Αρχική Blog Σελίδα 317

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Παρασκευὴ 26 Μαΐου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΠΑΡΑΣΚΕΥΗ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
19: 1-8

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΕΚ ΜΕΤΑΘΕΣΕΩΣ – Γ’ ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ)
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
4: 6-15

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών, ἐκ σκότους φῶς λάμψαι, ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι΄ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΠΑΡΑΣΚΕΥΗ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
14: 1-11

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδόν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ. εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΕΚ ΜΕΤΑΘΕΣΕΩΣ – Γ’ ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
11: 2-15

Τῷ καιρῷ ἐκείνῳ, ὁ ἀκούσας Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναί λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτος γὰρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν· καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκουέτω.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Πέμπτη 25 Μαΐου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ)
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
1: 1-12

Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς Ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι΄ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπεν δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ΄ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ ᾿Ιησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τότε ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς ῾Ιερουσαλήμ, σαββάτου ἔχον ὁδόν.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
24: 36-53

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Μόρφου Νεόφυτος: Ὁ θεοειδὴς ὅσιος Κυριακὸς τῆς Εὐρύχου (24.5.2021)

Κήρυγμα Μητροπολίτου Μόρφου κ. Νεοφύτου στὴ Θεία Λειτουργία τῆς ἑορτῆς τοῦ ὁσίου Κυριακοῦ τῆς Εὐρύχου, ποὺ τελέσθηκε στὸ ὁμώνυμο πανηγυρίζον ἱερὸ παρεκκλήσιο τῆς κοινότητος Εὐρύχου, τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (24.5.2021).

Ψάλλει ὁ πρωτοψάλτης τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου κ. Μάριος Ἀντωνίου.

Ευρύχου – Ιερός Ναός Αγίας Μαρίνας: Εορτή της Αναλήψεως του Κυρίου (25 Μαΐου 2023)

Η Ανάληψις του Κυρίου
Η Ανάληψις του Κυρίου

Φέρεται στη γνώση των ευσεβών χριστιανών ότιμε την ευκαιρία της Δεσποτικής εορτής της Αναλήψεως του Κυρίου, στον Ιερό Ναό της Αγίας Μαρίνας στην Ευρύχου, θα τελεστούν οι πιο κάτω ακολουθίες:

  • Τετάρτη 24 Μαΐου, 6:30 μ.μ.: Πανηγυρικός εσπερινός της εορτής.
  • Πέμπτη 25 Μαΐου, 7:00 π.μ.: Πανηγυρική Θεία Λειτουργία προϊσταμένου του Πανιερωτάτου Μητροπολίτου Μόρφου κΝεοφύτου.
Ιερός Ναός Αγίας Μαρίνας, Ευρύχου

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τετάρτη 24 Μαΐου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΤΕΤΑΡΤΗ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
18: 22-28

Ἐν ταῖς ἡμέραις ἐκείναις, κατελθὼν ὁ Παῦλος εἰς Καισάρειαν, ἀναβάς, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν· καὶ ποιήσας χρόνον τινά, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς ᾿Ιουδαῖος δέ τις ᾿Απολλὼς ὀνόματι, ᾿Αλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς ῎Εφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα ᾿Ιωάννου· οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ ᾿Ακύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ᾿Αχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς ᾿Ιουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν ᾿Ιησοῦν.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΟΣΙΟΥ ΚΥΡΙΑΚΟΥ ΤΟΥ ΕΝ ΕΥΡΥΧΟΥ)
Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
6: 11-16

Τέκνον Τιμόθεε, δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΕΤΑΡΤΗ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
12: 36-47

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς. ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΟΣΙΟΥ ΚΥΡΙΑΚΟΥ ΤΟΥ ΕΝ ΕΥΡΥΧΟΥ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
6: 37-45

Εἶπεν ὁ Κύριος· μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ, ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Εἶπε δὲ καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται; οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν· ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλὴν. ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ανακοίνωση Ιεράς Συνόδου για την πρόταση νόμου «Ψευδοθεραπεῖες μεταστροφῆς…» (22 Μαΐου 2023)

ΑΝΑΚΟΙΝΩΘΕΝ

Ἡ Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας τῆς Κύπρου συνῆλθε σήμερα, Δευτέρα, 22 Μαΐου 2023, σὲ ἔκτακτη συνεδρία, ὑπὸ τὴν προεδρία τῆς Α.Μ. τοῦ Ἀρχιεπισκόπου Κύπρου κ.κ. Γεωργίου καὶ ἀσχολήθηκε μὲ τὴν πρόταση νόμου ποὺ τροποποιεῖ τὸν περὶ Ποινικοῦ Κώδικα Νόμο, μὲ τὴν προσθήκη νέου ἄρθρου 233Β: «Ψευδοθεραπεῖες μεταστροφῆς… ».

Ἡ Ἱερὰ Σύνοδος παραμένει πιστὴ στὴ διδασκαλία τῆς Ἁγίας Γραφῆς ὅτι δύο φῦλα, «ἄρσεν καὶ θῆλυ ἐποίησεν ὁ Θεός». Θεωρεῖ ἐπίσης ὅτι τὸ φῦλο σὲ κάθε ἄνθρωπο εἶναι δῶρο δοσμένο ἀπὸ τὸν Θεό, τὸ ὁποῖο ὑπηρετεῖ τὸ μυστήριο τῆς ζωῆς. Τὸ φῦλο προσδιορίζεται ἀπὸ τὴ φυσιολογία τοῦ ἀνθρωπίνου σώματος καὶ δὲν ἀποτελεῖ στοιχεῖο ἐπιλογῆς, αὐτοπροσδιορισμοῦ, ἢ μεταβολῆς κατὰ βούληση.

Ἡ Ἐκκλησία δὲν ἔχει καὶ οὔτε ἐπιθυμεῖ νὰ ἔχει τὴ δυνατότητα ἐπιβολῆς τῆς θέσης της στοὺς ἀνθρώπους. Ὁ εὐαγγελικὸς λόγος εἶναι σαφής: «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν…». Διατηρεῖ ὡστόσο τὸ δικαίωμά της νὰ ἐκφέρει ἄποψη καὶ νὰ συμβουλεύει τοὺς πιστούς.

Ἡ τροποποίηση τοῦ Νόμου καὶ ἡ εἰσαγωγὴ τοῦ πιὸ πάνω ἄρθρου στὸν Ποινικὸ Κώδικα ἰσοδυναμεῖ μὲ ἰσοπέδωση τοῦ δικαιώματος τῆς ἐλεύθερης θρησκευτικῆς ἔκφρασης καὶ τῶν πεποιθήσεων τοῦ Κυπριακοῦ λαοῦ, ποὺ προστατεύονται ἀπὸ τὰ ἄρθρα 18 καὶ 19 τοῦ Συντάγματος τῆς Κυπριακῆς Δημοκρατίας καὶ τὴν Εὐρωπαϊκὴ Σύμβαση Ἀνθρωπίνων Δικαιωμάτων. Μὲ βάση αὐτὰ θεωροῦμεν ὅτι:

α) παραβιάζεται  καὶ ποινικοποιεῖται ἡ θρησκευτικὴ ἐλευθερία τοῦ ἀνθρώπου, ἡ ὁποία κατοχυρώνεται ἀπὸ τὸ ἄρθρο 9 τῆς Εὐρωπαϊκῆς Σύμβασης τῶν Ἀνθρωπίνων Δικαιωμάτων, τὸ ὁποῖο σαφῶς προβλέπει τὴν ἐλεύθερη καὶ ἀπρόσκοπτη ἔκφραση τῶν θρησκευτικῶν πεποιθήσεών του, «δημόσια ἢ κατ᾽ ἰδίαν, μέσω τῆς λατρείας, τῆς διδασκαλίας καὶ τῆς ἄσκησης τῶν θρησκευτικῶν καθηκόντων καὶ τελετουργιῶν».

