Αρχική Blog Σελίδα 390

Ὁ Ἀρχιμ. Τυχικὸς Βρυώνης ἐξελέγῃ νέος Μητροπολίτης Πάφου. Ἀνακοινωθὲν τῆς πρώτης τοῦ ἔτους τακτικῆς συνεδρίας τῆς Ἱερᾶς Συνόδου (23 Φεβρουαρίου 2023)

Ἡ Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας τῆς Κύπρου συνῆλθε σήμερα, Πέμπτη, 23 Φεβρουαρίου 2023, στὴν πρώτη τοῦ ἔτους τακτικὴ συνεδρία, ὑπὸ τὴν προεδρίαν τῆς Α.Μ. τοῦ Ἀρχιεπισκόπου Κύπρου κ.κ. Γεωργίου καὶ ἐργάσθηκε ὡς ἑξῆς:

1) Ἀπεφάσισε τὴν κατ’ ἐξαίρεσιν, μόνον διὰ τὸ παρὸν ἔτος, τέλεσιν τοῦ μυστηρίου τοῦ γάμου κατὰ τὴν περίοδον τῶν Νηστειῶν τῶν Χριστουγέννων, μέχρι τὴν 12ην Δεκεμβρίου 2023.

2) Ἐνημερώθηκε ἀπὸ τοὺς ἐπὶ κεφαλῆς εἰς τοὺς Διορθοδόξους, Διαχριστιανικοὺς καὶ Διαθρησκειακοὺς διαλόγους Ἀρχιερεῖς, γιὰ τὴ συμμετοχή τους στοὺς ὡς ἄνω διαλόγους. Ἔγινε συζήτηση καὶ ἐλήφθησαν σχετικὲς ἀποφάσεις.

3) Ἐπεκύρωσε τὰ ἀποτελέσματα τῶν ἐκλογῶν γιὰ τὴν ἀνάδειξη Μητροπολίτου Πάφου, ποὺ ἔγιναν τὴν Κυριακή, 19 Φεβρουαρίου 2023.

4) Κατήρτισε τὸ τριπρόσωπον μὲ βάση τὰ ἀποτελέσματα τῶν ἐκλογῶν ὑπὸ τοῦ λαοῦ, τῆς 19ης Φεβρουαρίου 2023, γιὰ τὴν ἐκλογὴ τοῦ νέου Μητροπολίτη Πάφου. Τὸ τριπρόσωπον ἀπαρτίζεται ἐκ τῶν:

Θεοφιλεστάτου Ἐπισκόπου Ἀμαθοῦντος κ. Νικολάου,

Πανοσιολογιωτάτου Ἀρχιμανδρίτου κ. Ἰωάννη Ἰωάννου,

καὶ τοῦ Πανοσιολογιωτάτου Ἀρχιμανδρίτου κ. Τυχικοῦ Βρυώνη.

5) Προέβη, διὰ μυστικῆς ψηφοφορίας, στὴν ἐκλογὴ νέου Μητροπολίτη Πάφου. Ἐκ τῆς ψηφοφορίας, νέος Μητροπολίτης Πάφου, ἀναδείχθηκε ὁ Ἀρχιμ. Τυχικὸς Βρυώνης, διὰ ψήφων 15 ἔναντι 1 τοῦ Ἀρχιμ. Ἰωάννη Ἰωάννου.

Τὸ Μήνυμα τῆς Ἐκλογῆς τοῦ νέου Μητροπολίτου Πάφου θὰ γίνει τὸ Σάββατο, 11 Μαρτίου 2023 καὶ ὥραν 16:00, πρὸ τοῦ ἑσπερινοῦ, εἰς τὸν παλαιὸν Καθεδρικὸν Ναὸν Ἁγίου Ἰωάννου τοῦ Θεολόγου στὴ Λευκωσία.

Ἡ εἰς Ἐπίσκοπον χειροτονία θὰ γίνει τὴν ἑπομένην Β΄ Κυριακὴ τῶν Νηστειῶν, 12 Μαρτίου 2023, εἰς τὸν Καθεδρικὸν Ναὸν Ἀποστόλου Βαρνάβα Λευκωσίας.

