Αρχική Blog Σελίδα 223

Ἀρχιμ. Ἰάκωβος: Ἅγιε Λουκᾶ, πρόσεχε τὰ παιδιὰ ὅλου τοῦ κόσμου καὶ τὰ δικά μου (17.10.2023)

Κήρυγμα Ἀρχιμανδρίτου Ἰακώβου Καλογήρου στὸν πανηγυρικὸ Ἑσπερινὸ τῆς ἑορτῆς τοῦ ἁγίου ἁποστόλου Λουκᾶ, ποὺ τελέσθηκε στὸν ὁμώνυμο πανηγυρίζοντα ναὸ τοῦ χωριοῦ Ὀροῦντα τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (17.10.2023).

Ψάλλει ὁ Πρωτοψάλτης τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου κ. Μάριος Ἀντωνίου

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Παρασκευὴ 17 Ὀκτωβρίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΠΑΡΑΣΚΕΥΗ ΙΘ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
1:27-30; 2:1-4

Ἀδελφοί, ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτῶν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἦν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΩΣΗΕ ΠΡΟΦΗΤΟΥ, ΑΝΔΡΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΤΟΥ ΕΝ ΤΗ ΚΡΙΣΕΙ)
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
11:33-40, 12:1-2

Ἀδελφοί, οἳ ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα Κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν ᾿Ιησοῦν.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΠΑΡΑΣΚΕΥΗ Δ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
9: 12-18

Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες τῷ Ἰησοῦ οἱ δώδεκα μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσι ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. εἶπε δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα· ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας. λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί αὐτοῦ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Πέμπτη 16 Ὀκτωβρίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΠΕΜΠΤΗ ΙΘ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
1: 20-27

Ἀδελφοί, ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾿ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. ᾿Εμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. Εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾿ ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ ᾿Ιησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ἡμᾶς. Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΛΟΓΓΙΝΟΥ ΜΑΡΤΥΡΟΣ ΤΟΥ ΕΚΑΤΟΝΤΑΡΧΟΥ, ΤΟΥ ΕΠΙ ΤΟΥ ΣΤΑΥΡΟΥ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
27: 33-54

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτῷ· πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί; τοῦτ’ ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Πορεία στα βήματα των Αγίων Αποστόλων (18-19 Οκτωβρίου 2025)



Πρὸς τὸ
Χριστεπώνυμο πλήρωμα τῆς
Ἱερᾶς Μητροπόλεως Μόρφου

Τέκνα ἐν Κυρίῳ ἀγαπητά,

Σύμφωνα μὲ τὴ μαρτυρία τοῦ βιβλίου τῶν «Πράξεων τῶν ἀποστόλων», ἡ Κύπρος ἀποτέλεσε τὸν πρῶτο ἐκτὸς Συροπαλαιστίνης ἱεραποστολικὸ σταθμὸ τῶν ἀποστόλων Παύλου, Βαρνάβα καὶ Μάρκου, οἱ ὁποῖοι, εὐαγγελιζόμενοι τὸν Χριστόν, «διῆλθον ἅπασαν τὴν νῆσον». Οἱ Κύπριοι στὴν καταγωγὴ ἀπόστολοι Βαρνάβας καὶ Μᾶρκος ὁ ἀνεψιός του ἦλθαν στὴν Κύπρο ἀρχικὰ μὲ τὸν ἀπόστολο Παῦλο περὶ τὰ ἔτη 45-46, καὶ κατόπιν χωριστὰ ἀπὸ αὐτὸν περὶ τὸ ἔτος 49. Καρπὸς τῶν δύο ἀποστολικῶν περιοδιῶν τῶν ἁγίων αὐτῶν ἀποστόλων ἦταν ἡ θεμελίωση τῆς πρωτοχριστιανικῆς Ἐκκλησίας τῆς Κύπρου, ἡ μεταστροφὴ στὸν Χριστιανισμὸ τοῦ Ρωμαίου διοικητῆ τῆς Κύπρου ἀνθυπάτου Σεργίου Παύλου καὶ ἡ βάπτιση καὶ χειροτονία σὲ ἐπισκόπους μεγάλων προσωπικοτήτων τῆς νήσου. Ἀναφέρουμε ἐνδεικτικὰ τοὺς πρώτους ἱεράρχες τῆς Κύπρου, τὸν Ταμασοῦ Ἡρακλείδιον, τὸν Κιτίου Λάζαρον τὸν Τετραήμερον καὶ τὸν Σόλων Αὐξίβιον.

