὲ τὴν ἄκρα ταπείνωση, καθαρότητα καὶ ἁγνότητά της, εἵλκυσε τὴν ἄκρα εὔνοια τοῦ Δημιουργοῦ, καὶ εὐδόκησε νὰ σαρκωθεῖ ὁ Υἱός Του ἀπ᾽ αὐτὴν μὲ τὴν ἐνέργεια τοῦ Ἁγίου Πνεύματος, καὶ νὰ τὴν κάμει νύμφη Του, ἀλλὰ Νύμφην ἀνύμφευτον! Καὶ ἡ Μαριὰμ κατέστη ἀνώτερη ἀπὸ ὅλα τὰ λογικὰ δημιουργήματα, καὶ ἀπὸ τοὺς ἀνθρώπους καὶ ἀπὸ τοὺς ἀγγέλους. Καὶ κανεὶς δέν μπορεῖ νὰ προσεγγίσει τὸν Θεό, παρὰ διὰ μέσου Της!

Δεκαέξι ἐτῶν ἦταν ἡ Παναγία μας, ὅταν γέννησε τὸν Κύριο. Καὶ ἔζησε τριαντατρία ἔτη μαζί Του καὶ ἀκόμη δέκα μετὰ τὸ Πάθος, τὴν Ἀνάσταση καὶ τὴν Ἀνάληψή Του. Ἦταν δηλαδὴ πενήντα ἐννέα ἐτῶν, ὅταν ἐκοιμήθη. Μά, πρὸ τῆς Κοιμήσεώς της, ἔστειλε καὶ πάλιν ὁ Υἱός Της τὸν ἀρχάγγελο Γαβριήλ, νὰ τὴν πληροφορήσει ὅτι ἦλθε ὁ καιρός, νὰ τὴν λάβει κοντά Του, στοὺς αἰῶνες τῶν αἰώνων. Καὶ μάλιστα τῆς εἶπε, ὅτι θὰ ἀποθάνει ὅταν ἡ ἴδια τὸ θελήσει, ὅπως ἀκριβῶς καὶ ὁ Χριστός μας! Καὶ τῆς ἔδωκε κλαδὶ ἀπὸ φοινικιά, σύμβολο νίκης κατὰ τῶν παθῶν, τοῦ διαβόλου καὶ τοῦ κόσμου. Καὶ ἑτοιμάσθηκε ἡ Παρθένος, ἑτοίμασε τὰ ἀπαραίτητα ἐντάφια, καὶ εἰδοποίησε εὐλαβεῖς γνωστὲς καὶ συγγενεῖς της γυναῖκες, ποὺ ὅλες προσέτρεξαν μὲ πόθο θεϊκὸ νὰ παραστοῦν στὰ τέλη τῆς Κυρίας τοῦ κόσμου. Μὰ κι ὁ Δεσπότης Χριστός, γιὰ νὰ τιμήσει καὶ δοξάσει τὴ Μητέρα Του, πρόσταξε ἀγγέλους –ποὺ φάνηκαν σὰν νεφέλες φωτεινὲς- καὶ ἅρπαξαν τοὺς ἁγίους ἀποστόλους ὅλους, ποὺ ἦταν σκορπισμένοι στὰ τετρα-πέρατα τῆς οἰκουμένης στὸ κήρυγμα τοῦ Εὐαγγελίου, καθὼς καὶ τοὺς ἐπισκόπους Ἀθηνῶν Ἱερόθεο καὶ Διονύσιο τὸν Ἀρεοπαγίτη, καὶ τοὺς συνάθροισε στὴ Γεθσημανῆ. Καὶ τότε παρέδωκε τὴν παναγία της ψυχὴ ἡ Παρθένος στὰ χέρια τοῦ Υἱοῦ καὶ Θεοῦ της, μέσα σὲ φῶς θεϊκό, εὐωδία οὐράνια καὶ ἀγγελικὲς ὑμνῳδίες! Καὶ ἀφοῦ τὴν πένθησαν καὶ μὲ θεολογικοὺς λόγους τὴν ἐγκωμίασαν οἱ συναθροισμένοι ἀπόστολοι καὶ ἱεράρχες, ὁδήγησαν τὸ πανάχραντο σκῆνος της νὰ τὸ ἐνταφιάσουν ἐκεῖ, ποὺ μέχρι σήμερα σώζεται ὁ τάφος της, στὴ Γεθσημανῆ, κοντὰ στὰ Ἱεροσόλυμα.

Μὰ στὸν δρόμο, τὸ φθονερὸ γένος τῶν Ἑβραίων, γιὰ νὰ ἀτιμάσει τὴ μητέρα τοῦ ἀείποτε φθονουμένου ἀπ᾽ αὐτοὺς Χριστοῦ, ἔβαλαν ἕνα αὐθάδη καὶ πάντολμο Ἰουδαῖο νὰ κρημνίσει ἀπὸ τὴ νεκρικὴ κλίνη ἐκεῖνο τὸ σῶμα, ποὺ φρίττουν καὶ οἱ ἄγγελοι. Δέν πρόφθασε ὅμως ὁ παμβέβηλος ἐκεῖνος ν᾽ ἁπλώσει τὰ μιαρά του χέρια, καὶ βρέθηκαν κομμένα ἀπὸ ἅγιο ἄγγελο ἀπὸ τοὺς ἀγκῶνες καὶ κολλημένα στὴν κλίνη τῆς Παρθένου. Ἀλλά, ἡ Μητέρα τοῦ ἐλέους, ὅταν μὲ ὀδυρμοὺς καὶ μετάνοια ζήτησε συγχώρηση, τὸν συγχώρεσε καὶ τὸν θεράπευσε μὲ τὴ μεσιτεία τῶν ἀποστόλων.