Τὸ ἀπόγευμα τῆς 12ης Μαρτίου 2023 καὶ ὥραν 16:00, θὰ γίνει ἡ ἐνθρόνιση τοῦ νέου Μητροπολίτου Πάφου στὸν Μητροπολιτικὸ Ναὸ Ἁγίου Θεοδώρου Πάφου.

Ἡ Ἱερὰ Σύνοδος ἐκφράζει τὴ συμπάθειά της πρὸς τοὺς ὑφισταμένους τὶς ταλαιπωρίες ἀπὸ τοὺς σεισμούς, στὶς περιοχὲς Τουρκίας καὶ Συρίας καὶ εὔχεται ὅπως ὁ Θεὸς ἁπαλύνει τὸν πόνο τους. Ἡ βοήθεια ποὺ ἔχει συλλεγεῖ ἀπὸ τὸν ἔρανο στὶς Ἐκκλησίες θὰ ἀποσταλεῖ προσεχῶς στοὺς πληγέντες.

Τέλος, ἐν’ ὄψει τῆς εἰσόδου μας στὴ Μεγάλη Τεσσαρακοστή, ἡ Ἱερὰ Σύνοδος εὔχεται στὸ Χριστεπώνυμο πλήρωμα τῆς Ἐκκλησίας τῆς Κύπρου «Καλὸν Στάδιον» καὶ ὅπως ὁ Θεὸς ἐνισχύει ὅλους στὸν πνευματικὸ ἀγώνα, πρὸς τὸν Σταυρὸ καὶ τὴν Ἀνάσταση τοῦ Κυρίου.

Ἱερὰ Ἀρχιεπισκοπὴ Κύπρου,

23 Φεβρουαρίου 2023.

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Παρασκευή 24 Φεβρουαρίου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (Η Α’ ΚΑΙ Β’ ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ)
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
4: 6-15

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών, ἐκ σκότους φῶς λάμψαι, ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι΄ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (Η Α’ ΚΑΙ Β’ ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
11: 2-15

Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναί λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτος γὰρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν· καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκουέτω.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Βαπτιστὰ τοῦ Χριστοῦ, δίδαξόν με τὴν μετάνοιαν ἐν Πνεύματι Ἁγίῳ

Ἀπόσπασμα ἀπὸ τὸ κήρυγμα τοῦ Μητροπολίτου Μόρφου κ. Νεοφύτου στὸν πανηγυρικὸ Ἑσπερινὸ τῆς ἑορτῆς τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου, ποὺ τελέσθηκε στὸν ἱερὸ ναὸ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου τῆς κοινότητος Προδρόμου τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (28.8.2017).

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Πέμπτη 23 Φεβρουαρίου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΠΕΜΠΤΗ ΤΥΡΙΝΗΣ)
Καθολικῆς Ἐπιστολῆς Ἰούδα τὸ Ἀνάγνωσμα
11-25

Ἀγαπητοί, οὐαὶ τοῖς ἀσεβἐσιν, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται. Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ ᾽Αδὰμ ᾽Ενὼχ λέγων· Ἰδοὺ, ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. ῾Υμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν Ἀποστόλων τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. ῾Υμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι ῾Αγίῳ προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον. Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι, οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ σοφῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΟΛΥΚΑΡΠΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ)
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 
4:7-13

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν Ἀποστόλους, τοὺς δὲ Προφήτας, τοὺς δὲ Εὐαγγελιστάς, τοὺς δὲ Ποιμένας καὶ Διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν Ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΠΕΜΠΤΗ ΤΗΣ ΤΥΡΙΝΗΣ )
Ἐκ τοῦ κατὰ Λουκᾶν
23: 1-31. 33. 44-56

