Αρχική Blog Σελίδα 391

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τετάρτη 28 Δεκεμβρίου 2022

ΑΠΟΣΤΟΛΟΣ (ΤΕΤΑΡΤΗ ΚΘ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
5:11-14; 6:1-8

Ἀδελφοί, περὶ τοῦ Μελχισεδὲκ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ τὸν Θεόν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ΄ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι΄ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ ΕΒΔΟΜΑΔΟΣ (ΤΕΤΑΡΤΗ ΙΕ΄ ΛΟΥΚΑ)
Ἐκ τοῦ κατὰ Μάρκον
ια΄ 22 – 26

Εἶπεν ὁ Κύριος· ἔχετε πίστιν Θεοῦ. ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. εἴ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.

ΕΥΑΓΓΕΛΙΟ ΕΟΡΤΗΣ ΗΜΕΡΑΣ (ΑΓΙΩΝ ΔΙΣΜΥΡΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΝΙΚΟΜΗΔΕΙΑ ΚΑΕΝΤΩΝ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
ιδ΄ 25 – 35

Τῷ καιρῷ ἐκείνῳ, συνεπορεύοντο τῷ Ἰησοῦ ὄχλοι πολλοί. Καὶ στραφεὶς εἶπε πρὸς αὐτούς· Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου μαθητής εἶναι. καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν, ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; ἢ τίς βασιλεὺς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; εἰ δὲ μήγε, ἔτι πόρρω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής. Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ὁ πρωτομάρτυρας Στέφανος καὶ οἱ διάδοχοί του ἅγιος Φιλούμενος ὁ Κύπριος καὶ ἅγιος Εὐγένιος ὁ Ρῶσος

Κήρυγμα Μητροπολίτου Μόρφου κ. Νεοφύτου στὸν πανηγυρικὸ Ἑσπερινὸ τῆς ἑορτῆς τοῦ ἁγίου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου, ποὺ τελέσθηκε στὸν ἱερὸ ναὸ Ἁγίου Χαραλάμπους τῆς κοινότητας Δένειας τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (26.12.2017). Κατὰ τὴν ἡμέρα αὐτὴ πανηγυρίζει στὴν προσφυγιὰ ἡ κατεχόμενη ἀπὸ τοὺς Τούρκους κοινότητα Κυρά, τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου.

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τρίτη 27 Δεκεμβρίου 2022

ΑΠΟΣΤΟΛΟΣ (ΑΓΙΟΥ ΣΤΕΦΑΝΟΥ)
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
6:8-15, 7:1-5, 47-60

Ἐν ταῖς ἡμέραις ἐκείναις, Στέφανος πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ᾿Αλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ ᾿Ασίας συζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεύς· Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενίας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω». Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;» Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. ᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. Ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεωγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

ΕΥΑΓΓΕΛΙΟ (ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΣΤΕΦΑΝΟΥ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
κα΄ 33 – 42

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Δευτέρα 26 Δεκεμβρίου 2022

ΑΠΟΣΤΟΛΟΣ (ΕΟΡΤΗΣ ΗΜΕΡΑΣ – ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ)
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα
1:11-19

Ἀδελφοί, γνωρίζω ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως ᾿Ιησοῦ Χριστοῦ. ᾿Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ᾿Ιουδαῑσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαῑσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. ῞Οτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς ᾿Αραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. ῎Επειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ ᾿Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

ΕΥΑΓΓΕΛΙΟ (ΕΟΡΤΗΣ ΗΜΕΡΑΣ – ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
β΄ 13 – 23