β) Ποινικοποιεῖται ἡ μακραίωνη παράδοση τῆς Πατρίδας μας, ἡ ὁποία θέλει τοὺς πιστούς, οἱ ὁποῖοι ἐμπιστεύονται ἐλεύθερα τὴν ποιμαντικὴ φροντίδα τῆς Ἐκκλησίας, νὰ καταφεύγουν σ᾽ αὐτὴ συμβουλευτικά.

γ) Ποινικοποιεῖται τὸ ἀναφαίρετο δικαίωμα τοῦ ἀνθρώπου νὰ ἀποφασίζει ἐλεύθερα, νὰ ἐπιλέγει καὶ ἀναζητεῖ, στὸ πλαίσιο τῆς νομιμότητας καὶ τῆς θρησκευτικῆς ἐλευθερίας, στήριξη καὶ πνευματικὴ καθοδήγηση σὲ ζητήματα, τὰ ὁποῖα εἶναι ἄκρως προσωπικὰ καὶ εὐαίσθητα, γιὰ τὰ ὁποῖα μπορεῖ, στὸ τέλος, νὰ ἀποφασίζει ὁ ἴδιος γιὰ τὴν ἀποδοχή τους ἢ μή.

Ἡ Πολιτεία θὰ πρέπει νὰ ἀναγνωρίζει τὰ δικαιώματα ὅλων τῶν πολιτῶν τῆς Κυπριακῆς Δημοκρατίας ἀνεξαιρέτως. Αὐτὰ τὰ δικαιώματα  τὰ ἔχουν καὶ οἱ πολίτες ποὺ ἀσκοῦν τὴν πίστη τους, ἡ ὁποία ἐκφράζεται μὲ τοὺς κανόνες καὶ τὰ δόγματα τὰ ὁποῖα διαχρονικὰ ἰσχύουν στὴν Ἑλληνορθόδοξή μας Παράδοση. Ἡ Ἐκκλησία δὲν μπορεῖ νὰ ἐξαναγκάζεται στὴ σιωπὴ πρὸς χάριν τῆς Παγκοσμιοποίησης καὶ τῆς λεγόμενης Νέας Τάξης Πραγμάτων. Τὸ δικαίωμα τοῦ πολίτη νὰ ἐκφράζει ἐλεύθερα τὶς ἀπόψεις του καὶ τὶς ἐπιλογὲς τοῦ τρόπου ζωῆς του τυγχάνει σεβασμοῦ ἀπὸ τὸ Σύνταγμα καὶ τοὺς Νόμους. Θὰ πρέπει, ὅμως, νὰ ἀντικρύζεται μέσα στὰ ἰδιαίτερα χαρακτηριστικά, τὰ ὁποῖα ἀντανακλοῦν στὸ ἦθος καὶ τὶς ἀξίες τῆς Ἐκκλησίας καὶ τῆς Κοινωνικῆς δομῆς τοῦ Κυπριακοῦ Κράτους, ποὺ ἀποτελεῖται κατὰ πλειοψηφίαν ἀπὸ Ὀρθόδοξους Χριστιανοὺς.

Ὑπὸ τὸ πρόσχημα τῆς προστασίας τῶν ἀνθρωπίνων δικαιωμάτων, δὲν μπορεῖ μιὰ ὁμάδα ἀνθρώπων νὰ ἐπιβάλλει τὸν τρόπο ζωῆς της στοὺς ἄλλους καὶ οὔτε τὸ ἔργο τῆς προστασίας τῶν ἀνθρωπίνων δικαιωμάτων πρέπει νὰ ὑπηρετεῖ πολιτικὰ ἢ ἄλλα συμφέροντα ψηφοθηρίας ἢ καὶ δημοσίας προβολῆς.

Ἡ Ἐκκλησία εἶναι μητέρα ὅλων ἀνεξαιρέτως, δὲν κατακρίνει οὔτε καὶ καταδικάζει. Ἀποτελεῖ καταφύγιο στὸ ὁποῖο ὅλοι προσφεύγουμε, γιὰ νὰ βροῦμε μέσα ἀπὸ τὴν ἁγιοπνευματική της ἐμπειρία καὶ τὰ ἁγιαστικὰ μυστήριά της, στήριξη, ἔμπνευση, παρηγοριὰ καὶ ἐνίσχυση στὶς ὑπαρξιακὲς ἀγωνίες καὶ ψυχολογικὲς πιέσεις ποὺ δεχόμαστε.

Ἡ Ἐκκλησία μπορεῖ νὰ συνεργαστεῖ ἄριστα μὲ ἀνθρώπους ποὺ δὲν ἔχουν καμμία θρησκευτικὴ πίστη ἢ μεταφυσικὴ ἀναφορὰ καὶ νὰ μοιραστεῖ μαζί τους τὸν σεβασμὸ στὴν ἐλευθερία τοῦ ἀνθρώπου. «Γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς» (Ἰω. 8, 32).

Κάνουμε ὡς ἐκ τούτου ἔκκληση στοὺς βουλευτές μας νὰ μὴν ἐκθεμελιώσουν ὅ,τι ὑγιὲς ἀπέμεινε σ’ αὐτὸ τὸν τόπο. Ὁ πνευματικὸς ἐκφυλισμὸς τῆς κοινωνίας δὲν εἶναι τὸ καλύτερο γιὰ ἕνα λαὸ ποὺ ἀγωνίζεται γιὰ τὴν ἐθνική του ἐπιβίωση.

Ἂν τὸ φῶς τῆς Ἀναστάσεως τοῦ Θεανθρώπου Ἰησοῦ Χριστοῦ μπορεῖ νὰ φωτίσει τὴν ἀνθρώπινη καρδιά, τότε μπορεῖ νὰ μεταμορφώσει καὶ τὸν ὅλον ἄνθρωπο. Ἡ Ἐκκλησία πάντοτε ἐν ἀγάπῃ καὶ ταπεινώσει προσεύχεται γιὰ τὸν ἄνθρωπο ποὺ ἀγωνίζεται καὶ μετανοεῖ.

Ἐκ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Κύπρου

Ἱερὰ Ἀρχιεπισκοπὴ Κύπρου,

22 Μαΐου 2023.

Τὸ προφητικὸ χάρισμα στὴν Ὀρθόδοξη Ἐκκλησία. Οἱ ἐκ Θεοῦ προφῆτες καὶ οἱ ψευδοπροφῆτες

Ἀρχιμανδρίτης Φώτιος Ἰωακεὶμ

«προφητείας μὴ ἐξουθενεῖτε» (Α´ Θεσ. 5,20)

Οἱ πιστοὶ στὴν Ὀρθόδοξη Ἐκκλησία ἀείποτε καθίστανται μέτοχοι τῶν χαρισμάτων τοῦ Πνεύματος, καὶ βιώνουν τὴ μέθεξη τῶν ἀκτίστων τοῦ Θεοῦ ἐνεργειῶν, οἱ ὁποῖες, χωρὶς νὰ ἰσοπεδώνουν καὶ καταργοῦν τὶς ἰδιότητες τοῦ κτιστοῦ, τὶς ἀναστέλλουν, τὶς καθαγιάζουν καὶ τὶς ὑπερβαίνουν.

