Αρχική Blog Σελίδα 244

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Κυριακὴ 9 Μαρτίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΩΝ ΤΗΣ ΗΜΕΡΑΣ (ΤΩΝ ΑΓΙΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΤΗ ΛΙΜΝΗ ΤΗΣ ΣΕΒΑΣΤΕΙΑΣ ΜΑΡΤΥΡΗΣΑΝΤΩΝ)
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 
12: 1-10

Ἀδελφοί, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν ᾿Ιησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος. Ὅν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΚΥΡΙΑΚΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
1: 44-52

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἁγίου Ἰουστίνου Πόποβιτς: Ὁμιλία στήν Κυριακή τῆς Ὀρθοδοξίας

Η Αναστήλωσις των Αγίων Εικόνων

Σήμερα, ἀδελφοί καί ἀδελφές, εἶναι ἡ ἁγία Κυριακή τῆς Ὀρθοδοξίας, μία ἀπό τίς πενήντα δύο Κυριακές τοῦ ἔτους πού ὀνομάζεται Κυριακή τῆς Ὀρθοδοξίας. Μεγάλη καί ἁγία Κυριακή. Κυριακή, κατά τήν ὁποία ἑορτάζεται ἡ νίκη τῆς Ὀρθοδοξίας ἐναντίον κάθε ψεύδους, ἐναντίον κάθε ἀναλήθειας, ἐναντίον κάθε αἱρέσεως, ἐναντίον κάθε ψευδοθεοῦ· νίκη τῆς Ὀρθοδοξίας ἐναντίον κάθε ψευδοῦς διδασκαλίας, ἐναντίον κάθε ψευδοῦς φιλοσοφίας, ἐπιστήμης, πολιτισμοῦ, εἰκόνος. Ἁγία νίκη τῆς Ὀρθοδοξίας. Καί αὐτό σημαίνει ἁγία νίκη τῆς Παναληθείας.

Ποιός ὅμως εἶναι ἡ Παναλήθεια σέ αὐτόν τόν κόσμο; Ποιός εἶναι ἡ Ἀλήθεια σέ αὐτόν τόν κόσμο; Αὐτός πού εἶπε γιά τόν ἑαυτό Του: Ἐγώ εἰμί ἡ ἀλήθεια! Ὁ Ἰησοῦς Χριστός. Ὁ Θεός ἐν σαρκί. Νά, αὐτή εἶναι ἡ Ἀλήθεια στόν γήινο κόσμο μας, αὐτή εἶναι ἡ ἀλήθεια γιά τόν ἄνθρωπο. «Θεός ἐφανερώθη ἐν σαρκί». Ὁ Κύριος Ἰησοῦς Χριστός ἔλαβε σῶμα, ὥστε μέ τό σῶμα μας νά εἰπῇ σέ ἐμᾶς τούς ἀνθρώπους τί εἶναι ἀλήθεια, πῶς ζῆ κανείς ἐν ἀληθείᾳ, πῶς πεθαίνει γι’ αὐτήν, καί πῶς δι’ αὐτῆς ζῆ αἰωνίως.

Ὁ Χριστός συνεκέντρωσε ὅλες τίς ἀλήθειες καί μᾶς ἔδωσε τήν Παναλήθεια τῆς Ὀρθοδοξίας.  Ὅταν ὁ Θεός κατέβηκε σέ αὐτόν τόν κόσμο, ὁ Κύριος Ἰησοῦς Χριστός, Αὐτός ἔγινε ὁρατός γιά μᾶς τούς ἀνθρώπους. Ὁ Θεός ἔγινε ὁρατός. Καί ἐμεῖς βλέποντάς Τον, στήν πραγματικότητα βλέπουμε τόν Ζῶντα Θεό. Αὐτός εἶναι ἡ ζῶσα Εἰκών τοῦ Θεοῦ στόν κόσμο.

