Αρχική Blog Σελίδα 266

Βίος τοῦ ὁσίου Πατρὸς ἡμῶν Σάββα Ἀχιλλέως, ἐξ Ἄλωνας – Κύπρου (+ 3 Αυγούστου 2016)

Ο Όσιος Πατήρ ημών Σάββας Αχιλλέως, ο των δαιμόνων διώκτης.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ποίημα Αθανασίου Κυπραίου (ἐξ Ἀθηνῶν)

Τῇ πατρίδι, τῇ πίστει καὶ τοῖς τέκνοις σου ἅπασι,* Σάββα, ὡς καλὸς στρατιώτης τὰς ὀδύνας ὑπέμεινας∙* νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ* ἐπάταξας δαιμόνων τὴν ὁρμήν·* τῶν πατέρων, ἀποστόλων καὶ προφητῶν* τὰ ῥήματα ἐκήρυξας.* Χαίροις, τῆς Κύπρου βλάστημα σεπτόν·* χαίροις, πιστῶν ἡ ἀντίληψις·* χαίροις, ὁ ταῖς εὐχαῖς σου πρὸς Θεὸν* βρύων ἰάματα.

Αθανασίου Κυπραίου (ἐξ Ἀθηνῶν)

ὅσιος Σάββας, ὁ ἐπικαλούμενος Ἀχιλλέως, ὁ Κύπριος, ὁ ἰαματικὸς καὶ τῶν δαιμόνων διώκτης, ἐγεννήθη τῇ δευτέρᾳ τοῦ μηνὸς Αὐγούστου ἐν ἔτει χιλιοστῷ  ἐνακοσιοστῷ τριακοστῷ (1930) ἐν Ἁλώνῃ Λευκωσίας τῆς μαρτυρικῆς καὶ ἁγιοτόκου νήσου Κύπρου. Ἦν δὲ τὸ πέμπτον καὶ νεώτερον τέκνον πτωχῆς οἰκογενείας ἀγροτῶν, ἔχον εὐσεβεῖς καὶ φιλοπάτριδας γονεῖς. Ἡ μάμμη αὐτοῦ ηὔχετο αὐτῷ φαιλόνια ἱερατικὰ ἐνδύεσθαι καί, ὡσὰν χελιδών, ψάλλειν ἐν τοῖς ναοῖς. 

Φιλόμουσος ὢν ἤσκησε τὰ μουσικὰ ὄργανα τοῦ βιολίου καὶ τοῦ αὐλοῦ πρὸς τέρψιν τῶν οἰκείων καὶ τῶν κατοίκων τοῦ χωρίου αὐτοῦ. 

Ἀλλ’ ὁ νέος οὗτος μᾶλλον τούτων ἐτέρπετο ὑπὸ τοῦ ἱεροῦ πόθου τῆς ἐλευθέρας Κύπρου. Αἱ ἀδικίαι τῶν Βρεττανῶν καὶ Ἀγαρηνῶν δυναστῶν τῆς νήσου οὐκ ἐφόβησαν αὐτόν, ἀλλ’ ἐνεδυνάμωσαν τὴν φιλοπατρίαν αὐτοῦ. Νέου ὄντος Βρεττανοὶ στρατιῶται εἰσέβαλον εἰς τὸ χωρίον αὐτοῦ καὶ ἥρπασαν τὸν ἑψημένον ἄρτον ἐκ τῶν μητέρων. 

Τοιαῦτα οὖν βιώσας προθύμως ἐστρατολογήθη, τῇ εὐλογίᾳ τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ Ἀναργύρου Σταματοπούλου καὶ τοῦ πατρὸς Σταύρου Παπαγαθαγγέλου, ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ πέμπτῳ (1955) ὑπὸ τῆς Ἐθνικῆς Ὀργανώσεως Κυπρίων Ἀγωνιστῶν πρὸς ἔνοπλον ἀγῶνα ὑπὲρ τῆς ἐλευθερίας καὶ ἑνώσεως τῆς Κύπρου μετὰ τῆς μητρὸς Ἑλλάδος.

Τοιαύτη ἦν ἡ πολεμικὴ αὐτοῦ δρᾶσις· πωλῶν καρποὺς εἰς τὴν μεγάλην ἀγορὰν τῆς Λευκωσίας, μυστικῶς καὶ σωφρόνως ἐνεργῶν, ἔκρυπτε ὅπλα εἰς τοὺς καρποὺς καὶ ἐμάνθανε ἀγγελίας περὶ τὰς Βρεττανικὰς στρατιωτικὰς δυνάμεις, ἃς ἀνήγγελλε τοῖς συναγωνισταῖς αὐτοῦ. Πρὸς τοῖσδε ἐστρατολόγει νέους ἀγωνιστάς. 

Προδοθεὶς δὲ ἀνεχώρησεν εἰς τὸ ὄρος Τρόοδος ἐντεταγμένος εἰς ἔνοπλον σῶμα, τὸ ἐπονομαζόμενον «Οὐρανός». Οἱ συστρατιῶται ψευδωνύμως ἀπεκάλουν αὐτὸν «Ἀσκληπιόν», ὅτι ἦν ὁ ἰατρὸς τῶν τραυματιῶν, παραμυθούμενος καὶ θεραπεύων αὐτούς. 

Ὁ ἀρχηγὸς τῶν Κυπρίων μαχητῶν, ὁ Διγενής, ἤτοι ὁ Γεώργιος Γρίβας, ἐπιγινώσκων τὴν τοῦ Σάββα ἐχεμύθειαν καὶ σωφροσύνην, ἐμηχανεύσατο ἓν τέχνασμα κατὰ τῶν Βρεττανῶν. Πειθόμενος δὲ τῷ ἀρχηγῷ ὁ Σάββας, ἐνεδύθη τὸ μοναχικὸν ῥάσον καὶ μετέβη εἰς τὴν Ἱερὰν Μονὴν Παναγίας τοῦ Κύκκου. Ἐκεῖ οὖν προσεποιεῖτο μὲν μονάζειν, ἀλλὰ τῷ ὄντι ἦν ἀγγελιαφόρος μυστικὸς τοῦ ἀρχηγοῦ.

