Αρχική Blog Σελίδα 415

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Κυριακή 8 Ἰανουαρίου 2023

ΑΠΟΣΤΟΛΟΣ (ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ)
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
4: 7-13

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν Ἀποστόλους, τοὺς δὲ Προφήτας, τοὺς δὲ Εὐαγγελιστάς, τοὺς δὲ Ποιμένας καὶ Διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν Ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ (ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
4: 12 – 17

Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι ᾽Ιωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. Καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ·ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος· Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ᾽Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν,ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. ᾽Απὸ τότε ἤρξατο ὁ ᾽Ιησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Η ευχή του Μεγάλου Αγιασμού του αγίου Σωφρονίου Πατριάρχου Ιεροσολύμων

Η Βάπτισις του Κυρίου. Ιερά Μονή Αγίου Νικολάου παρά την Ορούντα, 19ος αιώνας
Η Βάπτισις του Κυρίου. Ιερά Μονή Αγίου Νικολάου παρά την Ορούντα, 19ος αιώνας

Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν.

Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε·

Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ.

Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός.

Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν.

Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι.

Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε.

Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται.

Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται.

Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι.

Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι.

Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται.

Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν.

Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται.

Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται.

Σήμερον ὁ Παράδεισος ἠνέωκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς Δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν.

Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως τῷ λαῷ, εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν.

Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν.

Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις.

Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται.

Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον.

Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος.

Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται.

Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ᾽ αὐτόν.

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιϊπτάμενόν σοι.

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ, ᾍδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον. Ὅθεν κἀγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι·

Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (ἐκ γ’). Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον.

Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις. Σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας· Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν· οἱ τῶν, Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι· τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτονται. Σὺ γὰρ Θεὸς ὤν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δεσπότα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ᾽ ἦλθες καὶ ἔσωσας ἡμᾶς.

Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ Πανάγιον σοῦ Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων.

Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (ἐκ γ΄ ).

Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον, ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων· Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἡλίου, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (ἐκ γ’)

Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν. (ἐκ γ΄) Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾽ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Απόδοση στην Νεοελληνική

Η ευχή του Μεγάλου Αγιασμού δημοσιεύεται στο ιστολόγιό μας στην νεοελληνική  με σκοπό την μελέτη και όχι την χρήση κατά τη Θεία Λατρεία.

Η Βάπτισις του Κυρίου. Ιερός Ναός Παναγίας Οδηγητρίας, Γαλάτα, 17ος αιώνας

Ἁγία Τριάς, ὑπερούσια, ὑπεράγαθη, παντοδύναμη, ἀόρατη, ἀκατάληπτη, δημιουργέ τῶν νοερῶν ἀγγέλων καί τῶν λογικῶν ἀνθρώπων· ἡ ἔμφυτη ἀγαθότητα· τό φῶς τό ἀπρόσιτο· πού φωτίζει καί ἁγιάζει, κάθε ἄνθρωπο πού ἔρχεται στόν κόσμο,λάμψε καί σέ ἐμένα, τόν ἀνάξιο δοῦλο Σου.

Φώτισέ μου, τῆς διανοίας μου τά μάτια, γιά νά τολμήσω καί ἐγώ, νά ἀνυμνήσω, τίς ἄμετρες εὐεργεσίες Σου, καί τήν δύναμή Σου. Δέξου τήν δέησή μου, γιά χάρη τοῦ λαοῦ Σου, πού στέκει γύρω μου.

Μήν ἀφήσεις, τά πλημμελήματά μου, νά ἐμποδίσουν τό Πνεῦμα Σου τό Ἅγιο, νά ἔλθει καί ἐδῶ. Κάμε συγκατάβαση· καί ἄφησέ με, καί ἐμένα τόν ἁμαρτωλό, νά φωνάξω τώρα, καί νά εἰπῶ καί ἐγώ, Ὑπεράγαθε: Σέ δοξάζομε, Δέσποτα φιλάνθρωπε· παντοκράτωρ· προαιώνιεβασιλέα μας. Σέ δοξάζομε, τόν Κτίστη μας καί Δημιουργό μας.

Σέ δοξάζομε, Ἐσένα, τόν μονογενῆ Υἱό τοῦ Θεοῦ, πού γεννήθηκες, ἀπό τήν μητέρα Σου χωρίς πατέρα, καί ἀπό τόν Πατέρα Σου χωρίς μητέρα. Στήν προηγούμενη ἑορτή, Σέ εἴδαμε νήπιο. Τώρα, σέ αὐτήν ἐδῶ σήμερα, Σέ βλέπομε τέλειον· τόσο τέλειον, ὅσο μπορεῖς νά εἶσαι μόνο Σύ, πού ἀπό τόν τέλειο Θεό Πατέρα, Επεφάνης καί σύ, τέλειος, Θεέ μας.

Σήμερα, εἶναι πολύ μεγάλη ἑορτή γιά μᾶς. Σήμερα, ἡ Ἐκκλησία μας εἶναι γεμάτη ἁγίους· καί οἱ ἄγγελοι, ἔχουν κατεβῆ ἀνάμεσά μας καί ἑορτάζουνε μαζί μας.

Σήμερα, ἡ χάρη τοῦ ἁγίου Πνεύματος, μέ μορφή περιστεριοῦ, ἐπεφοίτησε στά νερά.

Σήμερα, ἀνέτειλε ἕνας Ἥλιος, πού δέν δύει ποτέ· καί ἀπό τό φῶς Του, ἀπό τό Φῶς τοῦ Κυρίου, καταυγάζεται ὁ κόσμος ὅλος.

Σήμερα, ὅπως ὁ κόσμος ὅλος, ἔτσι καί τό φεγγάρι, ρίχνει ἀκτῖνες ὑπέρλαμπρες, συμμετέχοντας στοῦ κόσμου τήν χαρά καί λάμψη.

Σήμερα, τά φωτοβόλα ἀστέρια, μέ τήν γλύκα τῆς λάμψης τους, ὀμορφαίνουνε τόν κόσμο.

Σήμερα, ἀπό τά σύννεφα, σάν δροσιά ἀπό τόν οὐρανό, πέφτει στόν κόσμο βροχή δικαίωσης καί σωτηρίας.

Σήμερα, ὁ ἄκτιστος, ὁ δημιουργός Θεός, τό θέλησε, καί τό δέχθηκε, ἕνα πλάσμα Του νά βάλει στό χέρι του ἐπάνω στό κεφάλι Του,γιά νά Τοῦ δώσει εὐλογία! . .

Σήμερα, ὁ Προφήτης, ὁ Πρόδρομος, ἐπῆγε δίπλα στόν Δεσπότη Χριστό νά Τόν βαφτίσει, ἀλλά στάθηκε μέ τρόμο μπροστά Του· γιατί ἐκεῖ τότε κατάλαβε, τί συγκατάβαση εἶχε κάμει ὁ Θεός, γιά χάρη μας.

Σήμερα, τό νερό τοῦ Ἰορδάνη, ἡ παρουσία τοῦ Κυρίου, τό μετέβαλε σέ φάρμακο.

Σήμερα, τό ἁγιασμένο αὐτό νερό, τό παίρνει ὁ κόσμος ὅλος καί τό πίνει.

Σήμερα, μέ τό ἁγιασμένο αὐτό νερό, νερό Ἰορδάνου, ξεπλένονται ὅλα τῶν ἀνθρώπων τά πταίσματα.

Σήμερα, ἄνοιξε γιά μᾶς τούς ἀνθρώπους ὁ Παράδεισος· καί μέ τό νερό αὐτό, μᾶς φωτίζει ὁ Ἥλιος τῆς Δικαιοσύνης.