Ἕνα ἀπὸ τὰ χαρίσματα τοῦ Θεοῦ στὶς κεκαθαρμένες ἀπὸ τὰ πάθη ψυχὲς ἀποτελεῖ καὶ τὸ προφητικὸ χάρισμα, ἰδιαίτερα σημαῖνον στὴν Ὀρθόδοξη Ἐκκλησία. Ἀλλ᾽ ἡ συγκεχυμένη πνευματικὰ περιρρέουσα ἀτμόσφαιρα τῆς ἐποχῆς μας, μέσα στὴ δίνη τῆς πολυποίκιλης πλάνης της τὸ ἔχει περιλάβει —ἀλίμονο!— καὶ αὐτό. Καί, δύο παράλληλες καὶ ψυχοφθόρες πλάνες, ὡς ἄλλοι ἰσοβαθεῖς καὶ ἰσόμετροι κρημνοί, ἡ προτεσταντίζουσα λεγόμενη «Μεταπατερικὴ θεολογία»1  καὶ ὁ ἄκριτος καὶ ἀδιάκριτος Ζηλωτισμός2 , ἀγωνίζονται σὰν σὲ διελκυστίνδα, νὰ ἀλλοιώσουν σὺν ἄλλοις καὶ τὸ θεόσδοτο προφητικὸ χάρισμα. Καὶ ἡ μὲν πρώτη τὸ ἀμφισβητεῖ, τὸ εἰρωνεύεται καὶ τὸ «ἐξουθενεῖ» μέχρις ἀπόρριψης, ἐνῶ ὁ δεύτερος τὸ ὑπερτονίζει ἀδιάκριτα καὶ πεπλανημένα. Ἀντίθετα, ἡ Ὀρθοδοξία, ὡς ἡ μέση καὶ βασιλικὴ ὁδὸς —καθὼς κατὰ τὸν Θεολόγο Γρηγόριο «ὀρθοδοξεῖν ἐστὶ τὸ ἀεὶ σχοινοβατεῖν», «τὰς ἐφ᾽ ἑκάτερα ἐκκλίνοντα ῥοπὰς»— ἔχει μία ἐντελῶς διαφορετικὴ θεώρηση γιὰ τὴν προφητεία.

Κοσμᾶς ὁ Αἰτωλὸς

Γιὰ τοῦτο καὶ μὲ πόνο ψυχῆς γιὰ τὰ ὅσα πεπλανημένα στὶς μέρες μας λέγονται καὶ γράφονται γιὰ τὸ θεϊκὸ τοῦτο δώρημα πρὸς τοὺς ἀνθρώπους σκέφθηκα νὰ γράψω κάτι γιὰ τὸ προφητικὸ χάρισμα στὴν Ὀρθόδοξη Ἐκκλησία. Θὰ προσπαθήσω, ὡς ἄλλος «καλὸς ῥαγολόγος», κατὰ τὸν θεοφόρο πατέρα ἡμῶν Ἰωάννη τὸν Σιναΐτη, βασιζόμενος στὸν Λόγο τοῦ Θεοῦ καὶ ἐρανιζόμενος ἀπὸ τὴ σοφία παλαιῶν καὶ συγχρόνων ἁγίων, ἀληθινῶν καὶ ἀπλανῶν μετόχων τοῦ χαρίσματος τούτου, νὰ παρουσιάσω στοὺς εὐσεβεῖς καὶ φιλόθεους ἀναγνῶστες κάποιες πτυχές του.

Πρὶν προχωρήσουμε στὸ καθαυτό μας θέμα, θὰ ἤθελα νὰ ἀναφερθοῦμε εἰσαγωγικὰ στὸ σπουδαῖο θέμα τοῦ ποιός εἶναι προφήτης καὶ ποιός δὲν εἶναι, καὶ τί εἶναι προφητεία-προφητικὸ χάρισμα.

Ἐπειδή, κατὰ τὸ ἀρχαῖο γνωμικό, «ἀρχὴ σοφίας ἡ τῶν ὀνομάτων ἐπίσκεψις», θὰ δοῦμε καταρχὴν τὴν ἐτυμολογία τῆς ἀρχαιοελληνικῆς λέξης προφήτης καὶ τοῦ σύστοιχου ρήματος προφητεύω, καθὼς καὶ τὴν ἀρχικὴ σημασία τους. Οἱ λέξεις αὐτὲς παράγονται ἀπὸ τὴν πρόθεση πρὸ καὶ τὸ ρῆμα φημὶ (λέγω). Ἐδῶ ἡ πρόθεση πρὸ ἔχει ὡς πρώτη καὶ κύρια ἔννοια ὄχι χρονικὴ ἀλλὰ τὴν ἐκπροσώπηση, καὶ ἑπομένως προφήτης εἶναι αὐτὸς ποὺ μιλᾶ πρό, ἐνώπιον, ἐκ μέρους τοῦ Θεοῦ καὶ ἑρμηνεύει τὴ βουλή, τὸ θέλημά Του στοὺς ἀνθρώπους3 .

ὅσιος Ἀρσένιος ὁ Καππαδόκης καὶ ὅσιος Παΐσιος

Στὴν Ἁγία Γραφὴ καὶ τὴν πατερικὴ παράδοση, προφήτης εἶναι αὐτὸς ποὺ ἔχει διέλθει τὰ στάδια τῆς κάθαρσης ἀπὸ τὰ ψεκτὰ πάθη, προχώρησε στὸν ἐνυπόστατο φωτισμὸ τοῦ νοῦ καὶ ἔφθασε στὴν κατὰ χάριν θέωση, στὸν δοξασμό4 . Ἔχοντας λοιπὸν ὁ θεωμένος ἀληθινὴ κοινωνία-γνώση τοῦ Θεοῦ, καθίσταται αὐθεντικὸς διδάσκαλος τῆς ἐν Χριστῷ ζωῆς καὶ διδάσκει ἀπλανῶς τὸ θέλημα τοῦ Θεοῦ στοὺς πιστούς. Περαιτέρω, ὁ προφήτης, ὡς ἐμπνεόμενος ἀπὸ τὸ Ἅγιο Πνεῦμα, δέχεται ἔκτακτες ἀποκαλύψεις ἀπὸ τὸν Θεὸ καί, μέσα στὸ πλαίσιο τῆς αὐθεντικῆς διδασκαλίας τοῦ θείου θελήματος, προλέγει μελλοντικὰ γεγονότα, γιὰ νὰ καθοδηγήσει τοὺς πιστοὺς σὲ μετάνοια.

Ἡ προφητεία λοιπόν, ὡς ἀληθινὴ γνώση καὶ ἁπλανὴς διδασκαλία τοῦ θείου θελήματος καὶ συνάμα πρόγνωση τῶν μελλόντων, ἀποτελεῖ χάρισμα Θεοῦ. Ὁ Θεός μας εἶναι, μεταξὺ ἄλλων, καὶ παντογνώστης. Γι᾽ Αὐτὸν δὲν ὑπάρχουν χρονικὰ ὅρια καὶ φραγμοί. Καί, μέρος αὐτῆς τῆς παγγνωσίας του μεταδίδει στοὺς ἀγγέλους καὶ τοὺς ἁγίους του, μεταδίδει στοὺς προφῆτες του.

Ἐδῶ νὰ τονίσουμε πὼς προφῆτες  δὲν  ἔχουμε  μόνο  στὴν  Παλαιὰ Διαθήκη,  ἀλλὰ  καὶ  στὴν  ἐποχὴ  τῆς  Χάριτος,  καὶ  θὰ  ἔχουμε  μέχρι  τὴ  συντέλεια τῶν αἰώνων. «Μιλώντας γιὰ Προφῆτες τῆς Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης, ἔχει ἐντοπισθῆ μία διαφορὰ μεταξύ τους. Δηλαδή, οἱ Προφῆτες τῆς Παλαιᾶς Διαθήκης ἔβλεπαν τὸν ἄσαρκο Λόγο, ἐνῶ οἱ Προφῆτες τῆς Καινῆς Διαθήκης ἔβλεπαν τὸν σεσαρκωμένο Λόγο»5 .