Αναχωρησάντων τῶν μάγων ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ ᾽Ιωσὴφ λέγων·᾽Εγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ᾽Εξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε ῾Ηρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ ᾽Ιερεμίου τοῦ προφήτου λέγοντος,Φωνὴ ἐν ῾Ραμᾶ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· ῾Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ ᾽Ιωσὴφ ἐν Αἰγύπτῳ λέγων· ᾽Εγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ᾽Ισραήλ· τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν ᾽Ισραήλ. Ἀκούσας δὲ ὅτι ᾽Αρχέλαος βασιλεύει τῆς ᾽Ιουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ ῾Ηρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾽ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Μόρφου Νεόφυτος: Ὁ Θεὸς ἔγινε Θεάνθρωπος, γιὰ νὰ θεραπεύσει τὸ φθαρμένο ἀνθρώπινο γονιδίωμά μας (24.12.2021)

Κήρυγμα Μητροπολίτου Μόρφου κ. Νεοφύτου στὸν Μέγα Ἑσπερινὸ τῆς ἑορτῆς τῶν Χριστουγέννων, ποὺ τελέσθηκε στὴν ἱερὰ μονὴ Ἁγίου Νικολάου παρὰ τὴν Ὀροῦντα, τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (24.12.2021).
 
Ψάλλει ὁ Πρωτοψάλτης τῆς Ἱ. Μ. Μόρφου κ. Μάριος Ἀντωνίου.

«Προσκυνοῦμεν σου τὴν Γένναν Χριστέ, δεῖξον ἡμῖν καὶ τὰ θεῖα σου Θεοφάνεια» (25.12.2019)

Κήρυγμα Μητροπολίτου Μόρφου κ. Νεοφύτου στὴν ἀρχιερατικὴ Θεία Λειτουργία τῆς ἑορτῆς τῶν Χριστουγέννων, ποὺ τελέσθηκε στὸν ἱερὸ ναὸ τοῦ Ἁγίου Γεωργίου τῆς κοινότητος Εὐρύχου, τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (25.12.2019).

Ὁμιλία, σὺν Θεῷ ἁγίῳ, εἰς τὴν τοῦ Χριστοῦ Γέννησιν

Η Γέννησις του Χριστού. Εικόνα 16ου αι. μ.Χ. Ιερά Μονή Παναγίας Χρυσοκουρδαλιωτίσσης, Κούρδαλι

Ἀρχιμανδρίτου Φώτιου Ἰωακεὶμ

«Χριστὸς γεννᾶται, δοξάσατε∙
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε∙
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε∙
ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ»
 

Μὲ τοὺς θεοπρεπεῖς αὐτοὺς καὶ πανηγυρικοὺς ὕμνους, δανεισμένους ἀπὸ τὴ θεολογικὴ γλῶσσα Γρηγορίου τοῦ Θεολόγου, μᾶς καλεῖ ἡ ἁγία μας Ἐκκλησία, ἀγαπητοὶ ἐν Κυρίῳ ἀδελφοί, νὰ ἑορτάσουμε, νὰ συνεορτάσουμε σήμερα ὅλοι οἱ ἄνθρωποι τὸ κοσμοχαρμόσυνο γεγονὸς τῆς Ἐνανθρωπήσεως τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ, τῆς Γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Κατὰ τὴν ἡμέρα τῶν Χριστουγέννων, σύμφωνα μὲ τὴν ἱερὴ φθογγὴ τοῦ Θεολόγου Ἰωάννου, «ὁ Λόγος σάρξ ἐγένετο». Αὐτὴ εἶναι ἡ πρώτη καὶ μεγαλύτερη χαρμόσυνη ἀγγελία, τὸ μεγαλύτερο δηλαδὴ «Εὐαγγέλιο», ποὺ ἦταν δυνατὸν νὰ δώσει ὁ Θεὸς στὸν ἄνθρωπο καὶ ὁ οὐρανὸς στὴ γῆ. Θὰ μπορούσαμε ἀνεπιφύλακτα νὰ ποῦμε, κατὰ τὸν μακαριστὸ ἅγιο Σέρβο Γέροντα Ἰουστῖνο Πόποβιτς, ὅτι «ὁλόκληρο τὸ Εὐαγγέλιο τοῦ οὐρανοῦ καὶ τῆς γῆς συνοψίζεται σὲ τέσσερις λέξεις: ῾῾ ὁ Λόγος σάρξ ἐγένετο᾽᾽. Ἔξω ἀπ᾽ αὐτὸ καὶ χωρὶς αὐτό, ἄλλος εὐαγγελισμός, ἄλλη ἐλπίδα σωτηρίας, δὲν ὑπάρχει γιὰ τὸν ἄνθρωπο, οὔτε σ᾽ αὐτόν, οὔτε στὸν ἄλλο κόσμο».