Σήμερα, τό πικρό ἐκεῖνο νερό, γιά τό ὁποῖο μᾶς μιλάει ὁ Μωϋσῆς, ἡ παρουσία τοῦ Κυρίου μας, τό μεταβάλλει σέ γλυκύ, πρός χάρη τοῦ λαοῦ μας.

Σήμερα, ἀπό τόν παλαιό ἐκεῖνο «θρῆνο χωρίς ἐλπίδα», ἀπαλλαγήκαμε· καί, σάν νέος Ἰσραήλ, ἐσωθήκαμε!

Σήμερα, ἀπό τό σκοτάδι τῆς ψεύτικης θρησκείας, ἐλυτρωθήκαμε· καί ἡ ψυχή μας γέμισε, μέ τῆς θεογνωσίας τό φῶς.

Σήμερα, μέ τήν Ἐπιφάνεια τοῦ Θεοῦ μας, ξεδιαλύθηκε ἡ θολούρα, πού κυριαρχεῖ στά θέματα τοῦ κόσμου.

Σήμερα, ὁλόκληρος ὁ ἄνω κόσμος πανηγυρίζει, σκιρτάει ἀπό χαρά, κρατάει κεριά!

Σήμερα, καταργήθηκε ἡ πλάνη· καί ὁ ἐρχομός τοῦ Κυρίου μας, μᾶς ἄνοιξε τῆς σωτηρίας τόν δρόμο.

Σήμερα, τά ἄνω, συνεορτάζουν μέ τά κάτω· καί τά κάτω, ἄνοιξαν ἐπικοινωνία μέ τά ἄνω.

Σήμερα, ἡ ἱερά καί μεγαλόφωνη πανήγυρη τῶν Ὀρθοδόξων, ἀγάλλεται.

Σήμερα, ὁ Δεσπότης τρέχει στό βάπτισμα· γιά νά ἀνεβάσει ἐμᾶς τούς ἀνθρώπους ψηλά.

Σήμερα, ὁ ἀκλινής σάν Θεός, σκύβει τόν αὐχένα Του στόν δοῦλο Του, γιά νά ἐλευθερώσει ἀπό τήν δουλεία ἐμᾶς.

Σήμερα, ἡ βασιλεία τῶν Οὐρανῶν ἔγινε δική μας! Καί ἡ βασιλεία τοῦ Κυρίου, δέν ἔχει τέλος!

Σήμερα, θάλασσα καί ξηρά, ἐμοιράσθηκαν τοῦ κόσμου τήν χαρά.

Σέ εἶδαν καί Σέ κατάλαβαν, ἀκόμη καί τά νερά, Θεέ μας! Σέ εἶδαν τά νερά, καί ἐφοθήθηκαν!

Ὁ Ἰορδάνης γύρισε πίσω, – ὅταν εἶδε Ἐσένα, τό Πῦρ τῆς Θεότητος, νά κατεβαίνεις μέ τό σῶμα Σου, καί νά εἰσέρχεσαι σ᾿ αὐτόν!

Ὁ Ἰορδάνης γύρισε πίσω, – ὅταν εἶδε τό Πνεῦμα τό Ἅγιο, νά κατεβαίνει μέ μορφή περιστερᾶς, καί νά πετάει τριγύρω Σου.

Ὁ Ἰορδάνης γύρισε πίσω, – ὅταν εἶδε Ἐσένα, τόν Θεό τόν ἀόρατο, ὁρατό· τόν Κτίστη καί Δημιουργό, μέ σάρκα· τόν Αὐθέντη καί Δεσπότη, μέ δούλου μορφή.

Ὁ Ἰορδάνης ἐγύρισε πίσω! – Τόν εἶδαν τά βουνά καί ἐσκίρτησαν. Ἐσκίρτησαν, πού εἶδαν τόν Θεό μέ σάρκα! Καί τά σύννεφα τό διεκήρυξαν καί τό βροντοφώναξαν:

• ὅτι Αὐτός πού ἦλθε, εἶναι πολύ μεγάλος· ὅτι εἶναι τό Φῶς τό ἐκ Φωτός· ὁ Θεός ἀληθινός ἐκ Θεοῦ ἀληθινοῦ·

• ὅτι Αὐτός, καί τόν θάνατο – καρπό τῆς παρακοῆς· καί τό δηλητήριό του, κεντρί τῆς πλάνης· καί τίς ἀλυσίδεςτου, πού κρατοῦν τόν ἄνθρωπο δεμένο στόν θάνατο καί στόν ἅδη, τά ἐβύθισε, καί χάθηκαν, μέσα στό νερό τοῦ Ἰορδάνη·

• καί ὅτι καί τώρα, Αὐτός, ὁ Κύριός μας καί Θεός μας, εἶναι πού δίνει, καί σέ μᾶς, καί σέ ὅλον τόν κόσμο, τό μεγάλο δῶρο Του: τό βάπτισμα τῆς σωτηρίας. Καί ἀκριβῶς γι᾿ αὐτό, καί ἐγώ ὁ ἁμαρτωλός καί ἀνάξιος δοῦλος Σου, Κύριε, διηγούμενος τά μεγάλα καί θαυμάσια ἔργα Σου, μέ φόβο καί μέ κατάνυξη ἀναβοῶ· 

• Μέγας εἶσαι, Κύριε, καί θαυμαστά τά ἔργα Σου· καί κανενός εἴδους λόγια δέν ἀρκοῦν πρός ὕμνον τῶν θαυμασίων Σου (γ).

Σύ, μόνο πού τό θέλησες, – χωρίς καθόλου νά κοπιάσεις, – ἔφερες τά πάντα, ἀπό τό μηδέν στήν ὕπαρξη. Σύ, μέ τήν δύναμή Σου, συγκρατεῖς τήν κτίση· καί, μέ τήν πρόνοιά Σου κυβερνᾶς τόν κόσμο.

Σύ συνάρμοσες, ἀπό τέσσερα στοιχεῖα, ὁλόκληρη τήν κτίση· καί Σύ ἔβαλες τίς τέσσερες ἐποχές, στόν κύκλο τοῦ χρόνου. Οἱ νοερές Δυνάμεις, οἱ τάξεις τῶν ἀγγέλων, αἰσθάνονται μπροστά Σου ὅλες δέος!

Ὁ ἥλιος Σέ ὑμνεῖ.

Ἡ σελήνη Σέ δοξάζει.

Σέ Σένα ἀναφέρονται τά ἄστρα.

Σέ Σένα ὑπακούει τό φῶς.

Οἱ ἀπύθμενες θάλασσες Σέ τρέμουν.

Οἱ πηγές τό θέλημα τό δικό Σου ὑπηρετοῦν.

Σύ ἅπλωσες ἀπό ἐπάνω μας τόν οὐρανό σάν στέγη.

Σύ ἐστήριξες τήν γῆ ἐπάνω στά νερά!

Σύ περιτείχισες καί ἔφραξες τήν θάλασσα, μέ ἕνα τεῖχος ἀπό ἄμμο.

Σύ ἅπλωσες παντοῦ ἀέρα, κατάλληλο γιά τήν ἀναπνοή.

Οἱ Ἀγγελικές Δυνάμεις, Σένα ὑπηρετοῦν.

Οἱ χοροί τῶν ἀρχαγγέλων, Σένα προσκυνοῦν.

Τά πολυόμματα Χερουβείμ, καί τά ἑξαπτέρυγα Σεραφείμ, εἴτε

στέκουν γύρω Σου, εἴτε τριγύρω Σου πετοῦν, ἀπό εὐλάβεια σέ Σένα, στήν ἀπρόσιτη Δόξα Σου, κρύβουν τά πρόσωπά Τους.