Διαφυλάσσοντας τήν ζῶσα Εἰκόνα τοῦ Θεοῦ σέ αὐτόν τόν κόσμο, ἡ Ὀρθόδοξος Ἐκκλησία διεφύλαξε τόν ἄνθρωπο, διεφύλαξε τόν Χριστό ὡς ἄνθρωπο. Ὁ ἴδιος ὁ Θεός ἔγινε ἄνθρωπος, γιά νά βρῆ σ’ ἐμᾶς τούς ἀνθρώπους τήν θεία Εἰκόνα, τήν ζῶσα θεία Εἰκόνα, τήν ὁποία ἐμεῖς ἀμαυρώσαμε μέ τίς ἁμαρτίες καί τά πάθη, τήν παραμορφώσαμε, τήν καταξέσαμε ὅλη μέ τήν ἁμαρτωλή ζωή μας. Ὅπως λέγεται στούς θαυμάσιους ἐκκλησιαστικούς ὕμνους, ὁ Κύριος κατέβηκε σέ αὐτόν τόν κόσμο, ἔγινε ἄνθρωπος, «ἵνα τήν ἑαυτοῦ ἀναπλάσῃ Εἰκόνα», νά ἀνακαινίσῃ τήν Ἰδική Του Εἰκόνα στόν ἄνθρωπο· «φθαρεῖσαν τοῖς πάθεσι», πού ἐφθάρη δηλαδή μέ τά ἐλαττώματά μας καί μέ τίς ἁμαρτίες μας, καί ὁ ἄνθρωπος ἔγινε μία παραμορφωμένη, μία δύσμορφη, εἰκόνα τοῦ Θεοῦ. Καί ὁ Θεός, κατεβαίνοντας σέ αὐτόν τόν κόσμο σάν καθαρή, ὁλοκάθαρη Εἰκόνα τοῦ Θεοῦ, ὡς Θεός, ἔδειξε τί εἶναι ὁ ἄνθρωπος, τί εἶναι ὁ τέλειος ἄνθρωπος, πῶς πρέπει νά εἶναι ὁ ἄνθρωπος σέ αὐτόν τόν κόσμο.

Πῶς πρέπει νά εἶναι ὁ ἄνθρωπος σέ αὐτόν τόν κόσμο; Ἐμεῖς σέ αὐτόν τόν κόσμο πραγματικά πολεμᾶμε, συνέχεια πολεμᾶμε γι’ αὐτήν τήν θεία Εἰκόνα πού εἶναι μέσα στήν ψυχή μας. Ποιός μᾶς τήν κλέβει; Ὅλοι οἱ εἰκονομάχοι. Πρῶτος εἰκονομάχος εἶναι ἡ ἁμαρτία. Ἡ ἁμαρτία δέν θέλει τόν Θεό. Δέν θέλει τόν Θεό οὔτε μέσα στόν ἄνθρωπο, οὔτε μέσα στόν κόσμο γύρω ἀπό τόν ἄνθρωπο. Καί διά τῆς ἁμαρτίας κατεξοχήν εἰκονομάχος εἶναι ὁ Σατανᾶς καί οἱ ἄγγελοί του, οἱ ἀπαίσιοι δαίμονες.

Ἐκεῖνοι εἶναι πού κλέβουν τήν ψυχή μας, πού σωρεύουν ἁμαρτίες στήν ψυχή μας καί κατακαλύπτουν τήν θεία Εἰκόνα πού εἶναι μέσα μας. Μέ τό μαῦρο κατράμι τῆς ἁμαρτίας ἀλοίφουν τήν θεία Εἰκόνα πού εἶναι μέσα στήν ψυχή μας. Καί ὁ ἄνθρωπος, ὅταν ζῆ ἀμετανόητος μέσα στήν ἁμαρτία, ὅταν δέν πολεμᾶ κατά τῶν ἁμαρτιῶν του, ὅταν μένει σέ αὐτές, ὅταν δέν τίς ἐξομολογῆται, τί ἀπομένει ἀπό τήν ψυχή του; Ἀπομένει ἡ θεία Εἰκόνα πασαλειμένη μέ τό μαῦρο πῦον τῆς ἁμαρτίας, τῶν παθῶν, τοῦ θανάτου. Φρικτό θέαμα, φοβερή ντροπή!