Τῷ καιρῷ ἐκείνῳ, ἀπήγαγον τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπὶ τὸν Πιλᾶτον. ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι· καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐντόνως κατηγοροῦντες αὐτοῦ. ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἶπε πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. ἀλλ’ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. παιδεύσας οὖν αὐτὸν ἀπολύσω. ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακὴν. πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν, ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ’ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ. Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, καὶ ἐσκοτίσθη ὁ ἥλιος· καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος – οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν – ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ, οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· καὶ ἡμέρα ἦν παρασκευὴ, σάββατον ἐπέφωσκε. Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΟΛΥΚΑΡΠΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
12: 24 – 26, 35-36

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοί διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. εἶπεν οὖν τοῖς ὄχλοις ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Όσιος Παΐσιος: «Μεγαλύτεροι μάρτυρες ήταν οι προφήτες»

Άγιος Παΐσιος ο Αγιορείτης

«Μεγαλύτεροι Μάρτυρες ἦταν οἱ Προφῆτες! Έβλεπαν μία κατάσταση καὶ ὑπέφεραν συνέχεια. Φώναζαν-φώναζαν, καὶ οἱ ἄλλοι τὸν χαβά τους».

Ὁ περισσότερος κόσμος τῆς ἐποχῆς μᾶς εἶναι μορφωμένος κοσμικά καὶ τρέχει μὲ τὴν κοσμική μεγάλη ταχύτητα. Ἐπειδή ὅμως τοῦ λείπει ὁ φόβος τοῦ Θεοῦ –«ἀρχή σοφίας φόβος Κυρίου» [1]–, λείπει τὸ φρένο, καὶ μὲ ταχύτητα, χωρίς φρένο, καταλήγει σὲ γκρεμό. Οἱ ἄνθρωποι εἶναι πολύ προβληματισμένοι καὶ οἱ περισσότεροι πολύ ζαλισμένοι. Ἔχουν χάσει τὸν προσανατολισμό τους. Σιγά-σιγὰ κατευθύνονται πρὸς τὸ νὰ μήν μποροῦν νὰ ἐλέγχουν τὸν ἑαυτό τους. Ἄν αὐτοί ποὺ ἔρχονται στὸ Ἅγιον Ὅρος εἶναι τόσο πολύ συγχυσμένοι, τόσο μπερδεμένοι, μὲ τόσο ἄγχος, σκεφθῆτε οἱ ἄλλοι ποὺ εἶναι μακριά ἀπὸ τὸν Θεό, ἀπὸ τὴν Ἐκκλησία, πώς θὰ εἶναι!

Καὶ βλέπεις σὲ ὅλα τὰ κράτη φουρτούνα, ζάλη μεγάλη! Ὁ καημένος ὁ κόσμος – ὁ Θεὸς νὰ βάλει τὸ χέρι Του! – βράζει σάν τὴν χύτρα ταχύτητος. Καὶ οἱ μεγάλοι πώς τὰ φέρνουν! Μαγειρεύουν-μαγειρεύουν, τὰ ρίχνουν ὅλα στὴν χύτρα ταχύτητος καὶ σφυρίζει τώρα ἡ χύτρα! Θὰ πεταχθῆ σὲ λίγο ἡ βαλβίδα! Εἶπα σὲ κάποιον ποῦ εἶχε μία μεγάλη θέση: «Γιατί μερικά πράγματα δὲν τὰ προσέχετε; Τί θὰ γίνει;». «Πάτερ μου, μοῦ λέει, λίγο χιόνι ἦταν πρῶτα τὸ κακό, τώρα ἔχει γίνει ὁλόκληρη χιονοστιβάδα. Μόνο ἕνα θαῦμα μπορεῖ νὰ βοηθήση». Ἀλλά καὶ μὲ τὸν τρόπο ποὺ πηγαίνουν μερικοί νὰ βοηθήσουν τὴν κατάσταση, κάνουν μεγαλύτερη τὴν χιονοστιβάδα τοῦ κακοῦ. Ἀντί νὰ λάβουν ὁρισμένα μέτρα γιὰ τὴν παιδεία κ.λπ., κάνουν χειρότερα. Δὲν κοιτάζουν πώς νὰ διαλύσουν αὐτήν τὴν χιονοστιβάδα, ἀλλὰ τὴν κάνουν μεγαλύτερη. Βλέπεις, τὸ χιονάκι εἶναι λίγο στὴν ἀρχή. Ἄν κυλήση στὸν κατήφορο, γίνεται ἕνας σβῶλος. Ὁ σβῶλος, καθώς μαζεύει καὶ ἄλλο χιόνι, ξύλα, πέτρες κ.λπ., γίνεται σιγά-σιγὰ μεγαλύτερος-μεγαλύτερος, καὶ τελικά γίνεται ὁλόκληρη χιονοστιβάδα. Ἔτσι καὶ τὸ κακό λίγο-λίγο ἔχει γίνει πιά χιονοστιβάδα καὶ κυλάει, τώρα θέλει βόμβα γιὰ νὰ σπάση.