Γιατί Σύ, Κύριε, ὁ Θεός ὁ ἀπερίγραπτος, ὁ ἄναρχος, καί ἀνέκφραστος, ἦλθες στήν γῆ, καί ἐπῆρες δούλου μορφή, καί ἔγινες ὅμοιος μέ μᾶς, μέ τούς ἀνθρώπους· ἐπειδή ἀπό σπλάγχνα ἐλέους Σου γιά μᾶς, δέν τό ὑπέφερες, νά βλέπεις τό γένος μας, τό γένος τῶν ἀνθρώπων, νά τυραννιέται ἀπό τόν διάβολο. Καί ἦλθες. Καί μᾶς ἔσωσες.

Τήν ὁμολογοῦμε τήν χάρη Σου.

Τό διακηρύττομε τό ἐλεός Σου.

Δέν τήν κρύβομε τήν εὐεργεσία Σου.

Σύ ἐλευθέρωσες ἀπό τήν κατάρα, τίς γονές τῆς φύσης μας· καί Σύ διατήρησες καθαρή καί ἅγια, τήν μήτρα τῆς Παρθένου. ῞Ολη ἡ κτίση Σέ ὕμνησε· τότε, πού ἔκαμες τήν ἐμφάνισή Σου· γιατί τότε, Σύ, Θεέ μας, κατέβηκες στήν γῆ, καί ἄρχισες νά συναναστρέφεσαι ἐμᾶς τούς ἀνθρώπους.

Καί Συ, ἁγίασες καί τοῦ Ἰορδάνη τά νερά, ἀφοῦ Σύ ἔκαμες καί κατέβηκε ἀπό τόν οὐρανό σ᾿ αὐτά τό Πανάγιό Σου Πνεῦμα· – καί μέ τόν τρόπο αὐτό ἔσπασες τά κεφάλια καί τῶν νοητῶν ἐκείνων δρακόντων, πού μπορεῖ νέ ἔχουν φωλιάσει ἐκεῖ σ᾿ αὐτά, καί νά μᾶςπαραμονεύουν.

• Σύ, λοιπόν, φιλάνθρωπε βασιλέα μας, ἔλα καί τώρα, μέ τήν χάρη καί μέ τήν ἐπιφοίτηση τοῦ ἁγίου ΣουΠνεύματος, καί ἁγίασε τό ὕδωρ τοῦτο (γ).

Καί δῶσε σ᾿ αὐτό, τήν χάρη τῆς ἀπολύτρωσης, τήν εὐλογία πού πῆρε τότε ὁ Ἰορδάνης.Κάμε το, Κύριε τό νερό αὐτό,

• νά εἶναι ἀφθαρσίας πηγή·

• νά δίνει ἁγιασμό·

• νά λύνει τά ἁμαρτήματα·

• νά διώχνει τά νοσήματα·

• νά φέρνει ζημία καί ὄλεθρο στά δαιμόνια·

• νά μήν μποροῦν οὔτε νά τό πλησιάσουν οἱ ὅποιες

ἐναντίες σατανικές δυνάμεις·

• νά εἶναι γεμάτο μέ τήν δύναμη, πού ἔχουν οἱ ἅγιοι ἄγγελοι.

Καί ἔτσι ὅλοι, ὅσοι τό παίρνουν καί τό χρησιμοποιοῦν μέ πίστη, νά τό ἔχουν:

* μέσο γιά καθαρισμό ψυχῶν καί σωμάτων·

* φάρμακο γιά θεραπεία ἀπό πάθη·

Καί νά εἶναι:* ἁγίασμα γιά τά σπίτια τους· κατάλληλο καί ὠφέλιμο, γιά κάθε περίπτωση.

Καί φυσικά θά εἶναι, ἀφοῦ: Σύ, Θεέ μας, μέ τό νερό καί μέ τό Πνεῦμα, ἀνακαίνισες τήνφύση, πού ἡ ἁμαρτία τήν εἶχε παλαιώσει. Σύ, Θεέ μας, μέ νερό ἐξέπλυνες, τήν ἐποχή τοῦ Νῶε τήνἁμαρτία.

Σύ, Θεέ μας, περνώντας το μέσα ἀπό τό νερό τῆς θάλασσας, μέ ὄργανό Σου τόν Μωϋσῆ, ἐλευθέρωσες ἀπό τήν δουλεία, τό γένοςτῶν Ἑβραίων.

Σύ, Θεέ μας, ἔσπασες στήν ἔρημο ἕνα βράχο, καί ἔκαμες καί ἐβγῆκαν ἀπό ἐκεῖ νερά, πού ἐκύλισαν σάν ποτάμια, καί ἐδρόσισεςτόν διψασμένο Σου λαό.

Σύ, Θεέ μας, μέ τήν φωτιά καί μέ τό νερό, μέ τό θαῦμα ἐκεῖνο, πού ἔκαμες τότε, μέ ὄργανο τόν προφήτη Ἠλία, ἀπάλλαξες τόν Ἰσραήλ ἀπό τήν πλάνη τοῦ Βάαλ.

• Σύ καί τώρα, Δέσποτα Χριστέ, ἁγίασε τό ὕδωρ τοῦτο μέ τό Πνεῦμα Σου τό Ἅγιο (γ).

Καί δῶσε μέ αὐτό σέ ὅλους· εἴτε ἁπλῶς τό ἀγγίζουν· εἴτε χρίονται μέ αὐτό· εἴτε τό πίνουν· τόν ἁγιασμό, τήν εὐλογία, τήν κάθαρση, τήν ὑγεία!

Καί σῶσε, Κύριε, τούς δούλους Σου, τούς πιστούς Ὀρθοδόξους Χριστιανούς ἄρχοντές μας. Φύλαξέ τους ὑπό τήν σκέπην Σου εἰρηνικά. Βοηθησέ τους, νά ἀντικρούουν σωστά ὅλους τούς ἐχθρούς μας. Χάρισέ τους, ὅ,τι Σοῦ ζητοῦν γιά τό καλό· καί τήν αἰώνια ζωή.

Μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου μας Γεωργίου καί ἔχε κάτω ἀπό τήν σκέπη Σου ὅλους τούς ῾Ιερεῖς μας καί τούς διακόνους· κάθε ἱερατικό τάγμα· τόν περιεστῶτα λαό· καί κάθε ἀδελφό μας, πού γιά κάποιο λόγο σοβαρό, δέν μπόρεσε νά ἔλθει ἐδῶ στήν Ἐκκλησία. Καί ἐλέησε, καί αὐτούς καί ἐμᾶς, κατά τό μέγα Σου ἔλεος.

Κάμε, Κύριε, καί ἀπό τά στοιχεῖα τῆς φύσεως, καί ἀπό τούς ἀγγέλους, καί ἀπό τούς ἀνθρώπους, καί ἀπό τά ὁρατά, καί ἀπό τά ἀόρατα, ἀπό ὅλους καί ἀπό ὅλα, νά δοξάζεται τό πανάγιο ῎Ονομά Σου, μαζί μέ τόν Πατέρα καί μέ τό Ἅγιο Πνεῦμα, καί τώρα καί πάντοτε, καί εἰς τούς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Πηγή: https://fdathanasiou.wordpress.com/2013/01/05/η-ευχή-ττού-μεγάλου-αγιασμού-του-αγίου/

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Σάββατο 7 Ἰανουαρίου 2023

ΑΠΟΣΤΟΛΟΣ ΕΟΡΤΗΣ (ΣΥΝΑΞΙΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ)
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
19: 1-8

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΕΟΡΤΗΣ (ΣΥΝΑΞΙΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
1: 29–34

Τῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ Ἰωάννης τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον. ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾽Ισραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ᾽Εφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Παρασκευή 6 Ἰανουαρίου 2023

ΑΠΟΣΤΟΛΟΣ ΕΟΡΤΗΣ (ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ)
Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
2: 11-14, 3: 4-7

Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.