Τί σημαίνει λοιπόν νά εἶσαι Εἰκόνα τοῦ Θεοῦ; Σημαίνει, ἀδελφοί, τό ἑξῆς: Ἐμεῖς ἔχουμε νοῦ, ἀλλά ὁ νοῦς μας εἶναι εἰκόνα τοῦ νοῦ τοῦ Θεοῦ μέσα μας. Ἐμεῖς ἔχουμε θέλησι, ἀλλά ἡ θέλησις εἶναι εἰκόνα τῆς θελήσεως τοῦ Θεοῦ μέσα μας. Ἐμεῖς ἔχουμε αἴσθησι, ἔχουμε καρδιά, ἀλλά αὐτά εἶναι εἰκόνα θείων αἰσθήσεων μέσα μας.

Ἐμεῖς ζοῦμε σέ αὐτόν τόν κόσμο, ἀλλά αὐτό εἶναι εἰκόνα τῆς ζωῆς τοῦ Θεοῦ. Ἐμεῖς εἴμαστε ὡσάν εἰκόνες τοῦ Θεοῦ ἀθάνατες, ἀλλά αὐτό εἶναι εἰκόνα τῆς ἀθανασίας τοῦ Θεοῦ. Ὁ Θεός μᾶς ἔπλασε θεοειδεῖς, γιά νά ζοῦμε μέσα σέ αὐτόν τόν κόσμο δι’ Αὐτοῦ, γιά νά σκέπτεται πάντοτε ὁ νοῦς μας: πρόσεχε ἀπό Ποιόν εἶσαι, εἶσαι ἀπό τόν Θεό, νά κάνῃς καθαρές σκέψεις, σκέψεις θεϊκές. Τότε τό θέλημά μας εἶναι τέλειο καί ὑγιές, ὅταν εὐθυγραμμίζεται πρός τό θέλημα τοῦ Θεοῦ, πρός τό πρωτότυπό του. Ἡ αἴσθησίς μας τότε εἶναι καθαρή, ὑγιής, θεϊκή, ὅταν εὐθυγραμμίζεται πρός τήν αἴσθησι τοῦ Θεοῦ.

Ἄς μᾶς καθαρίσῃ Αὐτός ἀπό κάθε ἁμαρτία, ἀπό κάθε πάθος, ἀπό κάθε θάνατο. Ἄς μᾶς ἐλευθερώσῃ ἀπό κάθε διάβολο, γιά νά μποροῦμε νά εἴμαστε πραγματικά ζῶσες εἰκόνες τοῦ Θεοῦ, γιά νά μπορῇ ὁ ἄνθρωπος νά εἶναι ἐπί τῆς γῆς ἕνα θεῖο μεγαλεῖο. Ἄνθρωπε! Ἀδελφέ! Ποτέ μήν ξεχνᾶς ὅτι εἶσαι μικρός Θεός μέσα στήν λάσπη! Μέσα στήν λάσπη τοῦ σώματός σου ἐσύ ἔχεις τήν ζῶσα Εἰκόνα τοῦ Θεοῦ. Πρόσεχε πῶς ζῆς. Πρόσεχε τί κάνεις μέ τήν Εἰκόνα τοῦ Θεοῦ πού εἶναι μέσα σου. Πρόσεχε, –ἄνθρωπε! ἄνθρωπε! ἄνθρωπε! Διότι ἡ ζωή μας ξεκινᾶ ἀπό τήν γῆ καί καταλήγει στό πάμφωτο πρόσωπο τοῦ Θεοῦ, γιά νά δώσουμε ἐκεῖ ἀπολογία τί κάναμε μέ τήν Εἰκόνα τοῦ Θεοῦ ὅσο ἤμασταν σέ αὐτόν τόν κόσμο.