Μὲ τὴν πτώση τῶν Πρωτοπλάστων, ὅπως διδάσκει ἡ Ἐκκλησία μας, τὸ ἀνθρώπινο γένος ἀπώλεσε τὸ καθ’ ὁμοίωσιν, τὴ δυνατότητα τῆς θέωσης, καὶ ἀμαυρώθηκε τὸ κατ’ εἰκόνα, δηλαδὴ ἡ θεία εἰκόνα στὴν ὕπαρξή του. Ἀπὸ τὴν ἐξορία τοῦ Παραδείσου καὶ τὶς φοβερὲς καὶ θλιβερὲς συνέπειές της, κανεὶς δὲν μποροῦσε νὰ μᾶς λυτρώσει, «οὔτε ἄγγελος, οὔτε ἄνθρωπος», ἀλλὰ μόνον ὁ φιλάνθρωπος Δημιουργός. Γιὰ τοῦτο, ὅταν ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, δηλαδὴ ὁ καιρός, ποὺ ἡ πάνσοφη Πρόνοια τοῦ Θεοῦ ἔκρινε κατάλληλη, τότε «ἐπεφάνη ἡ Χάρις τοῦ Θεοῦ»: «ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα … τὴν υἱοθεσίαν ἀπολάβωμεν». Καὶ ἦλθε τοῦτο «τὸ πλήρωμα τοῦ χρόνου», ὅταν βρέθηκε τὸ κατάλληλο πρόσωπο, τὸ ὄργανο τῆς σωτηρίας μας, ἡ Πανάχραντος Παρθένος Μαρία.

Ἡ Παναγία μας, ὡς γεννημένη κατὰ τοὺς φυσικοὺς νόμους καὶ ὡς ἀπόγονος τοῦ Ἀδάμ, κληρονόμησε μὲν τὴν προπατορικὴ ἐνοχή, ἀλλὰ σὲ προσωπικὸ ἐπίπεδο, μὲ τὸν ἀγώνα της κατὰ τῶν παθῶν, παρέμεινε ἀναμάρτητη καὶ ἄσπιλη. Γι’ αὐτὸ καὶ ὁ καθαρώτατος Θεὸς εὐδόκησε νὰ τὴν κάνει Νύμφη Του, Νύμφη ὅμως ἀνύμφευτη. Καί, ὅταν ἀπέστειλε τὸν Γαβριήλ, νὰ τῆς εὐαγγελισθεῖ τὴν εὐδοκία τούτη τὴ μέγιστη τοῦ Κυρίου, αὐτή, μὲ ἄκρα εὐλάβεια καὶ ταπείνωση, ἔγινε ὑπήκοη στὸ Θεῖο θέλημα: «ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου».     Καὶ μὲ τὸν λόγο τοῦτο, ἡ Χάρη τοῦ Παναγίου Πνεύματος τελεσιούργησε στὴν παναγία μήτρα της τὴ σύλληψη τοῦ δευτέρου Προσώπου τῆς Ἁγίας Τριάδος, τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ, ὁ ὁποῖος «ἐξ ἄκρας συλλήψεως», δηλαδὴ ἀμέσως ἀπὸ τὴ στιγμὴ τῆς συλλήψεώς Του, ἔγινε καὶ τέλειος ἄνθρωπος, δηλαδὴ Θεάνθρωπος, χωρὶς ὅμως ἁμαρτία. Καὶ ὅταν, κατὰ τοὺς νόμους τῆς ἀνθρώπινης φύσης, παρῆλθαν οἱ ἐννέα μῆνες ἀπὸ τὴ Θεία σύλληψή Του, γεννήθηκε στὸν κόσμο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἀλλά, ποῦ γεννήθηκε; Σὲ μιὰ κρύα σπηλιά, σ᾽ ἕνα σταῦλο, σὲ μιὰ φάτνη, ὅπου καὶ ζῶα ὑπῆρχαν, καὶ οἱ ἀκαθαρσίες τους, ὅπου φτώχεια καὶ εὐτέλεια, μὲ ἄκρα δηλαδὴ ταπείνωση καὶ ἀφάνεια. Ἕνα ἰσχυρότατο μάθημα ταπεινοφροσύνης, πολὺ ἀντίθετο πρὸς τὸ σημερινὸ ἐκκοσμικευμένο πνεῦμα τῶν Χριστουγέννων. Οἱ πρῶτοι δὲ ποὺ εὐαγγελίσθηκαν τὸ χαρμόσυνο τοῦτο μήνυμα, ποιοί ἦταν ἆράγε; Φτωχοὶ καὶ ταπεινοὶ βοσκοί, ποὺ ἐκείνη τὴν ὥρα πρόσεχαν στοὺς ἀγροὺς τὰ κοπάδια τους!