Ἀκροώμενοι τὴ φωνὴ τοῦ ἱστορικοῦ βάθους αὐτῆς τῆς τοπικῆς ἀποστολικῆς ἱστορίας καὶ ἀνταποκρινόμενοι στὶς συνεπαγόμενες εὐθύνες μας ἐνώπιον μιᾶς τέτοιας βαρύτιμης κληρονομιᾶς, γιὰ νὰ μεταδοθεῖ στοὺς σημερινοὺς Κυπρίους αὐτὸς ὁ μοναδικὸς πλοῦτος, ἐπευλογήσαμε μετὰ πολλῆς χαρᾶς τὴν Ὁμάδα Πρωτοβουλίας «Στὰ βήματα τῶν ἁγίων ἀποστόλων», γιὰ τὴν τολμηρὴ γιὰ τὴν ἐποχή μας καὶ ἐμπνευσμένη ἀπόφαση: Νὰ λιτανεύσουν δηλαδὴ εἰκόνα τῶν ἁγίων ἀποστόλων μέσα ἀπὸ περιοχὲς τῆς Σολέας καὶ τῆς Μαραθάσας τῆς Μητροπόλεώς μας, ἀκολουθώντας τὰ ἐδῶ βήματα τῶν ἁγίων ἀποστόλων, ὅπως τὰ διέσωσε ἡ ἀρχαία τοπικὴ παράδοση. Ἡ εἰκόνα αὐτή, ἔργο τοῦ ἀρχιμανδρίτου τῆς Μητροπόλεώς μας, π. Ἀμβροσίου Γκορελώβ, ἀπεικονίζει τοὺς ὡς ἄνω ἁγίους ἀποστόλους νὰ βαπτίζουν τὸν ἅγιο Ἡρακλείδιο στὸν Σέτραχο ποταμὸ τῆς Μαραθάσας, καὶ φέρει ἐντεθειμένο μικρὸ τεμάχιο λειψάνου τοῦ ἁγίου Ἡρακλειδίου.

Ἡ λιτανεία αὐτή, ποὺ θὰ καλύψει περὶ τὰ 43 χιλιόμετρα, εἶναι ἡ μεγαλύτερη τῶν νεωτέρων χρόνων καὶ ἤδη πραγματοποιήθηκε κατὰ τὰ παρελθόντα ἔτη. Ἐφέτος ἡ λιτανεία θὰ λάβει χώρα κατὰ τὶς 18-19 Ὀκτωβρίου. Ἡ ἔναρξή της θὰ γίνει, ὡς εἴθισται, ἀπὸ τὸ Ἡσυχαστήριο τοῦ Ὁσίου Σεραφεὶμ στὴ Σκουριώτισσα, ὅπου τὸ Σάββατο, 18 Ὀκτωβρίου, στὶς 7 π.μ. θὰ τελέσωμε Μικρὸν Ἁγιασμόν. Στὶς 7.30 π.μ. θὰ ἐκκινήσει ἡ λιτανεία, τῆς ὁποίας ἡ διαδρομὴ θὰ εἶναι κατὰ σειρὰν μέσα ἀπὸ τὶς κοινότητες Κατυδάτων, Λινοῦ, Φλάσου, Εὐρύχου, Κοράκου, Τεμβριᾶς, Καλλιάνων (μέσῳ γέφυρας Ἁγίου Ἡρακλειδίου), Σινᾶ Ὄρους. Στὴ συνέχεια, θὰ διέλθει συμβολικὰ ἀπὸ τὸ «Ἀρτοποιεῖο Γαλάτας», θέση, ὅπου περίπου τοποθετεῖται ὁ ἀρχαῖος οἰκισμὸς τῆς Λαμπάδος, ἰδιαίτερης πατρίδας τῶν ἁγίων Ἡρακλειδίου, Τίμωνος καὶ Ἰωάννου τοῦ Λαμπαδιστοῦ, σύμφωνα μὲ ἀρχαιότατες μαρτυρίες. Νὰ σημειώσουμε, ὅτι τὴν τοποθεσία τῆς Λαμπάδας ἐντοπίσαμε σὲ χάρτη τῆς ἐποχῆς τῆς Βενετοκρατίας. Ἡ λιτανεία θὰ συνεχιστεῖ μέσῳ τῶν κοινοτήτων Κακοπετριᾶς, Γαλάτας καὶ Καλλιάνων, καὶ θὰ καταλήξει τὸ ἀπόγευμα τοῦ Σαββάτου στὸν ἱερὸ ναὸ τῶν Ἁγίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, ὅπου θὰ τελεσθοῦν οἱ Χαιρετισμοὶ τοῦ Ἁγίου Ἠρακλειδίου καὶ ὅπου στὴ συνέχεια θὰ διανυκτερεύσει ἡ εἰκόνα τῶν ἁγίων ἀποστόλων μὲ τὸ ἱερὸ λείψανο τοῦ ἁγίου Ἡρακλειδίου.