Τῷ μηνὶ Μαΐῳ ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ ἕκτῳ (1956) Βρεττανοὶ στρατιῶται περιεκύκλωσαν τὴν Ἱερὰν Μονὴν ζητοῦντες τὸν ἀρχηγὸν Γεώργιον Γρίβαν. Τότε ἐγένετο ἓν θαῦμα· Ὁ ὅσιος Σάββας ἐζήτει, ἐν πίστει προσευχόμενος, τόπον ἀσφαλῆ διὰ τὰς ἐπιστολὰς τοῦ ἀρχηγοῦ. Τότε δὲ ἤκουσεν ἐκ τῆς ἱερᾶς εἰκόνος τῆς Θεοτόκου γλυκείας φωνῆς λεγούσης· εἰς τοῦτο τὸ σημεῖον. Προσκυνήσας δὲ τὴν εἰκόνα εἶπε· ὦ Παναγία, βοήθει μοι. Δίδωμι τῇ ἀγκάλῃ σου τὰ πολυτιμότερα τοῦ ἀγῶνος ἡμῶν. Δέομαι οὖν σου, φύλαξον ταῦτα. Τότε δὲ ὁρμησάμενοι οἱ ἐχθροὶ ἐντὸς τοῦ ἱεροῦ ναοῦ, ἐβεβήλωσαν αὐτὸν βλασφημοῦντες καὶ ἄγοντες τοὺς κύνας αὐτῶν κάτωθεν τῆς Ἁγίας Τραπέζης πρὸς ἔρευναν τῆς κρύπτης τοῦ ἀρχηγοῦ. 

Ἀλλ’ ὁ δικαιοκρίτης Κύριος ἔδωκεν αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν, ὅτι ἕτερον θαῦμα ἐγένετο· οἱ ἐχθροὶ εἶδον γυναῖκα μαυροφόρον ἐπιβαίνουσαν εἰς ὄνον καὶ ὁδεύουσαν ἐπί τινος δρομίσκου δυτικῶς τῆς Ἱερᾶς Μονῆς πρὸς τὸ δάσος. Νομίσαντες ταύτην ἀγγελιαφόρον τοῦ ἀρχηγοῦ Διγενοῦς, κατεδίωξαν αὐτήν. Ἀλλ’ ἡ γυνὴ ἐγένετο ἀόρατος.  Τότε δὲ οἱ βέβηλοι Βρεττανοί, οὐκ ἐννοοῦντες ὅτι ἡ γυνὴ αὕτη ἦν ἡ Παναγία, ἔβαλον πῦρ, ἵνα κατακαύσωσι τὴν ἀόρατον γυναῖκά τε καὶ τοὺς Κυπρίους μαχητάς. Τότε δὲ ὁ πνέων ἄνεμος ἐστράφη εἰς τοὺς Βρεττανούς, εἰς τὰ ὅπλα καὶ εἰς τὰ ὀχήματα αὐτῶν, καὶ αἱ πύριναι γλῶσσαι κατέκαυσαν ἅπαντα, καὶ δὴ τὰς βλασφήμους γλώσσας τῶν ἐχθρῶν. 

Τῇ δεκάτῃ ἐνάτῃ τοῦ μηνὸς Ἰουλίου τοῦ αὐτοῦ ἔτους εἰσέβαλον πάλιν ἐν τῇ Ἱερᾷ Μονῇ Παναγίας τοῦ Κύκκου Βρεττανοὶ ἔχοντες σὺν αὐτοῖς τινα προδότην. Οὗτος ὁ προδότης οὐχ ὑπέμεινεν ἄχρι τέλους τὰς φρικτὰς βασάνους καὶ προὔδωκε τὴν δρᾶσιν τοῦ ὁσίου. Ὁδηγηθεὶς δὲ ὁ ὅσιος εἰς τὴν ἐν Πλάτραις εἱρκτὴν συνήντησε τῷ δυστύχῳ προδότῃ, ὅστις κλαίων πικρῶς εἶπε τῷ ὁσίῳ· ἐγὼ προὔδωκά σε διὰ τὰς ἀκαταπαύστους βασάνους. Τότε δὲ ὁ ὅσιος Σάββας σπλαγχνισθεὶς τὸν μετανοοῦντα εἶπεν αὐτῷ· οὐ μνησικακῶ σοι. Πρόσχες μὴ πάλιν τὸ αὐτὸ πράξῃς. 

Μιμούμενος οὖν ὁ ὅσιος πατὴρ τὸν Χριστὸν καὶ τοὺς ἁγίους οὐκ εἶχε κακίαν, ἀλλὰ πνεῦμα θυσίας καὶ προσευχῆς, ὑπομένων ἐν σιωπῇ τὰ τῶν Βρεττανῶν δυναστῶν μαρτύρια. Παραμυθίαν ἔχων τὰ τοῦ Γυμνασίου μαθήματα, προθύμως ἐδιδάχθη ταῦτα ἐν τῇ εἱρκτῇ ὑπό τινων συναγωνιστῶν, οἵτινες ἦσαν διδάσκαλοι. 

Καὶ ὃ μὲν ἐκάλυπτε τὴν πολεμικὴν αὐτοῦ δρᾶσιν, ἥτις ἀβέβαιος ἐφαίνετο τοῖς ἐχθροῖς, τοῦτο δ’ ἐφανέρου τὸν βέβαιον πόθον τῆς ἱερωσύνης, ἤτοι τὸ μοναχικὸν ῥάσον, ὃ ἐνεδιδύσκετο. 