Ποιό λοιπὸν τὸ ἀληθινό, τὸ βαθύ, τὸ οὐσιῶδες καὶ κοσμοσωτήριο γεγονός, ποὺ σήμερα χαρμονικὰ ἑορτάζουμε; Ποιό τὸ πνεῦμα καὶ μήνυμα καὶ νόημα τῶν Χριστουγέννων; Ὅτι ὁ Θεὸς ἔγινε ἄνθρωπος! Τέλειος ἄνθρωπος, χωρὶς ὅμως ἁμαρτίες. Προσέλαβε ὅλη τὴν ἀνθρώπινη φύση, ἁγιάζοντας καὶ θεώνοντάς την. Γιατί, ἂν ἦταν ἐλλειματικὴ ἡ ἀνθρώπινη φύση τοῦ Χριστοῦ, δὲν θὰ ἦταν πλήρης ἡ σωτηρία τοῦ ἀνθρώπου: «Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον. Καὶ ὃ προσείληπται, τοῦτο καὶ σέσωσται», κατὰ τὸν ὑψήγορο θεολογικὸ κάλαμο Γρηγορίου τοῦ Θεολόγου (δηλ., «ἐκεῖνο ποὺ δὲν προσλαμβάνεται [ἀπὸ τὸν Θεό], δὲν εἶναι δυνατὸν νὰ θεραπευθεῖ. Ἐκεῖνο δέ, ποὺ ἔχει προσληφθεῖ [ὅλη δηλ. ἡ ἀνθρώπινη φύση], ἐκεῖνο καὶ ἔχει σωθεῖ»).