Ἀγωνιᾶτε, Γέροντα;

– Ἄχ, τί ἄσπρισαν τὰ γένια μου πρόωρα; Ἐγώ πονάω δυὸ φορές, μία, ὅταν προβλέπω μία κατάσταση καὶ φωνάζω, γιὰ νὰ προλάβουμε ἕνα κακό ποὺ πρόκειται νὰ γίνη, καὶ μία, ὅταν δὲν δίνουν σημασία –ἴσως ὄχι ἀπὸ περιφρόνηση –, καὶ συμβαίνη μετά τὸ κακό καὶ μοῦ ζητοῦν τότε τὴν συμπαράστασή μου. Τώρα καταλαβαίνω τί τραβοῦσαν οἱ Προφῆτες. Μεγαλύτεροι Μάρτυρες ἦταν οἱ Προφῆτες! Πιὸ μεγάλοι Μάρτυρες ἀπὸ ὅλους τους Μάρτυρες, παρ’ ὅλου ποὺ δὲν πέθαναν ὅλοι μὲ μαρτυρικό θάνατο. Γιατί οἱ Μάρτυρες γιὰ λίγο ὑπέφεραν, ἐνῶ οἱ Προφῆτες ἔβλεπαν μία κατάσταση καὶ ὑπέφεραν συνέχεια. Φώναζαν-φώναζαν, καὶ οἱ ἄλλοι τὸν χαβά τους. Καὶ ὅταν ἔφθανε ἡ ὥρα καὶ ἐρχόταν ἡ ὀργή τοῦ Θεοῦ ἐξ αἰτίας τους, βασανίζονταν καὶ ἐκεῖνοι μαζί τους. Τουλάχιστον ὅμως τότε τόσο ἔφθανε τὸ μυαλό τῶν ἀνθρώπων. Ἄφηναν τὸν Θεό καὶ προσκυνοῦσαν τὰ εἴδωλα. Σήμερα ποὺ καταλαβαίνουν, εἶναι ἡ μεγαλύτερη εἰδωλολατρία.