Οὗτος ὁ πόθος ἐνεδυναμώθη καὶ ὑπὸ τοῦ ὁράματος τούτου· διστάζων περὶ τῆς ἱερωσύνης, ἐφανερώθη τῷ ὁσίῳ στῦλος πυρὸς ἐκ γῆς ἄχρι οὐρανοῦ, ὅστις ἐδήλου τὸ ὕψος καὶ τὴν δύναμιν τῶν ἱερατικῶν εὐχῶν. Φοβούμενος δὲ ὁ ὅσιος εἶπε· ὦ Θεέ μου, τίς δύναται εἰσελθεῖν καὶ ἐξελθεῖν ἀβλαβὴς ἐκ τῆς καμίνου ταύτης; Ὦ Θεέ μου, ὦ Παναγία μου, προτιμότερόν μοί ἐστιν μὴ ἆραι τοιοῦτον ἀβάστακτον βάρος. Τότε δὲ ἠκούσθη ἐκ δεξιῶν αὐτοῦ φωνὴ γλυκυτάτη· ὦ τεκνίον, ἐὰν σύ, ὃν ὁ Υἱός μου διεφύλαξεν ἐν ψυχῇ καὶ σώματι ἁγνὸν, οὐχ ὑπηρετήσῃς τῷ Θεῷ, τίς τοῦτον ὑπηρετήσῃ; Ὁ πόρνος, ὁ μοιχός, ὁ κυβευτής, ὁ μέθυσος, ὁ βλάσφημος, ὁ ἄπιστος;  Τότε δὲ ἐν ἀπορίᾳ ὢν ὁ ὅσιος εἰ γένοιτ’ ἂν ἔγγαμος ἢ ἄγαμος ἱερεύς, φωνῆς ἤκουσε πάλιν λεγούσης· ὦ τεκνίον, ἄνοιξον τὴν Βίβλον τοῦ Υἱοῦ μου, καὶ οὗτος δείξει σοι τὸν δρόμον. Ποιήσας δὲ ὁ ὅσιος Σάββας τὸ σημεῖον τοῦ Σταυροῦ, προσεκύνησεν εὐλαβῶς τὴν Ἁγίαν Γραφὴν καὶ ἤνοιξεν αὐτήν. Ἡ Γραφὴ ἀνεῴχθη ἐν τῷ δεκάτῳ τετάρτῳ κεφαλαίῳ τῆς Ἀποκαλύψεως τοῦ Ἰωάννου τοῦ Θεολόγου, καὶ ὁ ὅσιος πατὴρ ἀνέγνω· οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὕτως οὖν ὁ Κύριος ἔδειξε τῷ ὁσίῳ Σάββᾳ τῆς ἁγιότητος τὸν δρόμον. Ἐπεὶ δὲ ἦν ταπεινός, οὐκ ἔλεγεν ὅτι αὐτὸς εἶδε τὸ ὅραμα τοῦτο, ἀλλ’ ἄλλος τις μοναχός, ὁ πατὴρ Βίκτωρ.

Τῆς Κύπρου ἐλευθερωθείσης ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ ἐνάτῳ (1959) ὁ ὅσιος Σάββας χειροτονεῖται ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κύπρου Μακαρίου Γ΄ διάκονος. Μετὰ δὲ τοῦτο μεταβαίνει εἰς Ἀθήνας καὶ διδάσκεται τὴν ἐπιστήμην τῆς Φιλολογίας καὶ τῆς Θεολογίας, ἣν ἐκ νεότητος ἐπόθει. Πρὸς τοῖσδε μαθητεύει δύο ἔτη ἐν τῇ Νομικῇ Σχολῇ Ἀθηνῶν. Ἀλλ’ ἡ θύραθεν παιδεία οὐκ ἐλαττοῖ τὴν κατὰ Χριστόν, ὅτι ἡ θύραθεν θεραπαινὶς γίνεται τοῦ θείου κηρύγματος, ὃ ἀσκεῖ ἐν τῷ Ἱερῷ Ναῷ Μεταμορφώσεως τοῦ Σωτῆρος Βύρωνος. 

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ τετάρτῳ (1964) χειροτονεῖται πρεσβύτερος ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κύπρου Μακαρίου Γ΄. Μετὰ δὲ τοῦτο μεταβαίνει εἰς Βρυξέλλας, ἵνα διδαχθῇ τὴν ἐπιστήμην τῆς Θεολογίας. Ἰατρὸς γενόμενος τῶν τετραυματισμένων συναγωνιστῶν αὐτοῦ, οὐ καταλείπει τοὺς τετρωμένους ὑπὸ τοῦ πονηροῦ διαβόλου ἀδελφοὺς πρὸς χάριν τῆς ἐπιστήμης. Διὸ συγγράφει πραγματείαν περὶ τῆς ποιμαντικῆς τοῦ ἀσθενοῦς. Τὸ δὲ μέγιστον· ποιμαίνει τὸ ποίμνιον τῶν Ἑλλήνων τοῦ Βελγίου φυλάττων αὐτὸ ἀπὸ τῶν λύκων τῶν προβατοσχήμων, ἤτοι τῶν καλουμένων μαρτύρων τοῦ Ἰεχωβᾶ. 

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ (1968) ὁ ὅσιος Σάββας μεταβαίνει εἰς Ἀθήνας, ὅπου διακονεῖ ἐν τῷ Ἱερῷ Ναῷ τοῦ νοσοκομείου τοῦ Εὐαγγελισμοῦ οὐ παυόμενος τῆς παραμυθίας τῶν ἀσθενῶν. Ἀλλ’ ὅσον ἀγαπᾷ τοὺς ἀσθενεῖς ἀδελφούς, τοσοῦτον ἀγαπᾷ καὶ τὴν πάσχουσαν αὐτοῦ πατρίδα. Διὸ κατὰ τὴν εἰσβολὴν τῶν Ἀγαρηνῶν εἰς τὴν Κύπρον ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑβδομηκοστῷ τετάρτῳ (1974) σπεύδει πολεμῆσαι αὐτοῖς. 