Σήμερα ἑορτάζει ὁ οὐρανὸς μὲ τὴ γῆ, γιατὶ ἡ γῆ, μὲ τὴν κατάβαση, τὴ συγκατάβαση τούτη τοῦ Θεοῦ, ἔγινε οὐρανός. Ὁ ἄνθρωπος ἔγινε κατὰ χάρη καὶ δυνάμει θεός! Σήμερα ἐκπληρώνονται τὰ ὁράματα τῶν Πατριαρχῶν τῆς Παλαιᾶς Διαθήκης, οἱ προφητεῖες τῶν Προφητῶν, ἡ προσδοκία τῶν ἐθνῶν. Σήμερα σκιρτοῦν τὰ πνεύματα τῶν ἀπ’ αἰῶνος δικαίων καὶ ἁγίων, βλέποντας νὰ ἔχει πλέον ἐκπληρωθεῖ ἡ προφητεία τοῦ μεγαλωνύμου Ἡσαΐα: «Ἰδοὺ, ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ, Ἐμμανουήλ, ὅ ἐστι, μεθ’ ἡμῶν ὁ Θεός». Πραγματικά, ὁ Θεὸς εἶναι μαζί μας, γιατὶ ἡ ἀνθρώπινη φύση ἔχει προσληφθεῖ καὶ ἔγινε ἕνα μὲ τὴ θεϊκὴ φύση. Καὶ ποιό ὄνομα προστάχθηκε ὁ Ἰωσὴφ νὰ δώσει στὸ θεῖο βρέφος; Τὸ Ἰησοῦς, ποὺ σημαίνει Σωτήρ. Γιατὶ ἀληθινὰ σωτήρας, ὁ μόνος σωτήρας τοῦ πανανθρωπίνου Γένους εἶναι ὁ Ἰησοῦς. Μὲ τὴ σάρκωσή Του, τὴν Ἀνάσταση καὶ τὴν Ἀνάληψή Του ἔσωσε ὁ φιλάνθρωπος τὰ πεσμένα στὴν ἁμαρτία καὶ φθορὰ πλάσματά Του.

Κι ἐμεῖς, ἀγαπητοί μου ἀδελφοί, καλούμαστε, σήμερα ἰδιαίτερα, νὰ ἐπανεύρουμε τὸ ἀληθινὸ νόημα καὶ πνεῦμα τῶν Χριστουγέννων. Νὰ τὸ βιώσουμε στὴν καρδιὰ καὶ τὴ ζωή μας. Νὰ μὴν ἀποτελεῖ ἁπλῶς μία συναισθηματικὴ ἔξαρση τῶν ἡμερῶν, φορτισμένη κι ἀπὸ τὸ κοσμικό μας γιορτινὸ περιβάλλον.

Πρέπει νὰ βροῦμε πραγματικὰ τὸν Ἰησοῦ, τὸν σαρκωμένο Σωτῆρα μας. Μὲ τὸν προσωπικό μας πνευματικὸ ἀγῶνα, μὲ τὴ μετάνοια, τὴ συγχωρητικότητα, τὴν κατὰ δύναμη ἐνσυνείδητη μετοχὴ στὰ Μυστήρια τῆς Ἐκκλησίας μας, μὲ τὴν κατανυκτικὴ προσευχή, πρέπει νὰ κάνουμε τὸν Ἰησοῦ νὰ κατοικήσει μέσα μας. «Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτόν», μᾶς νουθετεῖ στὴν Ἀποκάλυψη. Ἐὰν βρεῖ καθαρὴ τὴν καρδιά μας, ναί, κατὰ τὴν ἀψευδὴ ὑπόσχεσή Του, θὰ εἰσέλθει καὶ θὰ γεννηθεῖ σ’ αὐτὴν καὶ θὰ μᾶς ἀναγεννήσει ἀληθινά. Καὶ τότε θὰ ζοῦμε καθημερινὰ καὶ πραγματικὰ τὰ Χριστούγεννα, θὰ τὰ ζοῦμε ἐν Χριστῷ, ἐν-χριστωμένοι, δοξολογώντας τὸν σαρκωθέντα Υἱὸν καὶ γλυκύτατο Σωτῆρα μας Ἰησοῦν, μὲ τὸν Πατέρα καὶ τὸ Ἅγιό Του Πνεῦμα, τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων! Ἀμήν!            

Χριστὸς ἐγεννήθη, ἀδελφοί! Ἀληθῶς ἐγεννήθη!

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Κυριακή 25 Δεκεμβρίου 2022

ΑΠΟΣΤΟΛΟΣ (ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ)
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα
4:4-7

Ἀδελφοί, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ῞Οτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· Ἀββᾶ ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾿ υἱός· εἶ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ (ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
β΄ 1 – 12

Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· Καὶ σύ Βηθλέεμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπε· Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