ΕΥΑΓΓΕΛΙΟ ΕΟΡΤΗΣ (ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
3: 13-17

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ ᾽Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾽Ιορδάνην πρὸς τὸν ᾽Ιωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ὁ δὲ ᾽Ιωάννης διεκώλυεν αὐτὸν λέγων, ᾽Εγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;ἀποκριθεὶς δὲ ὁ ᾽Ιησοῦς εἶπεν πρὸς αὐτόν· ῎Αφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. καὶ βαπτισθεὶς ὁ ᾽Ιησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν·καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Οἱ νέοι ἀναζητοῦν τὴν Περιστέρα – τὸ Ἅγιο Πνεῦμα…

Χαιρετισμὸς Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου στὴ χριστουγεννιάτικη ἐκδήλωση μὲ παραδοσιακὰ κάλαντα καὶ ὕμνους τοῦ Δωδεκαημέρου τοῦ Πολιτιστικοῦ καὶ Περιβαλλοντικοῦ Ἱδρύματος τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου, ποὺ ἔγινε στὶς 29 Δεκεμβρίου 2017, στὴν αἴθουσα τοῦ Κοινοτικοῦ Συμβουλίου Ἀκακίου.

Στὴν ἐκδήλωση συμμετεῖχαν:

Χορὸς ἱεροψαλτῶν τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου μὲ χοράρχη τὸν πρωτοψάλτη τῆς Μητροπόλεως κ. Μάριο Ἀντωνίου, ἡ Χορωδία Παραδοσιακοῦ Τραγουδιοῦ Ἱερᾶς Μητροπόλεως Μόρφου ὑπὸ τὴ διεύθυνση τοῦ κ. Ἰωάννη Λέμπου καὶ οἱ μουσικοὶ Χριστόδωρος Μνάσωνος (οὔτι, τοξωτὸ ταμπουρά), Νικόλας Παπαδόπουλος (βιολί), Χρίστος Ἰσιδώρου (λαγοῦτο) Ἰωάννης Λέμπος (κρουστά).

Ὁμιλία, σὺν Θεῷ ἁγίῳ, εἰς τὰ ἅγια Θεοφάνια

Ἀρχιμανδρίτου Φωτίου Ἰωακεὶμ

«Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ καὶ τὸ φῶς Σου, Κύριε, ἐσημειώθη ἐφ᾿ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς Σε· ἦλθες, ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.»

Σήμερα ἡ ἁγία τοῦ Χριστοῦ Ἐκκλησία, ἀγαπητοὶ ἐν Κυρίῳ ἀδελφοί, ἑορτάζει φαιδρῶς καὶ πανηγυρίζει ἕνα ἀπὸ τὰ μεγαλύτερα γεγονότα τῆς ἱστορίας, μία μέγιστη ἑορτή, αὐτὴ τῶν ἁγίων Θεοφανίων, τῆς ἐμφάνειας δηλαδὴ καὶ πραγματικῆς φανέρωσης τοῦ Τριαδικοῦ μας Θεοῦ καὶ Δημιουργοῦ κατὰ τὴ Βάπτιση τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στὸν Ἰορδάνη ποταμό.

Ὅπως κατὰ καιροὺς ὁ Θεὸς στὴν ἐποχὴ τῆς Παλαιᾶς Διαθήκης εἶχε ἀποστείλει δίκαιους καὶ προφῆτες, ποὺ μὲ ὁράματα καὶ σύμβολα καὶ προφητεῖες εἶχαν προαναγγείλει στὸν ἐκλεκτό Του λαὸ τὴν ἔλευση τοῦ Μεσσία καὶ Λυτρωτῆ, ἔτσι καὶ λίγο πρὶν τὴν ἔναρξη τῆς δημόσιας Του δράσης καὶ τοῦ κηρύγματος ἀπέστειλε τὸν ἔνσαρκο ἄγγελό Του, δηλαδὴ ἀγγελιοφόρο, τὸν Ἰωάννη τὸν Πρόδρομο, ποὺ μὲ τὸ κήρυγμα καὶ τὸ βάπτισμά του προετοίμασε τὸν δρόμο (ἐξ οὗ καὶ Πρό-δρομος), γιὰ τὸ Εὐαγγέλιο τῆς τελειότητος, τὴ ζωὴ τῆς Χάριτος, ποὺ ἐπρόκειτο σύντομα νὰ κηρύξει ὁ Δεσπότης Χριστός.

Ὁ Ἰωάννης λοιπόν, μετὰ ἀπὸ μία ἰσάγγελη ζωὴ τριάντα ἐτῶν στὴν ἔρημο μὲ ἄσκηση, νηστεία καὶ προσευχή, ὑπακούοντας σὲ θεϊκὴ προσταγή, ἔρχεται στὰ περίχωρα τοῦ Ἰορδάνη ποταμοῦ, γιὰ νὰ κηρύξει βάπτισμα μετανοίας στὸν λαό. Ταυτόχρονα, ὁ Μέγας Πρόδρομος κήρυσσε στοὺς ὄχλους, ποὺ πρόστρεχαν κοντά του, νὰ ἐξομολογηθοῦν καὶ νὰ βαπτισθοῦν, καὶ νὰ πιστεύσουν στὸν Μεσσία, ποὺ σύντομα ἐπρόκειτο νὰ παρουσιασθεῖ. Ἀσφαλῶς τὸ βάπτισμα τοῦ Ἰωάννη δὲν χορηγοῦσε ἄφεση ἁμαρτιῶν, ἀλλ᾿ ἦταν συμβολικὸ τοῦ πραγματικοῦ Μυστηρίου τοῦ Βαπτίσματος, ποὺ θὰ ἐγκαινίαζε καὶ καθιέρωνε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.

Ἦλθε λοιπὸν ἡ ὥρα τῆς Χάριτος, ὁ καιρός, ποὺ ὁ Κύριος θὰ ἄρχιζε τὸ κήρυγμα καὶ τὴ δημόσια δράση Του, μετὰ ἀπὸ τριάντα χρόνια ζωῆς σὲ πλήρη ἀφάνεια καὶ ὑποταγὴ στὸν Μνήστορα Ἰωσὴφ καὶ τὴν ἁγία Του Μητέρα. Μά, πρὶν ἀποδυθεῖ στὸ μέγιστο τοῦτο ἔργο, κατευθύνει τὰ βήματά Του ὁ Υἱὸς τοῦ Θεοῦ στὸν Ἰορδάνη, γιὰ νὰ βαπτισθεῖ ἀπὸ τὸν Ἰωάννη. Ὢ ἄκρας ταπείνωσης καὶ συγκατάβασης τοῦ Χριστοῦ μας! Ὁ ἄσπιλος καὶ ἀναμάρτητος προσέρχεται μὲ τοὺς ἁμαρτωλοὺς καὶ ὑπεύθυνους νὰ βαπτισθεῖ. Νὰ βαπτισθεῖ ὁ Δεσπότης ἀπὸ τὸν δοῦλο, ὁ Πλάστης ἀπὸ τὸ πλάσμα Του! Γιὰ ποιό λόγο ὅμως αὐτὴ ἡ ἐνέργεια τοῦ Κυρίου; Γιὰ πολλοὺς λόγους, καὶ πάντα μέσα στὰ πλαίσια τῆς θείας Του οἰκονομίας γιὰ τὴ σωτηρία τῶν ἀνθρώπων.