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑβδομηκοστῷ ἕκτῳ (1976) ὁ ὅσιος Σάββας διακονεῖ εἰς τὸ ἱερὸν παρεκκλήσιον τοῦ Ἁγίου Κωνσταντίνου καὶ εἰς τὸ τοῦ Ἁγίου Στυλιανοῦ καὶ Ἁγίας Παρασκευῆς Καρέα Ἀττικῆς. Ἐκεῖ ἐρανίζει χρήματα πρὸς ἀνέγερσιν τοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Γεωργίου Καρέα. Ἀλλὰ ὁ κτίτωρ ναῶν κτίτωρ ψυχῶν ἀναδείκνυται. Ἀκαταπαύστως κατηχεῖ τοὺς νέους καὶ τοὺς ἐκεῖ πρόσφυγας ἐκ Ῥωσσίας διὰ τοῦ θείου κηρύγματος, οἵτινες μυοῦνται τὸ μυστήριον τῆς ἱερᾶς ἐξομολογήσεως. Πρὸς ἐπίρρωσιν τῶν ἔργων τούτων ἐρανίζει χρήματα καὶ πρὸς ἀνέγερσιν οἰκοδομήματός  τινος διὰ τὴν κατήχησιν, τὴν νεολαίαν καὶ τὰς ἑορτάς.

Ἐκεῖ ὁ στρατιώτης τῆς πατρίδος νῦν στρατιώτης τοῦ Χριστοῦ καταλέγεται, ὅτι θύει τὴν ζωὴν αὐτοῦ ὑπὲρ τοῦ ποιμνίου αὐτοῦ. 

Ἐκεῖ ὁ νικητὴς κατὰ τῶν δυναστῶν νῦν νικητὴς κατὰ τῶν δαιμόνων στέφεται, ὅτι διὰ νηστείας, προσευχῆς καὶ τῶν εὐχῶν τῶν Ἁγίων Πατέρων τὸν ἀόρατον ἐχθρὸν καθίστησιν ὁρατόν. Διώκει δὲ αὐτὸν ἐκ τῶν δαιμονιζομένων δημοσίᾳ, ὥσπερ ὁ Κύριος, καὶ τὰς μαγγανείας τῶν μάγων διαλύει.   

Ἐκεῖ ὁ ἰατρὸς τῶν τραυματιῶν νῦν ἰατρὸς τῶν ψυχῶν γίνεται, ὅτι οὐ μόνον θεραπεύει διὰ τῆς πρὸς τὸν Θεὸν παρρησίας καὶ τοῦ σημείου τοῦ Σταυροῦ νόσους σωματικάς, ἀλλὰ διδάσκει τὴν μετάνοιαν τὴν ἰαματικήν, παραμυθεῖται καὶ ἐλεεῖ τοὺς κοπιῶντας καὶ πεφορτισμένους.

Ἐκεῖ ὁ θεολόγος νῦν κῆρυξ πάσης τῆς οἰκουμένης ἀναδείκνυται, ὅτι οὐ σαγηνεύει τὰ πλήθη ῥητορεύων, ἀλλὰ τρέφει αὐτὰ διὰ τοῦ θείου λόγου, συνετῶς χρώμενος ταῖς μηχαναῖς τῆς εἰκόνος καὶ τοῦ ἤχου. Συγγράφει βιβλία οὐ δι’ ὑστεροφημίαν, ἀλλ’ ἵνα ἐγγραφῶσι τὰ τέκνα αὐτοῦ ἐν τῇ Βίβλῳ τῆς Ζωῆς. Τοὺς θεοπνεύστους προφήτας καὶ τὴν Ἀποκάλυψιν τοῦ Ἰωάννου διδάσκει, οὐχ ἵνα φοβήσῃ τοὺς πιστοὺς, ἀλλ’ ἵνα καλέσῃ αὐτοὺς εἰς μετάνοιαν. Τὸ κοσμικὸν φρόνημα ἀρνεῖται, οὐχ ὅτι τοὺς ἁμαρτωλοὺς ἀποστάτας βδελύσσεται, ἀλλ’ ὅτι αὐτό ἐστι αἰτία τῆς κατὰ τοῦ Θεοῦ ἀποστασίας. Τοὺς ἐν τῇ πορνείᾳ δούλους ἐξαγοράζει καὶ ἐλευθεροῖ· τοὺς νεναρκωμένους ζωοποιεῖ· εἰς τοὺς ἐν τῇ ἀχλύϊ τοῦ πάθους τοῦ καπνοῦ πνεῦμα δρόσου ἐμφυσᾷ· τοῖς μεθύσοις ὕδωρ ζῶν δίδωσι πιεῖν· τοὺς βλασφημοῦντας προσηνῶς νουθετεῖ· τοὺς ἐν κοσμικοῖς ἐνδύμασι καὶ γεγυμνωμένους τὴν πανοπλίαν τοῦ Θεοῦ ἐνδύει πρὸς τὸ δύνασθαι αὐτοὺς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.  

Καὶ ὃ μὲν οὐκ ἠδυνήθησαν αἱ κραυγαί, αἱ ἀπειλαὶ καὶ αἱ ἐπιθέσεις τῶν πονηρῶν δαιμόνων, τοῦτο δ’ ἠδυνήθη ὁ φθόνος τῶν ἀνθρώπων. Ὁ ὅσιος Σάββας, μισούμενος, ὡς ὁ ἅγιος Νεκτάριος Πενταπόλεως καὶ ἄλλοι ἅγιοι, ἀπεχώρησεν ἐκ τοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Γεωργίου Καρέα, ὅπου διηκόνησεν ἐπὶ εἴκοσι ἐννέα ἔτη. Μεταβὰς δὲ εἰς Ἐπιτάλιον Ἠλείας ἐκήρυξε τὸν θεῖον λόγον εἰς τὴν Ἱερὰν Μονὴν Ζωοδόχου Πηγῆς καὶ ἐκοιμήθη ἐν Κυρίῳ τῇ Γ΄ τοῦ μηνὸς Αὐγούστου ἐν ἔτει δισχιλιοστῷ δεκάτῳ ἕκτῳ (2016).