Εὔχομαι ὁ Ἀγαθός Κύριος νά χαρίσῃ στήν καρδιά τοῦ καθενός μας ὅλα τά οὐράνια δῶρα, ὅλες τίς εὐαγγελικές ἀρετές: τήν πίστι καί τήν ἀγάπη καί τήν ἐλπίδα καί τήν προσευχή καί τήν νηστεία καί τήν ὑπομονή καί τήν πραότητα καί τήν ταπείνωσι, ὥστε νά μπορέσουμε νά ἀντέξουμε ὅλο αὐτόν τό φοβερό ἐπίγειο ἀγῶνα, νά διαφυλάξουμε στήν ψυχή μας τήν θεία μορφή καί νά μετατεθοῦμε ἀπό τόν κόσμο αὐτό πρός τόν Ἀναστάντα Κύριο σέ ἐκεῖνο τόν κόσμο. Ἀλλά μέχρι τότε ἡ ἁγία νηστεία ἄς μᾶς ὁδηγῇ πρός τό Ἅγιον Πάσχα, τήν Ἁγία Ἀνάστασι τοῦ Χριστοῦ, γιά νά προσκυνήσουμε, ὅσο εἴμαστε ἀκόμη μέ τό σῶμα μας, Αὐτόν, τόν Ἀναστάντα Κύριο, τόν Νικητή τῆς ἁμαρτίας, τοῦ θανάτου καί τοῦ διαβόλου, Αὐτόν πού ἐξασφάλισε τήν Αἰώνιο Ζωή γιά τό σῶμα μας καί γιά τήν ψυχή μας.

Σέ Αὐτόν, μόνο σέ Αὐτόν, ἀποκλειστικά σέ Αὐτόν, ἀνήκει αἰώνιος δόξα καί τιμή, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πηγή: www.impantokratoros.gr

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Σάββατο 8 Μαρτίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΤΗΡΩΝΟΣ)
Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου  
2: 1-10

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾿Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾿Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ ᾿Ιησοῦ μετὰ δόξης αἰωνίου.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΣΑΒΒΑΤΟ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ )
Ἐκ τοῦ κατὰ Μάρκον
2:23 – 3:5

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὀ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· Ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Παρασκευὴ 7 Μαρτίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
15: 1 -7 

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μένητε. ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται. ὑμῖν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Τὸ Μέγα Ἀπόδειπνο καὶ τὸ τρίτο μέρος τοῦ Μεγάλου Κανόνος στὴν Παναγία τοῦ Ἄρακος (5/3/2025)

Τὸ Μέγα Ἀπόδειπνο καὶ τὸ τρίτο μέρος τοῦ Μεγάλου Κανόνος τελέσθηκε στὴν ἱερὰ Μονὴ Παναγίας τοῦ Ἄρακος στὸ χωριὸ Λαγουδερά, τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (5/3/2025).

Ψάλλουν ὁ Πανιερώτατος Μητροπολίτης Μόρφου κ. Νεόφυτος καὶ ὁ ἱεροδιάκονος Εὐμένιος Ἰνιάτης. Ἱερουργεῖ ὁ ἱερομόναχος Δοσίθεος Μάρκου.