Πρῶτον, δείχνει ὁ ἴδιος ὑπακοὴ στὴν ἐντολή, ποὺ ἔδωσε στὸν Ἰωάννη νὰ βαπτίζει τοὺς ἀνθρώπους. Δεύτερο, μᾶς παρέχει ἄφθαστο ὑπόδειγμα μεγίστης ταπείνωσης. Τρίτο, ἐπικυρώνει ὅτι ὁ Ἰωάννης ἦταν σταλμένος ἀπὸ τὸν Θεὸ καὶ ὁ βίος του ἀγγελικός. Τέταρτο, ἐκπληρώνει τὴν προφητεία τοῦ Προδρόμου, ὅτι θὰ ἔβλεπε τὸν κηρυττόμενο Μεσσία καὶ ὅτι τώρα τὸ ἔργο του τὸ προδρομικὸ ὁλοκληρωνόταν πλέον. Πέμπτο, ἐπιστέφει τὴν ἁγιότητα τοῦ Ἰωάννη, ἀξιώνοντάς τον νὰ γίνει καὶ Βαπτιστής Του. Ἀκόμη, ὅπως εἶχε μὲ τὴν κατάβασή του ὁ Υἱὸς τοῦ Θεοῦ ἁγιάσει τοὺς αἰθέρες καὶ μὲ τὴ Γέννησή Του ἁγιάσει τὴ γῆ, τώρα μὲ τὴ Βάπτισή Του ἁγιάζει καὶ τὰ ὕδατα ὅλα τῆς γῆς, μέσῳ τῶν ὑδάτων τοῦ Ἰορδάνη, καὶ ἐκδιώκει καὶ ἀπ᾿ ἐκεῖ τὶς ἐμφωλεύουσες δαιμονικὲς δυνάμεις. Καί, τὸ πιὸ σπουδαῖο, μᾶς παραδίδει τὸ Μυστήριο τοῦ Βαπτίσματος, μὲ τὸ ὑπόδειγμά του, ὡς τὸ ἀπαραίτητο Μυστήριο εἰσαγωγῆς, ἔνταξης καὶ πολιτογράφησής μας στὸ Σῶμα τῆς Ἐκκλησίας. «Ἀμήν, ἀμὴν λέγω σοι», θὰ εἰπεῖ λίγο πιὸ ὕστερα στὸν Ἰουδαῖο νομοδιδάσκαλο καὶ νυκτερινὸ μαθητὴ Νικόδημο, «ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἀκόμη, ἡ κατάβαση τοῦ Χριστοῦ στὰ ὕδατα τοῦ Ἰορδάνη καὶ ἡ ἀπ᾿ ἐκεῖ ἀνάβασή Του, ἦταν προτύπωση τῆς τριήμερης κατάβασής Του στὸν ᾄδη καὶ τῆς ἀπὸ ἐκεῖ ἀνάστασής Του.

Στάθηκε λοιπὸν ὁ ἄμωμος ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ μπροστὰ στὸν δοῦλο Του, τὸν ἅγιο Ἰωάννη, ζητῶντας ταπεινὰ νὰ τὸν βαπτίσει. Μὰ ὁ Ἰωάννης, ποὺ ἀκόμη βρισκόμενος στὴ μήτρα τῆς μητέρας του Ἐλισάβετ τὸν γνώρισε καὶ ἀναγνώρισε, ὡς τὸν σαρκωμένο Υἱὸ τοῦ Θεοῦ καὶ σκίρτησε καὶ ἔλαβε Πνεῦμα Ἅγιο, πληροφορούμενος καὶ πάλιν μὲ τὴν ἴδια ἐνέργεια τοῦ Ἁγίου Πνεύματος ὅτι αὐτὸς ποὺ εἶχε μπροστά του δὲν ἦταν ἕνας σὰν τοὺς ἄλλους ἁμαρτωλούς, ποὺ καθημερινὰ βάπτιζε, ἀλλὰ ὁ Δημιουργὸς καὶ ἐνανθρωπήσας Λόγος τοῦ Θεοῦ καὶ Σωτήρας τοῦ κόσμου, δειλιᾶ καὶ τρέμει, ἀπορεῖ καὶ ἐξίσταται. Καί, γεμᾶτος ἔκπληξη, ἐμποδίζει τὸν Ἰησοῦ νὰ βαπτισθεῖ ἀπ᾿ αὐτόν, ἀναφωνώντας: «Κύριε, ἐγὼ ἔχω ἀνάγκη, ἐγὼ πρέπει νὰ βαπτισθῶ ἀπὸ ᾿σένα, καὶ σὺ ζητᾶς ἀπὸ ᾿μένα τὸν δοῦλο τὸ βάπτισμα;» Κι ὁ Δεσπότης τοῦ ἀπαντᾶ προστακτικὰ καὶ μὲ γαλήνη: «Ὑποχώρησε τώρα, Ἰωάννη. Κάνε αὐτό, ποὺ σοῦ ζητῶ. Διότι ἔτσι πρέπει νὰ γίνει, ὥστε νὰ ἐκπληρώσω ὅλο τὸ ἔργο τῆς θεϊκῆς μου δικαιοσύνης, γιὰ τὴ σωτηρία τῶν ἀνθρώπων. Πρέπει κι ἐγὼ νὰ βαπτισθῶ, γιὰ νὰ δώσω σὲ σᾶς τὸ Μυστήριο τοῦ Βαπτίσματος.» Ὑπακούοντας τότε ὁ μέγας Ἰωάννης στὸ θεϊκὸ πρόσταγμα, «χαίρων τῇ ψυχῇ καὶ τρέμων τῇ χειρί» βαπτίζει τὸν Πλάστη του, θέτοντας τὴν εὐλογημένη δεξιά του στὴν ἀκήρατη κεφαλὴ τοῦ Θεανθρώπου. Κι ὁ Χριστός μας, ὢν ἀναμάρτητος, δέν χρονοτριβεῖ μέσα στὸ νερὸ γιὰ νὰ ἐξομολογηθεῖ ἁμαρτίες Του, ἀλλὰ ἀμέσως ἀνεβαίνει στὴν ὄχθη τοῦ ποταμοῦ. Καὶ τότε, μέσα στὴν ἀπόρρητη τούτη κατάβαση μαζὶ καὶ συγκατάβαση τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἔχουμε τὴν πρώτη σαφὴ φανέρωση καὶ παρουσία τῆς Ἁγίας Τριάδος: Τὸ Ἅγιο Πνεῦμα, μὲ μορφὴ περιστεριοῦ, κατεβαίνει καὶ ἐπικάθεται στὴν ἄχραντη κεφαλή Του, ἐνῶ, ταυτόχρονα, ἀκούεται ὡς βροντὴ ἡ φωνὴ τοῦ ἀνάρχου Του Πατέρα, νὰ ἐπιβεβαιώνει τὴν θεότητα τοῦ Ἰησοῦ, λέγοντας: «Αὐτὸς εἶναι πράγματι ὁ ἀγαπημένος μου Υἱός, διὰ μέσου τοῦ Ὁποίου εὐδόκησα νὰ συντελεσθεῖ ἡ δημιουργία καὶ πλάση, ἀλλὰ καὶ ἀνάπλαση τοῦ κόσμου καὶ τοῦ ἀνθρώπου.»