Χαίροις Κύπρου καύχημα ἱερόν,* ὁ ὑπὲρ πατρίδος καὶ τῆς πίστεως πολεμῶν∙* ἐν ἐπουρανίῳ πατρίδι νῦν ὑπάρχων* τοὺς δαίμονας διώκεις,* Σάββα στερρόψυχε.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Κυριακὴ 28 Ἰουλίου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΚΥΡΙΑΚΗ Ε΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
10: 1-10

Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν Θὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ΄ οὐ κατ΄ ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ΄ ἔστι Χριστὸν καταγαγεῖν· ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ΄ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ΄ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΚΥΡΙΑΚΗ Ε΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
8:28-34, 9:1

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀνάβοντας τὸν ἀναπτήρα τῶν ἁγίων – ΛΖ΄ (37η) Πνευματικὴ Σύναξη Διαλόγου μὲ τὸν Μόρφου Νεόφυτo (03.07.2024)

Ἡ ΛΖ’ (37η) Πνευματικὴ Σύναξη Διαλόγου μὲ τὸν Μητροπολίτη Μόρφου κ. Νεόφυτο, πραγματοποιήθηκε στὶς 3 Ἰουλίου, 2024 στὸν ἱερὸ ναὸ Παναγίας Χρυσελεούσης στὴν κοινότητα Ἀκακίου τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου.

Οἱ ἐρωτήσεις νὰ ἀποστέλλονται στὴν ἠλεκτρ. διεύθυνση: anavontastonanaptiratonagion@gmail.com

Παραγωγή: Rum Orthodox

Ὁμιλία εἰς τὸ Εὐαγγέλιον τῆς Ε´ Κυριακῆς τοῦ Ματθαίου

Ἀρχιμανδρίτου Φωτίου Ἰωακεὶμ

Ἡ Ἁγία Γραφή, ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοί, ὁμοιάζει μὲ ἕνα ἀνεξάντλητο χρυσωρυχεῖο.Ὅσο κανεὶς ἀνασκάπτει καὶ ἐξερευνᾶ τοῦτο τὸ χρυσωρυχεῖο, ὅσο δηλαδὴ κάποιος μελετᾶ τὸν Λόγο τοῦ Θεοῦ μὲ πίστη καὶ πόθο καὶ προσευχή, τόσο καὶ ἀσφαλῶς θὰ ἐκβάλλει, ὄχι χρυσάφι γήινο, ποὺ ἔρχεται καὶ παρέρχεται, ἀλλὰ ἀνεκτίμητους πνευματικοὺς θησαυρούς, ποὺ πλουτίζουν ἐν Χριστῷ τὸν νοῦ καὶ τὴν καρδιά του καὶ ἁγιάζουν τὴν ψυχή του.

Ἡ σημερινὴ σύντομη εὐαγγελικὴ περικοπή, ἐκ πρώτης ὄψεως μᾶς ἐξιστορεῖ τὰ σχετικὰ μὲ ἕνα θαῦμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτὸ δηλαδὴ τῆς θεραπείας τῶν δύο δαιμονιζομένων ἀνδρῶν στὴν περιοχὴ τῶν Γεργεσηνῶν στὴν Παλαιστίνη . Μελετῶντας την ὅμως βαθύτερα, βλέπουμε νὰ προκύπτουν ποικίλα σημαίνοντα πνευματικὰ θέματα καὶ ψυχοτρόφα διδάγματα.

Ἕνα σπουδαῖο ζήτημα, ποὺ τονίζεται ἐδῶ, ἀλλὰ καὶ περιτρέχει ὅλη τὴν Ἁγία Γραφή, ἰδιαίτερα τὴν Καινὴ Διαθήκη, εἶναι αὐτὸ τῆς ὑπάρξεως τῶν δαιμόνων, καθὼς καὶ δαιμονιζομένων ἀνθρώπων. Ἕνα θέμα, ποὺ συχνὰ δυστυχῶς στὶς μέρες μας, θελητὰ ἢ ἀθέλητα, περιθωριοποιεῖται καὶ ἀποσιωπᾶται. Ἡ ὕπαρξη τῶν δαιμόνων, τῶν πονηρῶν δηλαδὴ πνευμάτων, τῶν ἐκπεσόντων αὐτῶν ἀγγέλων, ὡς συγκεκριμένων πνευματικῶν ὑπάρξεων καὶ ὄχι ὡς μιᾶς ἀόριστης ἰδέας τοῦ κακοῦ, εἶναι δόγμα Πίστεως τῆς Ἐκκλησίας μας, ποὺ πηγάζει σαφέστατα ἀπὸ τὴν Ἁγία Γραφὴ καὶ τὴν ὅλη Ἱερὰ Παράδοσή μας καὶ ἀπαντᾶται συχνότατα σ᾽ αὐτές. Κι ὄχι μόνο ἡ ὕπαρξή τους, ἀλλὰ καὶ ἡ δυνατότητα ἐπηρείας τους στοὺς ἀνθρώπους σὲ ποικίλο βαθμό, ἀπὸ ἁπλῆ πειρασμική τους ἐνέργεια, μέχρι, ἀλίμονο, καὶ τὴν πλήρη κατοχὴ κάποιων ἀνθρώπων ἀπ᾽αὐτούς. Ἀλλά, δόγμα Πίστεως ἀποτελεῖ ταυτόγχρονα, κι αὐτὸ τονίζεται ἐμφαντικὰ στὴν Καινὴ Διαθήκη, ἡ ἀπόλυτη ἐξουσία τοῦ Θεανθρώπου Χριστοῦ ἐπάνω στοὺς δαίμονες («εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου»[Α´Ἰω. 3,8]• «ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα» [Λουκ. 10,18]), καθὼς καὶ ἡ ἐξουσία ποὺ ἔδωσε ὁ Κύριός μας στοὺς μαθητές Του, ὅπως καὶ στοὺς διαδόχους τους ἀρχιερεῖς καὶ ἱερεῖς, ἀλλὰ καὶ σὲ κάθε πραγματικὰ πιστὸ μέλος τῆς Ἐκκλησίας, νὰ τοὺς πολεμεῖ καὶ κατατροπώνει μὲ τὴν προσευχὴ καὶ τὸν ἐν Χριστῷ ἀγῶνα του (« ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ» [Λουκ. 10,19]).