Δὲν ἔχουμε συνειδητοποιήσει ὅτι ὁ διάβολος βάλθηκε νὰ καταστρέψη τὰ πλάσματα τοῦ Θεοῦ. Ἔχει κάνει παγκοινιά [2], νὰ καταστρέψη τὸν κόσμο. Λύσσαξε, γιατί ἄρχισε νὰ μπαίνη στὸν κόσμο ἡ καλή ἀνησυχία. Εἶναι πολύ ἀγριεμένος, γιατί γνωρίζει ὅτι εἶναι λίγη ἡ δράση του [3]. Τώρα κάνει ὅπως ἕνας ἐγκληματίας πού, ὅταν τὸν κυκλώνουν, λέει: «Δὲν ἔχω σωτηρία! Θὰ μὲ πιάσουν!». καὶ τὰ κάνει ὅλα γυαλιά-καρφιά. Ἤ ὅπως οἱ στρατιῶτες, ποὺ ἐν καιρῶ πολέμου, ὅταν τελειώσουν τὰ πυρομαχικά, βγάζουν τὴν λόγχη ἤ τὸ σπαθί καὶ ρίχνονται καὶ ὅ,τι γίνει. Σοῦ λέει: «Ἔτσι κι ἀλλιῶς χαμένοι εἴμαστε, ἄς σκοτώσουμε ὅσο πιὸ πολλούς μποροῦμε». Ὁ κόσμος καίγεται! Τὸ καταλαβαίνετε; Ἔπεσε πολύς πειρασμός. Τέτοια πυρκαγιά ἔχει βάλει ὁ διάβολος, ποὺ οὔτε ὅλοι οἱ πυροσβέστες ἄν μαζευθοῦν, δὲν μποροῦν νὰ κάνουν τίποτε, ἀναγκάζονται οἱ ἄνθρωποι νὰ στραφοῦν στὸν Θεό καὶ νὰ Τὸν παρακαλέσουν νὰ ρίξη μία βροχή γερή, γιὰ νὰ σβήση. Ἔτσι καὶ γιὰ τὴν πνευματική πυρκαγιά ποὺ ἄναψε ὁ διάβολος, μόνον προσευχή χρειάζεται, γιὰ νὰ βοηθήση ὁ Θεός.

Ὅλος ὁ κόσμος πάει νὰ γίνη μία περίπτωση. Γενικό ξεχαρβάλωμα! Δὲν εἶναι νὰ πῆς: «Σ’ ἕνα σπίτι χάλασε λίγο τὸ παράθυρο ἤ κάτι ἄλλο, ἄς τὸ διορθώσω». Ὅλο τὸ σπίτι εἶναι ξεχαρβαλωμένο. Ἔχει γίνει χαλασμένο χωριό. Δὲν ἐλέγχεται πιά ἡ κατάσταση. Μόνον ἀπὸ πάνω, ὅ,τι κάνει ὁ Θεός. Τώρα εἶναι νὰ δουλεύη ὁ Θεὸς μὲ τὸ κατσαβίδι, μὲ χάδια, μὲ σκαμπίλια, νὰ τὸ διορθώση. Μία πληγή ἔχει ὁ κόσμος ποὺ κιτρίνισε καὶ θέλει σπάσιμο, ἀλλὰ ἀκόμη δὲν ὡρίμασε καλά. Πάει νὰ ὡριμάση τὸ κακό, ὅπως τότε στὴν Ἱεριχὼ [4] ποὺ ἦταν γιὰ ἀπολύμανση.

Ἀπὸ τὸ Βιβλίο ἁγ. Παϊσίου ἁγιορείτου – Λόγοι Α’ «Μὲ πόνο και αγάπη για τον σύγχρονο ἄνθρωπο»


  1. Ψαλμ.110, 10
  2. Παγκοινιά ἤ παγγεν(ἐ)ἴα (πάντες ἀπὸ κοινοῦ, πᾶν τὸ κοινόν) : ἐργασία τὴν ὁποία ἀναλαμβάνουν ὅλοι μαζί οἱ ἀδελφοί μίας Μονῆς ἤ μίας Σκήτης.
  3. Βλ. Ἀποκ.12, 12
  4. Βλ. Ἰ. Ναυῆ6, 24

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τετάρτη 22 Φεβρουαρίου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

Σήμερον δὲν τελεῖται Θεία λειτουργία.

Κατ’ ἔθος έπικρατἥσαν είς ἅπασαν τῆν ᾿Ορθόδοξον ᾽Εκκλησίαν, τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ τῇς τυρινῇς ἑβδομάδος οὔτε τελεία Θεία λειτουργία οὔτε προηγιασμένη τελεῖται, έκτὁς ἂν τύχῃ ἐν ταῖς ἡμέραις αὐταῖς μνήμη έορταζομένου ἁγίου, ὁπότε καταλιμπάνεται ἡ ἀκολουθία τοῦ Τριῳδίου καὶ ψάλλεται μόνον ἡ τοῦ ἁγίου τοιαύτη, τελεῖται δὲ ἡ Θεία λειτουργία τοῦ ἱεροῦ Χρυσοστόμου.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