Γι᾿ αὐτὸ καὶ ἡ σημερινὴ ἑορτὴ ὀνομάσθηκε Ἐπιφάνεια ἢ Θεοφάνεια, γιατὶ πρόκειται γιὰ ἐμφανὴ καὶ ξεκάθαρη φανέρωση τοῦ Τριαδικοῦ μας Θεοῦ στὸν κόσμο. Ἀκόμη, τὴν ὥρα ἐκείνη ἔλαμψε τὸ φῶς τῆς δόξας τοῦ Θεοῦ στὸ πρόσωπο τοῦ Υἱοῦ, τοῦ Χριστοῦ μας, τοῦ Φωτὸς τοῦ ἀληθινοῦ, ὅπως θὰ ἔλαμπε ἀργότερα στὸ Θαβώρ, γι᾿ αὐτὸ καὶ ὀνομάσθηκε ἀκόμη ἡ ἑορτὴ καὶ Φῶτα. Σήμερα ὅλα λάμπουν ἀδελφοί, ἀπὸ ἐκεῖνο τὸ ἀπαστράπτον φῶς τῆς θεωμένης ἀνθρώπινης φύσης τοῦ Χριστοῦ, ποὺ μᾶς μυσταγωγεῖ στὸ φῶς τῆς Ἁγίας Τριάδος.

Κι ἐμεῖς σήμερα τελοῦμε τὸν Μέγα Ἁγιασμό, εἰς ἀνάμνηση τῆς Βαπτίσεως τοῦ Χριστοῦ μας. Καὶ μὲ τὶς εὐχὲς καὶ ἐπικλήσεις τῶν ἱερέων, τὸ ὅποιο νερὸ εὐλογεῖται, λαμβάνει μεγάλη Χάρη, καὶ θεραπεύει ψυχὲς καὶ σώματα. Κι ὅσοι τὸ παίρνετε στὰ σπίτια σας, νὰ τὸ φυλάσσετε μὲ πίστη καὶ εὐλάβεια στὸ εἰκονοστάσι, καὶ νὰ γράφετε καὶ ἐπάνω ὅτι εἶναι Μέγας Ἁγιασμός. Κι αὐτὲς τὶς ἡμέρες, μέχρι τὴν ἀπόδοση τῶν Φώτων στὶς 14 τοῦ Ἰαννουαρίου, μποροῦμε νὰ πίνουμε Μέγα Ἁγιασμὸ νηστικοὶ τὸ πρωί, πρὶν φᾶμε ἀντίδωρο. Τὸν ὑπόλοιπο ὅμως χρόνο, γιὰ νὰ πιοῦμε Μέγα Ἁγιασμό, χρειάζεται μία ἡμέρα ἀλάδωτη νηστεία. Καὶ παλιά, ὅσοι εἶχαν ἐπιτίμιο, κανόνα τοῦ Πνευματικοῦ, καὶ δέν μποροῦσαν νὰ κοινωνήσουν κατὰ τὶς μεγάλες ἑορτές, τοὺς μετελάμβανε ὁ ἱερέας Μέγα Ἁγιασμό.

Ἂς δοξάζουμε τὸν ἐπιφανέντα Θεόν, ἀγαπητοὶ ἀδελφοί, γιὰ τὶς ἀνέκφραστές Του πρὸς ἐμᾶς δωρεές, κι ἂς ζοῦμε μὲ ταπείνωση καὶ μετάνοια, γιὰ νὰ ἑλκύσουμε τὸ πλούσιο ἔλεός Του καὶ ἀξιωθοῦμε, μὲ τὴ χάρη Του, τῆς αἰωνίου ζωῆς. Ἀμήν!

Πρόγραμμα Ακολουθιών Πανιερωτάτου Μητρολίτου Μόρφου κ. Νεοφύτου επι τη ευκαιρία της εορτής των Θεοφανείων

Η Βάπτιση του Χριστού. Ιερά Μονή Παναγίας του Άρακα

Η Βάπτιση του Χριστού. Ιερά Μονή Παναγίας του Άρακα

Φέρεται στη γνώση των ευσεβών χριστιανών ότι, με την ευκαιρία της εορτής των Θεοφανείων, ο Πανιερώτατος Μητροπολίτης Μόρφου κ. Νεόφυτος θα προΐσταται των πιο κάτω Ιερών Ακολουθιών:

  • Πέμπτη, 5 Ιανουαρίου – Ιερά Μονή Αγίου Νικολάου παρά την Ορούντα
    • 6:00 π.μ.: Όρθρος, Μεγάλες Ώρες και Μέγας Εσπερινός των Θεοφανείων. Θεία Λειτουργία Μεγάλου Βασιλείου και Αγιασμός των Καλάντων.
  • Παρασκευή, 6 Ιανουαρίου – Ιερός Ναός Αγίας Μαρίνας, Ευρύχου
    • 6:45 π.μ.: Άγια Θεοφάνεια. Πανηγυρικός Όρθρος και Θεία Λειτουργία. Αγιασμός Θεοφανείων, πορεία προς των ποταμό Καρκώτη και αγιασμός των υδάτων.

Μόρφου Νεόφυτος: Πὼς λειτουργεῖ ὁ Θεὸς στὴν Ὀρθόδοξη Θεία Λειτουργία… (02.01.2023)

Κήρυγμα Μητροπολίτου Μόρφου κ. Νεοφύτου κατὰ τὴ Θεία Λειτουργία τῆς ἑορτῆς τοῦ ὁσίου Σεραφεὶμ τοῦ Σαρώφ, ποὺ τελέσθηκε στὸ πανηγυρίζον ἱερὸ ἡσυχαστήριο Ὁσίου Σεραφεὶμ τοῦ Σαρὼφ στὴ Σκουριώτισσα τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (02.01.2023).

Ψάλλει χορὸς ἱεροψαλτῶν τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου μὲ χοράρχη τὸν πρωτοψάλτη κ. Μάριο Αντωνίου.

Τὸ κήρυγμα διανθίζεται μὲ εἰκόνες τοῦ ἁγιογράφου Ἀρχιμανδρίτου Ἀμβροσίου, προϊσταμένου τοῦ ἡσυχαστηρίου

Την χείρα σου την αψαμένην, Κωνσταντίνου Πρίγγου, Πλ.α΄ – Παναγιώτης Νεοχωρίτης, Στυλιανός Φλοίκος (5.1.2022)

ΜΕΓΑΛΕΣ ΩΡΕΣ ΘΕΟΦΑΝΕΙΩΝ (ΩΡΑ Θ’)
Δόξα. Καὶ νῦν
Ἦχος πλ. α’
Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου,
Μεθ’ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας,
Ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν·
Καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ’ αὐτοῦ μεμαρτύρησαι.
Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας,
ὡς ἐν εἴδει περιστερᾶς κατελθόν,
Ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος.
Καὶ δεῦρο στῆθι μεθ’ ἡμῶν (γ΄), Ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως.

Δίχορο Δοξαστικό της Θ΄ Ώρας τής Ακολουθίας των Ωρών τής Δεσποτικής εορτής των Θεοφανείων. Μέλος αειμνήστου Άρχοντος Πρωτοψάλτου τής Μ.τ.Χ.Ε. Κωνσταντίνου Πρίγγου, Ήχος Πλ.α΄.

Ψάλλει ο Άρχων Πρωτοψάλτης τής Μ.τ.Χ.Ε. Παναγιώτης Νεοχωρίτης και ο Άρχων Λαμπαδάριος τής Μ.τ.Χ.Ε. Στυλιανός Φλοίκος. Ζωντανή ηχογράφηση από τον Πάνσεπτο Πατριαρχικό Ναό Αγίου Γεωργίου κατά τήν Ακολουθία των Ωρών των Θεοφανείων στις 05.01.2022.