Δεύτερο θέμα, συναφὲς πρὸς τοῦτο, εἶναι τὸ ὅτι οἱ δαίμονες, φοβισμένοι ἀπὸ τὴν ἐξουσία τοῦ Δεσπότου Χριστοῦ, ζητοῦν τὴν ἄδειά Του γιὰ τὸ ποῦ νὰ πᾶνε, ἐξερχόμενοι τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὸ ποῦ ζητοῦν νὰ πᾶνε! Ζητοῦν νὰ πᾶνε μέσα στοὺς χοίρους, δηλ. νὰ τοὺς δαιμονίσουν! Ἂς ἐξετάσουμε τὸ πρῶτο σκέλος τοῦ θέματος: Ἡ ἐκζήτηση ἀπὸ τὸ πλῆθος ἐκεῖνο τῶν δαιμόνων τῆς ἄδειας τοῦ Δεσπότου, νὰ τοὺς ἐπιτρέψει αὐτὸ ποὺ ζήτησαν, καὶ ποὺ τελικὰ τὸ ἀποδέχθηκε -θὰ δοῦμε τοὺς λόγους πιὸ κάτω-, φανερώνει ὅτι ὁ Κύριος, ὡς ἐξουσιαστὴς τῶν ἁπάντων, ἀλλὰ καὶ σεβόμενος τὴν ἐλευθερία ὅλων τῶν λογικῶν Του πλασμάτων, ἐπιτρέπει καὶ μία ἐλευθερία ἀκόμη καὶ στὸν διάβολο -γιὰ νὰ εἶναι ἀναπολόγητος ἐν ἡμέρᾳ κρίσεως-, ἀλλὰ πάντοτε περιορισμένη, ἐλεγχόμενη δηλ. ἀπὸ τὴν ἀγάπη καὶ φιλανθρωπία Του, ὥστε μὲ τοὺς διαβολικοὺς πειρασμοὺς νὰ δοκιμάζεται ἡ ἐλευθερία τοῦ ἀνθρώπου καὶ νὰ ἀναδεικνύεται ἡ ἑκούσια ἀγάπη του πρὸς τὸν Πλάστη καὶ Λυτρωτή του. Διαφορετικά, ἂν ἡ ζωὴ τῶν ἀνθρώπων ἦταν ἕνας δρόμος χωρὶς ἐμπόδια, πειρασμοὺς καὶ θλίψεις, δὲν θὰ εἶχε νόημα ἡ ζωή, κι ὁ ἄνθρωπος θὰ ἀπέβαινε ἔτσι, ὄχι ἕνα λογικὸ ἐλεύθερο πλάσμα, μὲ τὴ δυνατότητα ἐπιλογῆς μεταξὺ ἀρετῆς καὶ ἁμαρτίας, ἀλλά, λίγο πολύ, ἕνα ρομπότ! Νὰ μνημονεύσουμε ἐδῶ τὸ σχετικὸ βαρυσήμαντο ἀπόφθεγμα τοῦ Μεγάλου Ἀντωνίου: «Οὐδεὶς ἀπείραστος δυνήσεται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔπαρον γάρ, φησί, τοὺς πειρασμούς, καὶ οὐδεὶς ὁ σῳζόμενος.» Ζητοῦν λοιπὸν ἄδεια οἱ δαίμονες νὰ μποῦν στοὺς χοίρους. Καὶ ὁ Κύριος τὸ ἐπιτρέπει. Καταρχήν, ὡς τιμωρία τῶν κατοίκων τῆς περιοχῆς, διότι ἐξέτρεφαν χοίρους, παρὰ τὴ ρητὴ ἀπαγόρευση τοῦ Μωσαϊκοῦ Νόμου (Λευϊτ. 11,7). Καὶ γνωρίζομε, πὼς ὁ Χριστὸς μὲ τὴν πανσοφία του τηροῦσε τὸν Νόμο, ὡς Νομοδότης -ἂν καὶ τὸν ἀναθεώρησε καὶ συμπλήρωσε-, ὥστε νὰ μὴ δώσει ἀφορμὴ στοὺς Ἰουδαίους, ποὺ πάντοτε τὴ ζητοῦσαν, γιὰ νὰ κατηγορήσουν ἀπὸ φθόνο καὶ ἀπιστία τὸν Ἀναμάρτητο. Καὶ οἱ χοῖροι, ὅταν μπῆκαν μέσα τους τὰ δαιμόνια, πέσανε ἀπὸ ἕνα γκρεμὸ ἐκεῖ κοντὰ στὴ λίμνη τῆς Γαλιλαίας καὶ πνίγηκαν. Ποιό τὸ πνευματικὸ συμπέρασμα, ἐν προκειμένῳ; Οἱ ἅγιοι Πατέρες, ἀγαπητοὶ ἀδελφοί, στὶς θεόπνευστες ἀναγωγικές τους ἑρμηνεῖες, μὲ χοίρους παρομοιάζουν τοὺς ἁμαρτωλοὺς ἀνθρώπους, ποὺ ἐπιθυμοῦν νὰ ζοῦν, σὰν μέσα σὲ ἄλλη λάσπη, στὸ βόρβορο καὶ τὴ δυσωδία τῶν παθῶν καὶ τῆς ἁμαρτίας. Ποὺ ἔχουν στραμμένα τὰ μάτια τῆς ψυχῆς συνεχῶς στὰ κάτω, στὰ γήινα, ὅπως ὁ χοῖρος ἔχει τὸ κεφάλι πάντα στραμμένο στὴ γῆ. Σ᾽αὐτοὺς ἐπιτρέπει πολλὲς φορὲς ὁ Κύριος, γιὰ νὰ ταπεινωθοῦν καὶ νὰ μετανοήσουν, νὰ δαιμονισθοῦν. Διότι ὁ διάβολος βρίσκει πρόσφορο ἔδαφος καὶ ἀφορμή, νὰ εἰσέλθει σὲ ἄνθρωπο βυθισμένο στὰ πάθη. Ἀλλά, τὸ θλιβερὸ ἀποτέλεσμα, ἂν δὲν ὑπάρξει μετάνοια, εἶναι τὸ βύθισμα στὴ λίμνη, δηλ. ὁ θάνατος, εἴτε ὁ σωματικός, εἴτε, τὸ δεινότερο, ὁ πνευματικὸς καὶ αἰώνιος!