Κατατέθηκε λοιπὸν τὸ πάντιμο ἐκεῖνο σκῆνος μὲ ὕμνους καὶ ψαλμωδίες στὸν τάφο. Ἀλλὰ ὁ Θωμᾶς, καὶ πάλιν κατ᾽ οἰκονομία θεϊκή, δέν ἦταν παρών, γιατὶ ἡ θεϊκὴ νεφέλη μετὰ τρεῖς ἡμέρες τὸν ὁδήγησε στὴ Γεθσημανῆ. Καὶ πάλιν ὀδυρόταν ὁ Θωμᾶς, ποὺ δέν ἀξιώθηκε νὰ παρασταθεῖ στὴν κηδεία τῆς Θεοτόκου, καὶ παρακάλεσε τοὺς ἄλλους ἀποστόλους, κἂν νὰ τοῦ ἀνοίξουν τὸν τάφο νὰ προσκυνήσει τὴ Θεοτόκο, ὅπως καὶ ἔκαμαν. Ἀλλὰ τὸ σῶμα τῆς Θεοτόκου δὲν ἦταν πιὰ στὸν τάφο! Διότι ἡ Παναγία μας εἶχε ἀναστηθεῖ καὶ ἀναληφθεῖ σύσσωμη στοὺς οὐρανούς, ὅπου καὶ σήμερα βρίσκεται καὶ μεσιτεύει στοὺς αἰῶνες γιὰ τὴ σωτηρία τοῦ γένους τῶν ἀνθρώπων.

Ἀγαπητοὶ ἀδελφοί, ἡ ἐκκλησιαστικὴ ἱστορία, οἱ βίοι τῶν ἁγίων, ἡ ζῶσα ἱερὰ Παράδοση εἶναι γεμάτα ἀπὸ διηγήσεις, ὀπτασίες, θαύματα τῆς Παναγίας μας, ποὺ δείχνουν καθαρότατα τὸ πόσο μᾶς ἀγαπᾶ ἐμᾶς τοὺς ἁμαρτωλούς, τὸ πόσο συντρέχει τὸν ἀνὰ τὸ παγκόσμιο ἀνθρώπινο πόνο, πόσο πρεσβεύει καὶ ἱκετεύει καὶ ἐξιλεώνει τὸν Κύριο νὰ μὴ μᾶς ὀργισθεῖ καὶ νὰ ἐπιτρέψει δοκιμασίες μεγάλες, γιὰ νὰ παιδευθοῦμε γιὰ ὅσα κακὰ πράξαμε καὶ πράττουμε. Ἕνα δάκρυ τῆς Παναγίας μας μπροστὰ στὸν θρόνο τοῦ Υἱοῦ της, λέει κάπου, ὑπερτερεῖ τὶς προσευχὲς ὅλων τῶν ἁγίων.

Πρέπει κι ἐμεῖς, τὴ μεσίτρια καὶ σκέπη μας, ἰδιαιτέρως ἡμῶν τῶν Ὀρθοδόξων Χριστιανῶν, νὰ τὴν εὐχαριστοῦμε ἀδιαλείπτως καὶ νὰ τὴν τιμοῦμε. Νὰ τὴν ἐπικαλούμαστε μὲ πίστη καὶ νὰ προσπαθοῦμε νὰ τὴν ἀναπαύουμε. Πῶς; Μὲ τὰ θεάρεστα ἔργα μας, μὲ τὴ μετάνοια, τὴν ἁγνότητα, τὴ νηστεία, τὴν κάθε ἀρετή. Ἔτσι θὰ ἑλκύσουμε πλούσια τὰ ἐλέη τῆς Μεγαλόχαρης καὶ θὰ τὴν ἔχουμε καὶ στὴ ζωὴ τούτη θερμὴ προστάτη καὶ βοηθό, καὶ τὴν ὥρα τοῦ θανάτου μας, ἀλλὰ καὶ τῆς κρίσης, μεσίτη καὶ σωτηρία, καὶ θὰ ἀξιωθοῦμε νὰ βλέπουμε Αὐτὴν καὶ τὸν Υἱό Της στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν. Γένοιτο, Παναγία μου! Γένοιτο, Κύριε!

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Πέμπτη 15 Αὐγούστου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΕΟΡΤΗΣ (ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ)
Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
2: 5-11

Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ ᾿Ιησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι ᾿Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

ΕΥΑΓΓΕΛΙΟ ΕΟΡΤΗΣ (ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
10:38-42, 11:27-28

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. . Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