Πηγή: https://youtu.be/lqUicBxY64w

Περί κατανυκτικής, καρδιακής προσευχής (Γέροντος Ιερωνύμου της Αίγινας)

Γέροντας Ιερώνυμος της Αίγινας

Ο Μισαήλ από το Γκέλβερι της Καππαδοκίας

(Το Γκέλβερι, η αρχαία Καρβάλη, πατρίδα του αγίου Γρηγορίου τού Θεολόγου, του αββά Μισαήλ και του γέροντος Ιερωνύμου της Αιγίνης. Από γειτονικά χωριά κατάγονταν ο Άγιος Αρσένιος ο Χατζεφεντής και ο Άγιος γέρων Παϊσιος. Αγιοτόκος Καππαδοκία που ακόμα μάς ποτίζεις με τα νάματα της αγάπης του Θεού!)

Όπως έλεγε ο  Άγιος γέροντας Ιερώνυμος, «ο Μισαήλ ήταν ένας νέος αββάς Ισαάκ. Τόσο πολύ είχε προχωρήσει στην προσευχή».

Γέροντας Ιερώνυμος της Αίγινας

Ο Μισαήλ ήταν έγγαμος αλλά δε ζούσε μαζί με τη γυναίκα του, ήταν σαν αδέλφια. Εργαζόταν για την οικογένειά του και την συντηρούσε, αλλά δεν έμενε μαζί της. Την ημέρα δούλευε μόνος του στα κτήματα. Δεν ήθελε να δουλεύει μ’ άλλους μαζί, για να μην τον βλέπουν να προσεύχεται. Και την νύκτα την περνούσε προσευχόμενος σε κάποιο εξωκκλήσι ή αν γύριζε σπίτι έμενε μόνος του. Είχε μεγάλη αγάπη για την ησυχία και φλογερό πόθο για την προσευχή. Όταν προσευχόταν η καρδιά του θερμαινόταν τόσο πολύ, που ξεχνούσε τον εαυτό του. Είχε τη δύναμη να παραμένει γονατιστός και με τα χέρια υψωμένα για δύο μέρες.

Ιδιαίτερα είχε επιδοθεί στη λεγόμενη «κατανυχτική» προσευχή. Η κατανυχτική αυτή προσευχή, όπως την ονόμαζαν στο Γκέλβερι, δεν ήταν τίποτ’ άλλο από την προσευχή των νηπτικών. Γονάτιζε μπροστά σε μια εικόνα ή στο ύπαιθρο και άφηνε την ψυχή του να ξεχειλίζει μπροστά στο Θεό. Σκεφτόταν τις αμαρτίες του και έχυνε άφθονα δάκρυα, από τα οποία προσδοκούσε τη λύτρωση. Συχνά ανέβαινε στο βουνό κι έμενε εκεί προσευχόμενος ως το βράδυ. Κι όταν τελείωνε, ο ιδρώτας της αγωνίας του ήταν τόσος πολύς, ώστε όπως έλεγε ο γέροντας Ιερώνυμος, «αν έστυβες τη φανέλα του θα έβγαζε μια οκά νερό».

Στην εκκλησία που πήγαινε, κατά τη διάρκεια της θείας λειτουργίας, δεν έμπαινε στο ιερό αλλά έστεκε πάντα στον πρόναο ή πίσω από κάποια κολώνα. Είχε το κεφάλι του ακουμπισμένο στο στήθος και προσευχόταν νοερά. Και πολλές φορές όταν ο ιερέας εκφωνούσε το «εξαιρέτως», απερχόταν αθόρυβα και εξαφανιζόταν. Όπως αποδείχτηκε αργότερα, πήγαινε σε κάποιο ξωκκλήσι για να συνεχίσει την προσευχή του ως το βράδυ.

Πολλοί που τον έβλεπαν να φεύγει πριν καλά καλά να τελειώσει η θεία λειτουργία παραξενεύονταν και αναρωτιούνταν που να πηγαίνει και τι να κάνει. Μια Κυριακή λοιπόν, μόλις έφυγε ο Μισαήλ από την εκκλησία, τον ακολούθησαν διακριτικά και από μακριά μερικές γυναίκες για να δούν που θα πάει. Εκείνος πήρε ένα μονοπάτι και σε λίγη ώρα έφθασε σ’ ένα ξωκκλήσι. Λίγο αργότερα έφθασαν εκεί και οι γυναίκες που τον ακολουθούσαν και στάθηκαν αθόρυβα απ’ έξω. Ο Μισαήλ που δεν τις είχε αντιληφθεί, άρχισε να προσεύχεται δυνατά με λυγμούς, δάκρυα και στεναγμούς αλαλήτους. Έλεγε διάφορες προσευχές, γνωστές και αυτοσχέδιες, οτιδήποτε που θα βοηθούσε να κατανυγεί η καρδιά του. Έτσι, με το Μισαήλ μέσα να προσεύχεται δυνατά και με δάκρυα και τις γυναίκες απ’ έξω να ακροώνται τη θεία του ενασχόληση, πέρασαν μερικές ώρες με θεία ανάταση και καρδιακή συντριβή.

Μόλις τέλειωσε ο Μισαήλ, βγήκε έξω. Κι όταν είδε τις γυναίκες, στενοχωρήθηκε πολύ, σχεδόν θύμωσε. Έφυγε χωρίς να τους μιλήσει. Εκείνες πάλι, μεταρσιωμένες απ’ τη θεία αυτή μυσταγωγία που έζησαν τόσες ώρες κοντά του, ζήλεψαν και είπαν μεταξύ τους :

– Μόνο το Μισαήλ ακούει ο Θεός ; Γιατί να μη δοκιμάσουμε κι εμείς να προσευχηθούμε όπως κι εκείνος ;

Και δόθηκαν στην προσπάθεια της προσευχής. Δεν είναι τόσο εύκολο όμως να ασχοληθείς με τη νηπτική προσευχή χωρίς να βρεθεί κάποιος να σε διδάξει. Το συνειδητοποίησαν γρήγορα αυτό κι άρχισαν να πλησιάζουν το Μισαήλ και να τον παρακαλούν να τις διδάξει την τέχνη της προσευχής. Εκείνος τις δίδασκε μεν, τους έλεγε τι πρέπει να κάνουν, αλλά δεν τους έδειχνε, δεν προσευχόταν μαζί τους. Και κείνες άρχισαν να προσεύχονται στο Θεό για να φωτίσει το Μισαήλ και να τους δείξει πρακτικά τα μυστικά της προσευχής.

Κι η απάντηση δεν άργησε να ‘ρθει και μάλιστα θαυματουργικά. Σύντομα παρουσιάστηκε στο Μισαήλ ένας καλόγηρος και του είπε :

– Μισαήλ, πάρε τις γυναίκες που σε ακολούθησαν στο ξωκκλήσι κι όσους θέλεις και το βράδυ νάρθετε στο τάδε σπίτι που ‘ναι κατάλληλο κι ευρύχωρο. Μόνο αδιάφορους και άσχετους ανθρώπους μην καλέσεις. Εκεί θα ‘μαι κι εγώ και θα σας δείξω την κατανυκτική προσευχή.