Στάρετς Ἀνατόλιος τῆς Ὄπτινα

Στὰ χρόνια τῆς Παλαιᾶς Διαθήκης ὁρισμένοι μόνο ἄνθρωποι, ἐκλεκτοὶ τοῦ Θεοῦ, «ὑπὸ Πνεύματος ἁγίου φερόμενοι», ἐξέφεραν προφητεῖες (Β´ Πέτρ. 1, 21). Αὐτὸ ἦταν τὸ κατεξοχὴν ἔργο τῶν προφητῶν: νὰ ἐξαγγέλλουν στὸν λαὸ σὲ κάθε περίσταση τὸ θεῖο θέλημα καὶ νὰ τοὺς τὸ διερμηνεύουν, νὰ τὸ ἀναλύουν καὶ ἐπεξηγοῦν, γιὰ νὰ γίνεται σαφῶς ἀντιληπτὸ ἀπὸ ὅλους. Ἐπειδὴ λοιπὸν σ᾽ αὐτοὺς ὁ Θεὸς ἀποκάλυπτε τὸ θέλημά Του, γι᾽ αὐτὸ οἱ προφῆτες ὀνομάζονταν καὶ «οἱ βλέποντες», καθὼς αὐτοὶ εἶχαν τὸν θεῖο φωτισμὸ καὶ ἦταν σὲ θέση νὰ βλέπουν, νὰ κατανοοῦν πλήρως τὴ σημασία κάποιων γεγονότων ἢ θαυμαστῶν σημείων, καὶ νὰ τὰ ἐπεξηγοῦν στὸν λαό.

Αὐτὴ ἡ ἱκανότητα τῶν παλαιῶν προφητῶν, τώρα, στὴν ἐποχὴ τῆς Καινῆς Διαθήκης, τὴν ἐποχὴ τῆς Χάριτος, ἐπεκτείνεται καὶ σὲ βάθος καὶ σὲ πλάτος. Διότι ὁ κάθε χριστιανός, ποὺ ἔχει βαπτισθεῖ καὶ λάβει τὸ ἅγιον Μύρο καὶ κοινωνεῖ τῶν θείων Μυστηρίων, μετέχει, ὅπως λέμε στὴ γλώσσα τῆς Ἐκκλησίας, στὸ τριπλὸ ἀξίωμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθίσταται δηλαδὴ καὶ ὁ ἴδιος κατὰ χάριν προφήτης, ἱερεὺς καὶ βασιλεύς. Ὅλοι δηλαδὴ τώρα οἱ βαπτισμένοι χριστιανοί, καθὼς λαμβάνουν «Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως» (Ἠσ. 11, 2), γίνονται «διδακτοὶ Θεοῦ» (Ἰω. 6, 45) καὶ ἔχουν τὴ δυνατότητα νὰ καταστοῦν προφῆτες, νὰ λάβουν δηλονότι ἀπὸ τὸ Ἅγιον Πνεῦμα τὸ προφητικὸ χάρισμα, μὲ τὴν ἔννοια ὅτι αὐτὸ τὸ Πανάγιο Πνεῦμα, ὅταν βρεῖ καθαρὰ σκεύη, τοὺς διανοίγει τὶς ἐσωτερικὲς αἰσθήσεις τῆς ψυχῆς, γιὰ νὰ κατανοοῦν τὸ θεῖο θέλημα καὶ τὶς ἀλήθειες τῆς χριστιανικῆς πίστεως, ποὺ σώζουν. Εἶναι αὐτὴ εἰδικὴ ἐπενέργεια τῆς θείας Χάριτος στοὺς βαπτισμένους χριστιανούς: ὁ φωτισμὸς τοῦ νοῦ.

Ἰωάννης τῆς Κροστάνδης

Αὐτὸ ἀκριβῶς ἤθελε νὰ δηλώσει καὶ ἡ προφητεία ἐκείνη τοῦ Ἰωήλ, σύμφωνα μὲ τὴν ὁποία ὁ Θεὸς ἐπρόκειτο νὰ ἐκχύσει πλούσια στὸν λαό Του τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος, ὥστε ὅλοι, ἀνεξαρτήτως φύλου, φυλῆς, ἡλικίας καὶ κοινωνικῆς τάξεως, νὰ εἶναι σὲ θέση νὰ κατανοοῦν τὸν λόγο καὶ τὸ θέλημα τοῦ Θεοῦ καὶ νὰ μποροῦν νὰ τὸ ἐπεξηγοῦν, νὰ τὸ διερμηνεύουν στὸν κόσμο· μὲ ἕνα λόγο, νὰ προφητεύουν: «Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματος μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν… καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματος μου» (Ἰωήλ 3, 1-2). Τὴν προφητεία αὐτὴ ἐξάλλου ὁ ἅγιος ἀπόστολος Πέτρος ἐπικαλέστηκε, προκειμένου νὰ ἐξηγήσει στὰ πλήθη τοῦ λαοῦ, ποὺ εἶχαν συγκεντρωθεῖ ἀπὸ κάθε σημεῖο τῆς γῆς στὰ Ἱεροσόλυμα τὴν ἡμέρα τῆς Πεντηκοστῆς, τὸ παράδοξο φαινόμενο τῆς μεταδόσεως σὲ ὅλες τὶς γλῶσσες τῶν ὑπερφυῶν ἀληθειῶν τοῦ Θεοῦ καὶ τοῦ χριστιανικοῦ κηρύγματος. Ἔργο στὸ ὅποιο ἐπιδίδονταν, ὄχι μόνον οἱ δώδεκα Ἀπόστολοι, ἀλλὰ ὅλο τὸ πλῆθος τῶν ἑκατὸν εἴκοσι πιστῶν ποὺ ἦταν συναγμένοι στὸ ὑπερῶο ἐκεῖνο, ὅπου ἔγινε ἡ κάθοδος τοῦ Ἁγίου Πνεύματος (Πρξ. 2, 16-18).

Γιὰ νὰ ἐπικεντρωθοῦμε στὴν ἐποχὴ τῆς Χάριτος —ἀφοῦ συνήθως ὑπάρχει τάση ἀμφισβήτησης τοῦ προφητικοῦ χαρίσματος μετὰ Χριστόν—, στὴν Καινὴ Διαθήκη ὑπάρχει πληθώρα χωρίων γιὰ τὴν προφητεία, τοὺς προφῆτες καὶ τὸ προφητικὸ χάρισμα. Θὰ παραθέσουμε στὴ συνέχεια καὶ ἐπιλεκτικὰ σχετικὰ χωρία, ἀρχίζοντας ἀπὸ λόγους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ποὺ ἀκριβῶς ἀναδεικνύουν τὸ προφητικὸ χάρισμα καὶ ἀποδεικνύουν τὴν ἐκ Θεοῦ προέλευσή του.

«Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.  ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται» (Μθ 10,40-41)· «ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ» (Μθ 13,57· παράλληλα τὰ Μκ 6,4· Λκ 4,24 καὶ  Ἰω. 4,44)· «διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν» (Μθ 23,34· παράλληλο τὸ Λκ 11,47).

Ἡ τάξη τῶν προφητῶν ἦταν μία πραγματικότητα στὴν πρωτοχριστιανικὴ Ἐκκλησία, μὲ ἐξέχουσα θέση καὶ δράση μεταξὺ τῶν πιστῶν. Τοῦτο κατεξοχὴν μαρτυρεῖται στὸ βιβλίο τῶν Πράξεων τῶν Ἀποστόλων, ἀπὸ ὅπου παραθέτουμε ἐφεξῆς σχετικὰ χωρία.

α. «Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος» (Πρξ 11,27-28).

β. «Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος.  λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς» (Πρξ 13,1-2).

γ. «Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν» (Πρξ 15,32).