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Πέμπτη 6 Μαρτίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΠΕΜΠΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
7: 7-11 

Εἶπεν ὁ Κύριος· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται. ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τετάρτη 5 Μαρτίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΕΤΑΡΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ)
Ἐκ τοῦ κατὰ Μάρκον
11: 22-25  Ματθ. 7: 7-8 

Εἶπεν ὁ Κύριος· ἔχετε πίστιν Θεοῦ. ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τρίτη 4 Μαρτίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
6: 1-13

Εἶπεν ὁ Κύριος· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἄν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Δευτέρα 3 Μαρτίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΔΕΥΤΕΡΑ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
21: 8-36

Εἶπεν ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καί ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος. τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται. πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ τότε ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι οὗ πληρωθῶσι καιροὶ ἐθνῶν. Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ’ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

π. Σεραφείμ Ρόουζ: Ό,τι άρχισε στη Ρωσία θα τελειώσει στην Αμερική

π. Σεραφείμ Ρόουζ

Ο π. Σεραφείµ είχε πάντα υπόψη του την προφητεία του διορατικού γέροντα Ιγνατίου του Χαρµπίν της Μαντζουρίας, ο οποίος το 1930 είχε πει: «Ό,τι άρχισε στη Ρωσία θα τελειώσει στην Αμερική».

Έλεγε «Είμαστε τα προϊόντα… µιας κοινωνίας όπου όλα είναι πλαστικά, συνθετικά και αποµιµήσεις – συµπεριλαµβανοµένου ενός συνθετικού Χριστιανισμού και µιας συνθετικής Ορθοδοξίας! – Ας είμαστε αρκετά ταπεινοί να το αναγνωρίσουμε».

Εδώ στη Δύση ζούμε σε έναν ανόητο παράδεισο ο οποίος µπορεί να χαθεί, και πιθανώς θα χαθεί σύντομα. Αρχίστε να προετοιμάζεστε – όχι με την αποθήκευση τροφίμων ή τέτοιων εξωτερικών πραγμάτων όπως µερικοί κάνουν ήδη στην Αμερική, αλλά με την εσωτερική προετοιμασία των Ορθόδοξων Χριστιανών.

Έχετε αναρωτηθεί ποτέ, παραδείγματος χάριν, πως θα επιζήσετε εάν µπείτε σε µια φυλακή ή ένα στρατόπεδο συγκέντρωσης, και ειδικά στα κελλιά τιμωρίας και απομόνωσης; Πώς θα επιβιώσετε; Θα τρελαθείτε σε πολύ σύντομο χρονικό διάστημα. Εάν το µυαλό σας δεν έχει τίποτα για να ασχοληθεί, τι θα έχετε στο µυαλό σας; Εάν είστε γεμάτοι με κοσμικές εντυπώσεις και δεν έχετε τίποτα πνευματικό στο µυαλό σας, εάν ζείτε απλώς µέρα τη µέρα… Πρέπει να έχετε Χριστό στην ψυχή σας…

Φαίνεται πως ο σατανάς εισέρχεται τώρα γυμνός στην ανθρώπινη ιστορία. Τα χρόνια που θα ακολουθήσουν υπόσχονται να είναι πιο τρομερά απ’ όσο μπορεί να φανταστεί εύκολα κανείς τώρα… Αυτό που απαιτείται είναι περισσότερη προσευχή και μετάνοια… Αν οι Χριστιανοί στην καθημερινή τους ζωή φλέγονταν πραγματικά από αγάπη για τον Θεό και από ζήλο για το Βασίλειό Του – που είναι πέραν του κόσμου τούτου – τότε οτιδήποτε άλλο απαραίτητο, θα ακολουθούσε ως φυσική συνέπεια.

Έχει ειπωθεί από τους αγίους Πατέρες, έλεγε ο π. Σεραφείμ Ρόουζ, πως πρέπει να βλέπουμε σε όλα όσα μας συμβαίνουν κάποιον λόγο σωτηρίας. Εάν μπορείτε να το κάνετε αυτό, τότε θα σωθείτε.

Ιερομονάχου Δαμασκηνού, π. Σεραφείμ Ρόουζ – Η ζωή και τα έργα του, Ά τόμος, εκδόσεις Μυριόβιβλός, Αθήνα 2006.

Πηγή: balsamopsyxhs.gr