Ἕνα τρίτο σημαντικὸ ζήτημα, ποὺ τίθεται στὴ σημερινὴ περικοπή, εἶναι μία μεγάλη ἁμαρτία, ποὺ προβάλλει στὸ πρόσωπο τῶν κατοίκων τῆς περιοχῆς τῶν Γεργεσηνῶν, αὐτὴ τῆς ἀχαριστίας. Οἱ παραβάτες αὐτοὶ τοῦ Νόμου τοῦ Θεοῦ, βλέποντας μὲ τὰ μάτια τους, τόσο τὸ θαῦμα τῆς θεραπείας τῶν δύο δαιμονιζομένων ἐκείνων συμπατριωτῶν τους, ὅσο κι αὐτὸ τῆς δίκαιης τιμωρίας τους ἀπὸ τὸν Κύριο μὲ τὸν πνιγμὸ τῶν χοίρων, ἀντὶ νὰ ἔλθουν σὲ συναίσθηση, σὲ μετάνοια, γεμᾶτοι ἀπὸ ἕνα ἐμπαθὴ καὶ ἁμαρτωλὸ φόβο, ζητοῦν ἀπὸ τὸν Κύριο, ὁ Ὁποῖος ὑπῆρξε στὴν πραγματικότητα Εὐεργέτης τους, νὰ φύγει, νὰ ἀπομακρυνθεῖ ἀπὸ τὴν περιοχή τους. Καὶ ὁ πάντοτε «πρᾶος καὶ ταπεινὸς τῇ καρδίᾳ» Ἰησοῦς, ὑπακούοντας φεύγει. Ὁ Κύριος λοιπόν, ἂν καὶ προγνώριζε, ὡς Παντογνώστης, τὴν ἀχαριστία καὶ ἀμετανοησία τῶν Γεργεσηνῶν, θαυματούργησε γιὰ τὴν ὠφέλεια καὶ σωτηρία τους. Τί διδασκόμαστε ἀπ᾽ αὐτά; Πρέπει κι ἐμεῖς, ἀδελφοί, ὡς μαθητὲς τοῦ Κυρίου, στοιχῶντας στὸ ἅγιο παράδειγμά Του, πάντοτε καὶ μὲ ὅποιο τρόπο μπορεῖ ὁ καθένας, νὰ εὐεργετοῦμε καὶ ὠφελοῦμε τὸν πλησίον μας: Ἕνα μὲ τὴν καλή μας συμβουλή, ἄλλο μὲ τὴν ἠθική μας συμπαράσταση, ἄλλον μὲ τὴν οἰκονομική μας βοήθεια, ἀναλόγως μὲ τὴν ἑκάστοτε καὶ τὴν ἑκάστου περίσταση.Ἡ ἐλεημοσύνη καὶ εὐεργεσία τοῦ πλησίον εἶναι μεγάλη ἀρετή. Εἶναι ὁ καρπὸς τῆς κορυφαίας ἀρετῆς τῆς ἀγάπης, εἶναι «πίστις δι᾽ἀγάπης ἐνεργουμένη», κατὰ τὸν ἀπόστολο Παῦλο (Γαλ. 5,6). Ἀλλά, ἂς μὴ ἀχρειώσουμε τὴν εὐεργεσία μας, ζητῶντας ἀνταπόδοση ἢ νὰ σκανδαλιζόμαστε ἀπὸ τὴν ἀχαριστία τῶν εὐεργετηθέντων ἀπὸ ἐμᾶς. Γιατί, αὐτὴ ἡ ἀχαριστία, κατὰ τοὺς ἁγίους Πατέρες, ἀποβαίνει εὐεργεσία τῶν ἰδίων τῶν εὐεργετῶν καὶ ὁ μισθός τους ἀπὸ τὸν Κύριο πολλαπλασιάζεται.