δ. «τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ.  τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι. ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος,  καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν» (Πρξ 21,8-11).

Ματρώνα ἡ ἀόμματος τῆς Μόσχας

Ἡ κατεξοχὴν ἀνάδειξη καὶ ἱεράρχηση τοῦ προφητικοῦ χαρίσματος στὴν πρώτη Ἐκκλησία γίνεται ἀπὸ τὸν ἀπόστολο Παῦλο στὶς Ἐπιστολές του, ἀπὸ ὅπου καὶ τὰ χωρία ποὺ ἀκολουθοῦν. Νὰ τονισθεῖ ὅτι, σύμφωνα μὲ τὶς ἀναφορὲς τοῦ Παύλου, οἱ προφῆτες ἦταν κατεῖχαν ἱεραρχικὰ τὴ δεύτερη θέση στὴν Ἐκκλησία τῆς ἀποστολικῆς ἐποχῆς.

α. «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,  εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,  εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι» (Ῥμ. 12,6-8).

β. «πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς  νῦν  ἀπεκαλύφθη  τοῖς  ἁγίοις  ἀποστόλοις  αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι» (Ἐφ. 3,4-5).

γ. «Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.  καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ» (Ἐφ. 4,7·11-12).

Κατεξοχὴν ὅμως λεπτομερεῖς ἀναφορὲς γιὰ τὸ χάρισμα τῆς προφητείας καὶ τὴν τάξη τῶν Προφητῶν γίνονται ἀπὸ τὸν ἀπόστολο τῶν ἐθνῶν στὰ κεφ. 12 καὶ 14 τῆς Α´ Ἐπιστολῆς πρὸς Κορινθίους, ὅπου καὶ παραπέμπουμε τοῦς φιλομαθεῖς ἀναγνῶστες.

Παραθέτουμε, τέλος, δύο σημαντικώτατα γιὰ τὸ θέμα μας καινοδιαθηκικὰ χωρία, ποὺ ἀναδεικνύουν τὸ ἀληθινὸ προφητικὸ χάρισμα, ὄχι ὡς ἀνθρώπινη ἐπίνοια καὶ ἐνέργεια, ἀλλὰ ὡς ἐπενέργεια τῆς Χάριτος τοῦ Χριστοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

α. «τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾿ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι» (Β´ Πέτρ. 1, 20-21).

β. «ἡ γὰρ μαρτυρία τοῦ ᾿Ιησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας» (Ἀπκ. 19,10).

Πολὺ καλὴ ἱστορικὴ πραγμάτευση τοῦ ζητήματος περὶ τῆς τάξης τῶν προφητῶν στὴν ἀποστολικὴ ἐποχή, βάσει τῶν καινοδιαθηκικῶν ἀναφορῶν καὶ τῆς σύγχρονης ἔρευνας, ἔχει γίνει ἀπὸ τὸν ὁμότιμο καθηγητὴ τῆς Θεολογικῆς Σχολῆς τοῦ ΕΚΠΑ Βλάσιο Φειδᾶ σὲ εἰδικὲς μελέτες του, ἀπὸ ὅπου καὶ παραθέτουμε ἕνα ἰδιαίτερα ἐνδιαφέρον ἀπόσπασμα.

«Πράγματι, ο τίτλος του ‘‘προφήτη’’, όπως και η τάξη των προφητών, είχε καθιερωθή στην αποστολική εποχή και συνδεόταν με τους εξέχοντες συνεργούς των αποστόλων στο αποστολικό έργο, γι’ αυτό και, μετά από μακρά δοκιμασία, ελάμβαναν με αποστολική χειροτονία την αυθεντία να ασκούν και αυτοτελώς αποστολικό έργο. Ωστόσο, ο τίτλος «προφήτης», καίτοι προέρχεται από τον παλαιοδιαθηκικό τίτλο, διαφοροποιείται πλήρως στην καινοδιαθηκική γραμματεία, ιδιαίτερα δε στις επιστολές του αποστόλου Παύλου, τόσο ως προς την έννοια, όσο και ως προς το περιεχόμενο. Πράγματι, στην Καινή Διαθήκη ο τίτλος καθιερώθηκε για τη σαφή διάκριση της τάξεως των προφητών από την τάξη των αποστόλων, όχι μόνο κατά την αυθεντία, αλλά και κατά τον τρόπο εντάξεώς τους στο αποστολικό έργο. Έτσι, οι μεν απόστολοι αντλούσαν το εξαιρετικό τους κύρος στην Εκκλησία από την προσωπική τους εκλογή και την άμεση εντολή προς αυτούς από τον Ιησού Χριστό, ενώ οι προφήτες όφειλαν την εξέχουσα θέση τους στην προσωπική τους επιλογή από τους αποστόλους καθ’ υπόδειξη του αγίου Πνεύματος. Η διάκριση αυτή ήταν πολύ σημαντική κατά την αποστολική εποχή, όπως φαίνεται και από την αποδιδόμενη έμφαση στις περιγραφές της κλήσεως του αποστόλου Παύλου με το όραμα της Δαμασκού (Πρξ. 9, 1-30. Α΄ Κορ. 9, 1-7. 15,8-11. Α΄ Τιμ. 1, 12-17 κ.λπ.). Έτσι, μόνον οι απόστολοι είχαν λάβει άμεση εντολή και προσωπική αυθεντία αμέσως από τον Ιησού Χριστό για το έργο του ευαγγελισμού της οικουμένης, ενώ οι προφήτες ελάμβαναν την εντολή αυτή από το Άγιο Πνεύμα κατά την αποστολική χειροτονία και την ασκούσαν κατ’ αναφοράν προς τους αποστόλους, τουλάχιστον μέχρι τον θάνατο των αποστόλων. Η διάκριση δηλαδή του τίτλου των αποστόλων από τον τίτλο των προφητών αναφερόταν κυρίως στην εκλογή των μεν πρώτων από τον ίδιο τον Ιησού Χριστό, των δε προφητών από το άγιο Πνεύμα και την αποστολική χειροτονία για το ίδιο αποστολικό έργο, αλλά από διαφορετικό επίπεδο αυθεντίας»6 .

Κατὰ τοὺς πρωτοχριστιανικοὺς χρόνους λοιπόν, οἱ προφῆτες ἦταν οἱ ἄμεσοι συνεργάτες καὶ διάδοχοι τῶν ἀποστόλων. Αὐτοὶ ἦταν ποὺ ἐχειροτονοῦντο ἐπίσκοποι καὶ ἦταν οἱ προϊστάμενοι τῶν εὐχαριστιακῶν συνάξεων τῶν τοπικῶν Ἐκκλησιῶν. Κι αὐτὸ ποὺ προκύπτει ἀπὸ ὅσα ἤδη ἀναφέραμε, εἶναι ὅτι κοινὸ γνώρισμα τῶν ἀποστόλων καὶ τῶν προφητῶν ἦταν ἡ κατάσταση τοῦ δοξασμοῦ, τῆς θεώσεως, ἀπὸ τὴν ὁποία πήγαζε ἡ αὐθεντία στὴ διδαχή τους.