Ο Μισαήλ αν και απόφευγε τους ανθρώπους και δεν ήθελε να προσεύχεται μαζί με άλλους, υπάκουσε. Κάλεσε τις γυναίκες και μερικούς άλλους, ανάμεσά τους και το γέροντα Ιερώνυμο, που τότε ήταν μικρό παιδί και το βράδυ βρέθηκαν όλοι μαζί στον προορισμένο τόπο. Ο καλόγερος άρχισε τότε να προσεύχεται με λυγμούς και δάκρυα πολλά, που έκαναν και όλους τους άλλους να κλαίνε. Έλεγε διάφορες προσευχές και λόγια κατανυκτικά, που έβγαιναν από την καρδιά του με πόθο και πίστη και φανέρωναν τη μεγάλη του αγάπη για το Θεό. Αυτό κράτησε όλη νύχτα κι επαναλήφθηκε για δεύτερη και τρίτη φορά. Προς το τέλος της τρίτης νύχτας, μόλις είχε τελειώσει την προσευχή του κι αφού συμβούλεψε το Μισαήλ να συνεχίσει εκείνος να διδάσκει τους χριστιανούς, χάθηκε μπροστά στα μάτια τους. Φαίνεται πως ήταν άγγελος του Θεού ή άγιος. Από τότε ο Μισαήλ άρχισε να διδάσκει την κατανυκτική προσευχή και τα βράδια μαζεύονταν όλοι σε διάφορα σπίτια και προσεύχονταν.

Ο Μισαήλ είχε μια θυγατέρα, που είχε μεγάλη κλίση στην πνευματική ζωή. Γνήσιο παιδί του πατέρα της, κληρονόμησε από κείνον όλες τις αρετές του και είχε ιδιαίτερη επίδοση στην κατανυκτική προσευχή. Αν και ήταν πολύ νέα στην ηλικία, άρχισαν σιγά σιγά να μαζεύονται κοντ’α τις διάφορες γυναίκες και κείνη τις δίδασκε, τις καθοδηγούσε κι έκαναν μαζί κατανυκτική προσευχή. Με τον καιρό, όταν η ομήγθρη μαζεύονταν σε κάποιο σπίτι να προσευχηθεί, χώριζε σε δύο ομάδες. Ο Μισαήλ με τους άνδρες προσεύχονταν σ’ ένα δωμάτιο κι η κόρη του με τις γυναίκες σ’ ένα άλλο. Ήταν η παρηγοριά όλων των γυναικών στο Γκέλβερι η κόρη του Μισαήλ, όπως εκείνος ήταν για τους άνδρες.

Όταν η κόρη του Μισαήλ έφθασε στην ηλικία των 18-20 ετών, αρρώστησε βαριά. Όλοι οι κάτοικοι του χωριού και κυρίως οι γυναίκες άρχισαν να ανησυχούν. Αν πάθαινε κάτι, έχαναν τη μοναδική τους παρηγοριά. Τι να κάνουν ; Ρίχτηκαν στην προσευχή. Παρακαλούσαν μέρα – νύχτα το Θεό να την κάνει καλά, γιατί στις δύσκολες μέρες που περνούσαν, ήταν η μοναδική τους παρηγοριά, ο άνθρωπος που τις καθοδηγούσε, ο σύνδεσμός τους με το Θεό. Η κατάστασή της όμως όλο και χειροτέρευε.

Στην απόγνωσή τους όμως σκέφτηκαν να καταφύγουν στον πατέρα της, το Μισαήλ. Γνώριζαν τη δύναμη της προσευχής του και την παρρησία που είχε στο Θεό και τον παρακάλεσαν να προσευχηθεί για την κόρη του.

– Σε παρακαλούμε, του έλεγαν, προσευχήσου στο Θεό να την κάνει καλά. Δε σου λέμε να κάνεις ιδιαίτερη προσευχή επειδή είναι κόρη σου αλλά για μας, που αν τη στερηθούμε θα μείνουμε απαρηγόρητες. Έχουμε τόσα βάσανα και τόσες στεναχώριες, που αν χάσουμε τη μοναδική μας βοήθεια και το στήριγμά μας θα μας κυριεύσει η απελπισία.

Ο Μισαήλ στην αρχή δεν ήθελε να υποκύψει, για να μην θεωρηθεί ότι της είχε ιδιαίτερη αδυναμία επειδή ήταν κόρη του. Ο νους του ήταν δεμένος αποκλειστικά με το Θεό, όλους τους άλλους ανθρώπους τους είχε ίσους στην καρδιά του. Στις επίμονες παρακλήσεις των γυναικών όμως η καρδιά του κάμφθηκε. Έτσι, κατά τη συνήθειά του, ανέβηκε μια Πέμπτη πρωί, πριν ξημερώσει, στο βουνό.

Γονάτισε, σήκωσε τα χέρια του ψηλά και άρχισε την προσευχή. Πυρπολημένος από θείο έρωτα παρέμεινε «τη προσευχή και δεήσει», από «φυλακής πρωίας μέχρι νυκτός». Ανάμεσα στ’ άλλα κι ενώ ο ιδρώτας έτρεχε απ’ το πρόσωπό του, μίλησε στο Θεό για την κόρη του, όχι επειδή την πονούσε σαν πατέρας της, αλλ’ επειδή του είπαν ότι είναι στήριγμα και παρηγοριά στους χριστιανούς.

Ξαφνικά, εκεί που βρισκόταν αφοσιωμένος στην προσευχή, αποξενωμένος από τα εγκόσμια, κι η ψυχή του είχε αρπαγεί στα ουράνια, ακούει μέσα του μια λεπτή, θεία φωνή να του λέει :

– Δίνεις εγγύηση για την κόρη σου ;

– Όχι, Κύριε, δεν μπορώ να δώσω εγγύηση. Είμαι αμαρτωλός και γνωρίζω το τρεπτόν του ανθρώπου. Σήμερα η κόρη μου αγωνίζεται και εργάζεται στο θέλημά Σου. Αύριο όμως ; Πως μπορώ να εγγυηθώ ; Γενηθήτω το θέλημά Σου !

Η επίσκεψη αυτή που τον αξίωσε ο Θεός να δεχτεί, τον ηρέμησε. Πλημμύρισε ολόκληρος από μια ουράνια γαλήνη και συνέχισε τη θεία του ενασχόληση με ακόμα μεγαλύτερο ζήλο. Και προς το τέλος της ημέρας κατέφθασε ένας αγγελιαφόρος να τον ειδοποιήσει πως η κόρη του αναπαύτηκε και ότι πρέπει να σπεύσει για τον ενταφιασμό της.

Προειδοποιημένος ο Μισαήλ, δέχτηκε το μήνυμα με ηρεμία και κάποια ανακούφιση. Είχε βαθιά πίστη στο Θεό και στην ανάσταση των νεκρών και δεν επέτρψε στον εαυτό του να κλάψει για τον πρόσκαιρο χωρισμό της κόρης του. Η χαρά του για τη σωτηρία της, που με θαυμαστό τρόπο του απεκάλυψε ο Θεός, ξεπέρασε και αυτήν ακόμα την λύπη του για τον θάνατό της. Και αφού έκανε μια προσευχή ευχαριστίας στο Θεό, ξεκίνησε μαζί με τον αγγελιαφόρο για το χωριό.

Αυτός ήταν ο Μισαήλ με λίγα λόγια, όσα κατά καιρούς μας διηγόταν γι’ αυτόν ο γέροντας Ιερώνυμος, που έτρεφε πολύ μεγάλη ευλάβεια για το πρόσωπό του. «Τέτοιους ανθρώπους δεν βρίσκεις σήμερα», έλεγε, «ήταν ένας άλλος αββάς Ισαάκ. Ήταν λιγομίλητος, ταπεινός, αγαπούσε την ησυχία και είχε βαθιά συναίσθηση της αμαρτωλότητάς του,. Ποτέ δεν άφηνε άνθρωπον να τον επαινέσει. Κι αν τολμούσε κανείς να του πει κάποια καλή κουβέντα, ήταν ικανός ο Μισαήλ να μην του ξαναμιλήσει ποτέ».

Από τον βίο του αγίου γέροντος Ιερωνύμου του Καππαδόκου.


Πηγή: https://trelogiannis.blogspot.com/2022/01/blog-post_98.html