Πρέπει, τέλος, νὰ τονίσουμε καὶ τοῦτο: Καὶ σήμερα δυστυχῶς πολλοὶ Χριστιανοί, ὅπως οἱ τότε Γεργεσηνοί, θέλουν νὰ ἀπομακρυνθεῖ ὁ Χριστὸς «ἀπὸ τῶν ὁρίων αὐτῶν». «Ἀπὸ τῶν ὁρίων» τῆς καρδιᾶς τους, τῆς οἰκογένειάς τους, τῆς ἐργασίας τους, τῆς ζωῆς τους! Πολλοὶ τὸν διώχνουμε ἠθελημένα. Ἄλλοι πάλιν τὸν διώχνουμε ἀνεπίγνωστα. Χωρὶς νὰ τὸ συνειδητοποιοῦμε. Τὸν ἀπομακρύνουμε μὲ τὴν ἔκδηλη ἀσυνέπεια στὴν πνευματική μας ζωή. Κι ἄλλοι τὸν διώχνουμε, ὅταν μᾶς ἐπισκέπτεται μὲ μία δοκιμασία, ποὺ ἐπιτρέπει, γιὰ νὰ μᾶς θεραπεύσει ψυχικά, νὰ μᾶς ὁδηγήσει σὲ συναίσθηση καὶ μετάνοια. Καὶ τὸν διώχνουμε σ᾽αὐτὴ τὴν περίπτωση, ὅταν δὲν Τὸν εὐχαριστοῦμε γιὰ τὴν ὅποια δοκιμασία, ὅταν δὲν τὴν ἀποδεχόμαστε ὡς εὐεργεσία Του, ὅταν γογγύζουμε καὶ ἀδημονοῦμε, καὶ ζητοῦμε νὰ τὴν σηκώσει, πρὶν Ἐκεῖνος κρίνει τὸ πότε μᾶς συμφέρει πνευματικά. Μὰ Ἐκεῖνος, ἐπειδὴ εἶναι ἀγάπη, ἡ Ἀγάπη, ἔρχεται καὶ πάλιν. Καὶ στέκει στὴν πόρτα τῆς καρδιᾶς μας, καὶ κτυπᾶ νὰ τοῦ ἀνοίξουμε, νὰ τὸν δεχθοῦμε μέσα μας, νὰ συνδειπνήσει μαζί μας τὸ δεῖπνο τῆς Βασιλείας Του: «Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω…» (Ἀποκ. 3,20).

Ἀγαπητοί μου ἀδελφοί, γιὰ νὰ χρησιμοποιήσουμε τὰ ἀθάνατα λόγια τοῦ ἀποστόλου τῶν ἐθνῶν Παύλου, «τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν• καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως » (Γαλ. 6,9-10). Δηλαδή, «ἂς μὴ ἀποκάμουμε, ἐνεργῶντας τὰ καλὰ ἔργα• γιατί, ἂν ἀντέξουμε μέχρι τὸ τέλος, θὰ θερίσουμε στὸν κατάλληλο καιρὸ (τοὺς καρποὺς τῶν ἔργων μας). Ἑπομένως, λοιπόν, ὅσο ἔχουμε καιρό, ἂς ἐργαζόμαστε τὸ καλὸ πρὸς ὅλους, μάλιστα πρὸς τοὺς ὁμόπιστους ἀδελφούς μας». Ὥστε, ὅταν θὰ ἔλθει ὁ Δίκαιος Κριτής, γιὰ νὰ ἀνταποδώσει στὸν καθένα κατὰ τὰ ἔργα του, νὰ ἀξιωθοῦμε ν᾽ ἀκούσουμε κι ἐμεῖς τὴ μακαρία καὶ εὐλογημένη ἐκείνη του φωνή, «ἐφ᾽ὅσον ἐποιήσατε (τὸ ὅποιο καλὸ) ἐνὶ τῶν ἀδελφῶν μου τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου ὑμῶν»(πρβλ.Ματθ. 25,40•21). Ἀμήν!

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Σάββατο 27 Ἰουλίου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΑΜΑΤΙΚΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ)
Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
2: 1-10

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δώσει γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης αἰωνίου.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΑΜΑΤΙΚΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέτε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Morphou Neophytos: 50 years of being a Refugee (2024)

The interview of his Eminence Metropolitan Morphou mr. Neophytos with Petros Lazarou took place on Bright Thursday, May 9, 2024, at the temporary seat of the Metropolis of Morphou in Eurychou, as part of the special events for the 50 years of the Turkish invasion and occupation of Cyprus (1974- 2024).

Editing – Directed by: Antonis Chrysostomou
Music: Christodoros Mnasonos
Production: RumOrthodox

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Παρασκευὴ 26 Ἰουλίου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ)
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
3:23-29; 4:1-5

Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ)
Ἐκ τοῦ κατὰ Μάρκον
5: 24-34

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγεν γὰρ ἐν ἑαυτῇ ὅτι Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Πέμπτη 25 Ἰουλίου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΕΟΡΤΗΣ (ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ, ΜΗΤΡΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ)
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
4: 22-27

Ἀδελφοί, ᾿Αβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν ῎Αγαρ. Τὸ γὰρ ῎Αγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ ᾿Αραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν ῾Ιερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· ἡ δὲ ἄνω ῾Ιερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Γέγραπται γάρ· «Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα».

ΕΥΑΓΓΕΛΙΟ ΕΟΡΤΗΣ (ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ, ΜΗΤΡΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
8: 16-21

Εἶπεν ὁ Κύριος· Οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τετάρτη 24 Ἰουλίου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΤΕΤΑΡΤΗ Ε΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
15: 7-16

Ἀδελφοί, προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ Θεοῦ. Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, καὶ τῷ ὀνοματί σου ψαλῶ. Καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν, Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ΄ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος ἁγίου. Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης τῆς γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΧΡΙΣΤΙΝΗΣ)
Πρὸς Θεσσαλονικεῖς Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
2:13-17; 3:1-5

Ἀδελφοί, ἡμεῖς ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας, εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ. Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν. Αὐτὸς δὲ ὁ κύριος ἡμῶν ᾽Ιησοῦς Χριστὸς καὶ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ᾽ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν ὑμῖν καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΕΤΑΡΤΗ Ε΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
12: 38-45

Τῷ καιρῷ ἐκείνῳ προσῆλθον τῷ Ἰησοῦ γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα καὶ σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τρίτη 23 Ἰουλίου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ Ε΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
14: 9-18

Ἀδελφοί, εἰς τοῦτο Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ· γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι΄ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ· ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ Ε΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
12: 14-16, 22-30

Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἐποίησαν οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτὸν. Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν. καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς Δαυῒδ; οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων. εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθ’ ἑαυτὴν ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ’ ἑαυτὴν οὐ σταθήσεται. καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ’ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