***

Παΐσιος (Παναγῆς) Μπασιᾶς

Σημαντικὰ γνωρίσματα τῶν ἀληθινῶν-αὐθεντικῶν προφητῶν εἶναι ἡ ἀνόθευτη Ὀρθόδοξη Πίστη στὸν Τριαδικό μας Θεό, ἡ τήρηση τῶν θείων ἐντολῶν, τὰ θεάρεστα ἔργα, ἡ καθαρότητα τῆς καρδίας, ὁ ζῆλος νὰ γνωρίσουν οἱ ἄνθρωποι τὸν Θεό, τὸ θεῖο Του θέλημα. Κι ἀκόμα ἡ ταπείνωση καὶ ἡ λακωνικότητα στὴν ἔκφραση: Λένε λίγα, μὰ ἐννοοῦν πολλά. Καὶ ἐνεργοῦν τὸ χάρισμα, ὄχι γιὰ νὰ ἐντυπωσιάσουν ὡς μάγοι καὶ φακίρηδες, ἀλλὰ γιὰ νὰ ὁδηγήσουν τοὺς ἀνθρώπους στὴ μετάνοια, καὶ ἀποφεύγουν πάσῃ δυνάμει τὴν αὐτοπροβολὴ καὶ τὴν ἀνθρωπαρέσκεια. Ἡ προφητεία λοιπὸν δὲν εἶναι δημιούργημα τοῦ νοῦ τοῦ ἀνθρώπου, τῆς γνώσης ἢ τῆς ἐξυπνάδας του. Εἶναι γέννημα τοῦ ἐνοικοῦντος στὸν προφήτη Ἁγίου Πνεύματος. Καὶ ἐδῶ μποροῦμε νὰ ἀναφέρουμε τὸ παράδειγμα τοῦ ἐσόπτρου (καθρέπτη). Ὅσο καθαρώτερος ὁ καθρέπτης, τόσο περισσότερο ἀντανακλᾶ τὸ ἡλιακὸ φῶς. Ἔτσι καὶ ὁ προφήτης: «κατὰ τὴν ἀναλογίαν τῆς πίστεώς» του, δηλαδὴ τῆς πνευματικῆς του κατάστασης, δέχεται τὸν φωτισμὸ τῆς Χάριτος καὶ τὸν ἀντανακλᾶ-διαδίδει στοὺς ἀνθρώπους.

Ἀντίθετα μὲ τοὺς ἀληθινοὺς προφῆτες, ὑπάρχουν καὶ οἱ ψευδοπροφῆτες, τῶν ὁποίων οἱ ψευδοπροφητεῖες ἀποτελοῦν γέννημα τῆς διαβολικῆς ἐπήρειας σ᾽ αὐτούς, ἕνεκα τοῦ ἁμαρτωλοῦ καὶ πλανεμένου τους νοῦ καὶ τῆς ἐμπαθοῦς καρδίας τους. Αὐτοί, μπορεῖ νὰ εἶναι κοινοὶ ἀπατεῶνες (ὅπως τὰ μέντιουμ, οἱ χαρτορίκτρες, κ.ἄ.), μπορεῖ ὅμως νὰ παρουσιάζονται ὡς προφῆτες καὶ ἀπὸ καθαρὰ δαιμονικὴ ἐπενέργεια, ὅπως ἡ νεαρὴ ὑπηρέτρια στοὺς Φιλίππους τῆς Μακεδονίας (Πρξ. 16, 16-18), ἡ ὁποία εἶχε «πνεῦμα πύθωνος», καὶ παρεῖχε πολλὰ κέρδη στοὺς κυρίους της μὲ τὶς μαντεῖες της. Ὁ Χριστὸς στὸ Εὐαγγέλιο μᾶς καθορίζει τὰ γνωρίσματα τῶν ψευδοπροφητῶν: Εἶναι ντυμένοι μὲ δέρματα προβάτων, ἀλλὰ ἀπὸ μέσα εἶναι λύκοι ἁρπακτικοί. Δηλ. δὲν πονοῦν τὸ ποίμνιο, δὲν στοχεύουν στὴ σωτηρία τῶν λογικῶν ψυχῶν, ἀλλὰ μόνο στὸ νὰ ἁρπάξουν, νὰ ἀποκομίσουν ὑλικὰ ἀγαθά, ἡδονὲς καὶ δόξα. Ἔτσι, φανερώνεται ἡ πλάνη τους ἀπὸ τὰ ἐπαίσχυντα ἔργα τους (Μᾶρκ. 7, 15-22).

ὅσιος Πορφύριος Καυσοκαλυβίτης

Καταλήγοντας στὴ μικρή μας αὐτὴ μελέτη, μποροῦμε νὰ ποῦμε πὼς τὸ ἔργο τοῦ Ἁγίου Πνεύματος, ποὺ λαμβάνει ὁ  χριστιανὸς πρὸς ἁγιασμὸ καὶ θέωσή του, καλεῖται νὰ τὸ διατηρεῖ καὶ νὰ τὸ ἐπαυξάνει στὴ ζωή του καὶ μὲ τὴ δική του συνέργεια· «τὸ Πνεῦμα μὴ σβέννυτε». Ὅσο δηλαδὴ ὁ ἄνθρωπος ἀγωνίζεται μέσα στὴν Ἐκκλησία νὰ καθαίρεται ἀπὸ τὰ πάθη του, τὸν ἐγωισμὸ καὶ τὴ φιλαυτία, καὶ νὰ ἁγιάζεται μὲ τὴν τήρηση τῶν ἁγίων ἐντολῶν τοῦ Κυρίου καὶ τὴ μυστηριακὴ ζωή, τόσο καὶ «μεταμορφοῦται τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ», ἀνακαινίζει συνεχῶς τὸν νοῦ του, ὥστε νὰ διακρίνει κάθε στιγμὴ ποιό εἶναι τὸ θέλημα τοῦ Θεοῦ, «τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον» (Ῥωμ. 12, 3). Μπορεῖ ἔτσι ὁ ἄνθρωπος νὰ φτάσει στὸ σημεῖο νὰ «ἀνακρίνει πάντα», δηλαδὴ νὰ λάβει τὸ χάρισμα τῆς διάκρισης τῶν πνευμάτων (Α´ Κόρ. 2,15), ὅλα νὰ τὰ καταλαβαίνει, καὶ περαιτέρω νὰ τὰ ἐπεξηγεῖ καὶ νὰ τὰ μεταδίδει καὶ στοὺς ἄλλους. Καὶ ἔτσι ὁ πνευματικὸς ἄνθρωπος, μὲ τὸν φωτισμένο του νοῦ, τὸν «νοῦν Χριστοῦ» ποὺ διαθέτει, μπορεῖ «προφητεύων» νὰ «λαλεῖ ἀνθρώποις οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν» (Α´ Κορ. 14, 3).

Ὅπως καὶ προοιμιακὰ σημειώσαμε, τὸ προφητικὸ χάρισμα δὲν ἐξέλιπε ἀπὸ τὴν Ὀρθόδοξη Ἐκκλησία μὲ τὴ λήξη τῆς ἀποστολικῆς καὶ μεταποστολικῆς περιόδου, καθὼς εἶναι δώρημα ἐκ Θεοῦ σὲ σκεύη Του ἐκλεκτά, ποὺ οὐδέποτε θὰ ἐκλείψουν. Ἔτσι ἡ μία, ἀγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ἔχει διαχρονικὰ ἀναδείξει πλῆθος αὐθεντικῶν προφητικῶν μορφῶν. Κάθε μελετητὴς τῶν Βίων τῶν ἁγίων θὰ διαπιστώσει τὴν περίτρανη αὐτὴ ἀλήθεια. Μέσα στὸ θεοπρόβλητο τοῦτο στίφος τῶν προφητικῶν πανευόσμων ἀνθέων μποροῦμε, τελείως ἐνδεικτικά, νὰ ἀναφέρουμε τοὺς ἑξῆς ἁγίους, τῶν ὁποίων ὁ βίος ἐπαληθεύει ὅλα τὰ ἀνωτέρω χαρακτηριστικὰ γνωρίσματα τῶν ἀληθινῶν προφητῶν:

Ἀντώνιος ὁ Μέγας (251-356)· Ἀθανάσιος ὁ Μέγας (298-373)· Ἐπιφάνιος ὁ Μέγας, ἀρχιεπίσκοπος (367-403) Κωνσταντίας τῆς Κύπρου· Ἱλαρίων ὁ Μέγας (290-371)· Εὐθύμιος ὁ Μέγας (377-473)· Βαρσανούφιος ὁ Μέγας καὶ Ἰωάννης ὁ Προφήτης (5ος-6ος αἰ.)· Ἰωαννίκιος ὁ Μέγας (741-846)· ὅσιος Ἀνδρέας ὁ διὰ Χριστὸν Σαλὸς (10ος αἰ.)· ὅσιος Συμεὼν ὁ Νέος Θεολόγος (10ος/11ος αἰ.)· ἅγιος Λεόντιος πατριάρχης Ἱεροσολύμων (12ος αἰ.)· ὅσιος Γρηγόριος Σιναΐτης (13ος/14ος αἰ.)· ἅγιος Γρηγόριος ὁ Παλαμᾶς (14ος αἰ.)· ἅγιος Μᾶρκος ὁ Εύγενικὸς (14ος/15ος αἰ.)· ὅσιος Διονύσιος ὁ ῥήτωρ (16ος αἰ.)· Κοσμᾶς ὁ Αἰτωλὸς (1714-1779)· Σεραφεὶμ τοῦ Σαρὼφ (1759-1833)· Παΐσιος (Παναγῆς) Μπασιᾶς (1801-1888)· Ἰωάννης τῆς Κροστάνδης (1829-1908)· Ματρώνα ἡ ἀόμματος τῆς Μόσχας (1881-1952)· Στάρετς Ἀνατόλιος τῆς Ὄπτινα (1855-1922)· ὅσιος Ἀρσένιος ὁ Καππαδόκης (1840-1924)· ὅσιος Χατζηφλουρέντζος ὁ Κύπριος (20ὸς αἰ.)· ὅσιοι Πορφύριος Καυσοκαλυβίτης, Παΐσιος Ἁγιορείτης καὶ Ἰάκωβος Τσαλίκης (20ὸς αἰ.).

ὅσιος Παΐσιος Ἁγιορείτης

Ὡς καταστάλαγμα τῶν ὅσων πιὸ πάνω γράψαμε, θὰ ἤθελα νὰ μοιραστῶ μὲ τοὺς ἀναγνῶστες μὲ δύο λόγια τὴν ἐμπειρία ποὺ μὲ ἀξίωσε ἡ Χάρη τοῦ Θεοῦ νὰ ἔχω μὲ τρεῖς σύγχρονους προφῆτες: Τοὺς ὁσίους Παΐσιο τὸν Ἁγιορείτη, Ἰάκωβο τὸν ἐν Εὐβοίᾳ καὶ μία ἁγιασμένη Γερόντισσα στὴν Κρήτη, σκεῦος ἐκλογῆς Κυρίου. Μὲ τὴ γνωριμία καὶ συναναστροφή μαζί τους ἀξιώθηκα νὰ ζήσω, στὸ μέτρο ποὺ μπόρεσα νὰ ἀντιληφθῶ, τρεῖς προφητικὲς μορφές, τὴν κάθε μία μὲ τὰ ἰδιαίτερα χαρακτηριστικά της. Καὶ μὲ τοὺς τρεῖς διαπίστωσα καὶ βίωσα ὅλα τὰ γνωρίσματα τοῦ ἀληθινοῦ προφήτη: Τὴν ἀκραιφνὴ Ὀρθοδοξία καὶ ὀρθοπραξία· τὴν ἁγιότητα, τὴν ταπείνωση, τὴν καθαρότητα, τὴ λακωνικότητα στὴν ἔκφραση, καὶ ὅσα ἄλλα σχετικὰ ἀναφέραμε ἀνωτέρω. Στὴ συνομιλία καὶ μὲ τοὺς τρεῖς ἀντιλήφθηκα, μὲ πλήρη ἐσωτερικὴ βεβαιότητα, πὼς ἦταν αὐθεντικοὶ ἐκφραστὲς τοῦ θείου θελήματος στὴ ζωή μου. Καὶ στοὺς τρεῖς ἐπαλήθευσα τὸ διορατικὸ καὶ προορατικὸ χάρισμα, ἀφοῦ καὶ οἱ τρεῖς εἰσέδυσαν στὴν καρδιά μου καὶ εἶδαν τὸ παρελθόν, τὸ παρὸν καὶ τὸ μέλλον μου μὲ ἀκρίβεια καὶ σαφήνεια, πράγμα ποὺ βίωσαν μαζί τους καὶ χιλιάδες ἄλλοι πιστοί. Καὶ συχνὰ ἐπαλήθευσα τὸ προφητικό τους χάρισμα, ὅχι μονάχα σὲ συνάρτηση μὲ τὸ πρόσωπό μου, ἀλλὰ καὶ γιὰ ἄλλα πρόσωπα καὶ καταστάσεις εὐρύτερες. Καὶ τὸ Οἰκουμενικὸ Πατριαρχεῖο μας ἐπισφράγισε τὴν αἴσθηση αὐτὴ χιλιάδων πιστῶν, ἐντάσσοντας τοὺς δύο πρώτους Γέροντες (Παΐσιο καὶ Ἰάκωβο) καὶ ἐπίσημα στὴ χορεία τῶν ἁγίων τῆς Ὀρθόδοξης Ἐκκλησίας. Καί, γιὰ τὴν τρίτη περίπτωση, ἔχει ὁ Κύριος τὸ σχέδιό του.

Ταῖς τῶν ἁγίων Σου Προφητῶν, πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν!

***

1 Στὸ νεοελληνικὸ κράτος, ἀπὸ τὸν 19ο αἰ. κ. ἑξ., γιὰ ποικίλους ἱστορικοὺς λόγους, ἀπεμπολήθη ἐν πολλοῖς ἡ Ὀρθόδοξη ἡσυχαστικὴ παράδοση καὶ ἀντικαταστάθηκε μὲ τὸν Δυτικόφερτο Ἀκτιβισμὸ καὶ τὸν νοησιαρχικὸ Σχολαστικισμό. Ἡ ἐμπειρικὴ προσέγγιση τοῦ Θεοῦ λησμονήθηκε καὶ συχνὰ καλλιεργήθηκε ὁ εὐσεβισμός, ποὺ ἀποκύησε λιμώττουσες πνευματικὰ καρδίες. Πολλοὶ ποὺ ἀνατράφηκαν στὴν ἀλλοτριωμένη αὐτὴ κατάσταση, μὲ ἀναπόδραστη ἀπόληξη τὴν ἐσωτερικὴ πνευματικὴ ἔνδεια καὶ τὴν κυριαρχία τῶν παθῶν στὴ ζωή τους, μὴ ἔχοντας αὐτοὺς ποὺ θὰ τοὺς ὁδηγοῦσαν στὴν ἡσυχαστικὴ παράδοση, κατέληξαν στὶς ἀκρότητες τοῦ νεο-Νικολαϊτισμοῦ καὶ τῆς «μεταπατερικῆς θεολογίας», ποὺ ἑδράζεται στὴν ἐκλογίκευση τῶν μυστηρίων τῆς πίστεως, στὴν ἀμοραλιστικὴ ἀμνήστευση τῶν παθῶν καὶ στὴ σχολαστικὴ προσέγγιση τῶν πνευματικῶν βιωμάτων. Ἔτσι ἐξηγεῖται τὸ γιατὶ κάποιοι θεολόγοι, κληρικοὶ καὶ ἐπίσκοποι ἀκόμη, ἐνῶ φαίνεται νὰ προσήγγισαν μὲ δέος τὴν ἐπιφάνεια καὶ τὴν ἁπλότητα τῆς ζωῆς συγχρόνων μας ἁγίων μορφῶν, ἀδυνάτησαν (ἢ ἀδυνατοῦν) νὰ ἀντιληφθοῦν αὐθεντικὲς αὐτὲς χαρισματικὲς προσωπικότητες, μὲ ἀποτέλεσμα νὰ ἀμφισβητοῦν, νὰ μειώνουν ἢ καὶ νὰ ἀπορρίπτουν τὶς θεῖες ἐνέργειες στὴ ζωὴ τῶν ἁγίων αὐτῶν.

2 Ὡς Ζηλωτισμός, ἀπὸ ἐκκλησιαστικὴ ἄποψη, χαρακτηρίζεται στὶς μέρες μας τὸ σύνολο τῶν ἀκραίων ἀντιλήψεων, τάσεων καὶ πρακτικῶν τῶν αὐτοτιτλοφορουμένων «Ζηλωτῶν», ὅλων δηλαδὴ τῶν παρατάξεων τῶν σχισματικῶν καὶ συνάμα αἱρετικῶν Παλαιοημερολογιτῶν. Τὸ θέμα αὐτὸ βεβαίως εἶναι λίαν ἐκτεταμένο, καὶ παραπέμπουμε πρόχειρα τὸν φιλομαθὴ ἀναγνώστη στὸ ἐξαίρετο σχετικὸ ἔργο τοῦ μακαριστοῦ π. Ἐπιφανίου Θεοδωροπούλου, Τὰ Δύο Ἄκρα. Οἰκουμενισμὸς καὶ Ζηλωτισμός, ὅπου ὁ μακαριστὸς σοφὸς Γέροντας, μὲ μεγάλη σαφήνεια καὶ θεολογικὴ τεκμηρίωση ἀναδεικνύει τὴν πλάνη ἀμφοτέρων τῶν τάσεων. Οἱ πεπλανημένοι αὐτοὶ χριστιανοὶ «Ζηλωτές», γιὰ νὰ ποῦμε μὲ συντομία, γιὰ νὰ ἀποφύγουν δῆθεν τὴν ἀλλαγὴ τοῦ Ἑορτολογίου μὲ τὴν εἰσαγωγὴ σὲ ἀρκετὲς τοπικὲς Ἐκκλησίες τοῦ λεγομένου «Νέου Ἡμερολογίου», καὶ νὰ μὴ βρίσκονται σὲ ἐκκλησιαστικὴ κοινωνία μὲ τὴ «μιανθεῖσα» κατ᾽ αὐτοὺς κανονικὴ Ἐκκλησία, ἀποσχίστηκαν ἀπὸ τὴν μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἱδρύοντας ἀνίδρυτες καὶ ἀνυπόστατες «ἐκκλησίες» καὶ παραβαίνοντας πληθώρα ἱερῶν κανόνων γιὰ ἕνα δευτερεῦον λειτουργικὸ καὶ ὄχι δογματικὸ ζήτημα. Καί, ἐνῶ κόπτονται γιὰ τὴ διαφορὰ τῶν 13 ἡμερῶν στὸ Ἑορτολόγιο, λὲς καὶ εἶναι ἡ οὐσία τῆς πίστης καὶ ἡ μοναδικὴ προϋπόθεση σωτηρίας, περιέπεσαν καὶ περιπίπτουν σὲ σοβαρότατα ἀτοπήματα, ἠθικὰ καὶ ὄχι μόνον, γιὰ νὰ ἐπισφραγίσουν τὴν πλάνη καὶ τύφλωση, στὶς ὁποῖες τοὺς ὁδήγησε καὶ ὁδηγεῖ ὁ ἀδιάκριτος ζηλωτισμός τους.

Βλ. λ.χ. σχετικὰ λήμματα στά: Abbott-Smith, G., A Manual Greek Lexicon of the New Testament, (ἐκδ.) Charles Scribner’s Sons, New York 1922, σσ. 390-391· Δημητράκου, Δ., Μέγα Λεξικὸν ὅλης τῆς Ἑλληνικῆς Γλώσσης, τόμ. ΙΒ´, (ἐκδ.) Δομή, Ἀθῆναι [1953], σσ. 6297-6298· Lidell, H.G.-Scott, R., A Greek-English Lexicon, (ἐκδ.) Clarendon Press, Oxford 101996, σ. 1539.

Μητροπολίτου Ναυπάκτου καὶ Ἁγίου Βλασίου κ. Ἱεροθέου Βλάχου, Ἐμπειρικὴ Δογματικὴ τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας κατὰ τὶς προφορικὲς παραδόσεις τοῦ π. Ἰωάννου Ρωμανίδη,  τόμ. Α´, (ἐκδ.) Ἱερὰ Μονὴ Γενεθλίου Θεοτόκου, Λειβαδιὰ ²2011, σ. 214 κ.ἑξ.

 Ὅπ. ἀν., σσ. 219-220.

6 Φειδᾶς, Βλ., «Αποστολική διαδοχή και χειροτονία κατά τον Απόστολο Παύλο», Πεμπτουσία, 22.05.2012. Βλ. καὶ Φειδάς, Βλ., Το πολίτευμα της Εκκλησίας και η Τάξις των Προφητών, Αθήναι 1984.

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τρίτη 23 Μαΐου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
17: 19-28

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπιλαβόμενοι οἱ Ἀθηναῖοι τοῦ Παύλου ἐπὶ τὸν ῎Αρειον πάγον ἤγαγον λέγοντες· δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. ᾿Αθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ ᾿Αρείου πάγου ἔφη· ἄνδρες ᾿Αθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΟΣΙΟΥ ΕΥΜΕΝΙΟΥ ΤΟΥ ΝΕΟΥ)
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
1:18 – 2:5

Ἀδελφοί, ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. Γέγραπται γάρ· ᾽«Απολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος, σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ ᾽Ιουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον· ᾽Ιουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾽Ιουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφούς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα καθὼς γέγραπται· «῾Ο καυχώμενος ἐν Κυρίῳ καυχάσθω». Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τί ἐν ὑμῖν, εἰ μὴ ᾽Ιησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ, πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
12: 19-36

Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἔποίησαν οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσι τῷ Ἰησοῦ· ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοί διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΟΣΙΟΥ ΕΥΜΕΝΙΟΥ ΤΟΥ ΝΕΟΥ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

π. Κωνσταντίνος Στρατηγόπουλος: Μπορεί το διεφθαρμένο πολιτικό σύστημα να σου δίνει το λόγο κάθε τέσσερα χρόνια, αλλά κάθε μέρα δεν έχουμε γόνατα;

Μήν τά ρίξεις ολα στό Θεό και εσύ κοιμάσαι καί ροχαλίζεις… (Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος)

π. Κωνσταντίνος Στρατηγόπουλος

«Μπορεί το διεφθαρμένο πολιτικό σύστημα να σου δίνει το λόγο κάθε τέσσερα χρόνια, αλλά κάθε μέρα δεν έχουμε γόνατα;

Ποιοι είναι πιο ισχυροί;

Οι λίγοι που κυβερνούν ή οι πολλοί με τα γόνατα;

Αυτό γιατί το ξεχάσαμε;

…Αν δεν πιστεύουμε πως τα γόνατα των πολλών θα αλλάξουν αυτόν τον τόπο, ε, τότε δεν μπορούμε να ανήκουμε σ’ αυτόν τον τόπο …” »

+ π. Κωνσταντίνος Στρατηγόπουλος (10/9/2018)

Αν τα συνδυάσουμε αυτά τα δύο θα δούμε πολλά καλά στον κόσμο μας….. Όχι ραθυμία, μην καθεύδεις αλλά σήκω και γονάτισε, προσευχήσου και ο Θεός θα ανταποδώσει την αξία του κόπου σου…

Πηγή: http://apantaortodoxias.blogspot.com/2021/09/blog-post_898.html