Τὴν ἑπομένη τὸ πρωί, Κυριακὴ 19 Ὀκτωβρίου, θὰ ἐπανεκκινήσει ἡ λιτανεία καὶ θὰ διέλθει ἀπὸ ἀρχαῖα μονοπάτια, ποὺ συνέδεαν τὴ Σολέα μὲ τὴ Μαραθάσα, ἀπὸ ὅπου, καὶ πάλιν κατὰ τὴν ἀρχαία τοπικὴ παράδοση, πορεύθηκαν καὶ οἱ ἅγιοι ἀπόστολοι. Ἀφοῦ περάσει ἀπὸ τὸ ἐξωκκλήσιο τῶν ἁγίων Τιμοθέου καὶ Μαύρας, ἡ λιτανεία θὰ ἀνεβεῖ στὴν κορυφογραμμὴ καὶ θὰ ἀφιχθεῖ στὸν Οἶκο Μαραθάσας. Μετὰ τὴ σχετικὴ ὑποδοχὴ στὴν πλατεία τοῦ ναοῦ τῆς Ἁγίας Βαρβάρας, ἡ πορεία θὰ συνεχίσει καὶ θὰ διέλθει ἀπὸ τὴ νέα καὶ τὴν ἀρχαία γέφυρα τοῦ Σέτραχου ποταμοῦ στὸν Καλοπαναγιώτη καὶ θὰ καταλήξει τελικὰ στὴ μονὴ τοῦ Ἁγίου Ἰωάννου τοῦ Λαμπαδιστοῦ περὶ τὶς 4 μ.μ., ὅπου, στὸν παλαίφατο ναὸ τοῦ Ἁγίου Ἡρακλειδίου (11ου αἰῶνος), θὰ τελεσθοῦν Παράκλησις καὶ Χαιρετισμοὶ πρὸς τὸν ἅγιο Ἡρακλείδιο.

Ἐδῶ, νὰ ἐπισημάνουμε τὰ ἑξῆς:

α. Τὴ λιτανευόμενη εἰκόνα μὲ τὸ ἱερὸ λείψανο τοῦ ἁγίου Ἡρακλειδίου θὰ ὑποδέχονται οἱ ἱερεῖς, οἱ ἱεροψάλτες καὶ ὁ λαὸς τοῦ Θεοῦ στὴν εἴσοδο τοῦ κάθε χωριοῦ, ὅπου θὰ γίνονται ὀλιγόλεπτες στάσεις καὶ δεήσεις.

β. Οἱ ἱερεῖς τῶν κοινοτήτων, ἀπὸ ὅπου θὰ διέλθει ἡ λιτανεία, καθίστανται ὑπεύθυνοι νὰ συντονίσουν τὴν ὑποδοχὴ τῆς εἰκόνας καὶ τὴ συνοδία της μέσα ἀπὸ τὸ χωριό τους, σὲ συνεργασία μὲ τὶς κοινοτικὲς ἀρχές,  τὰ κέντρα νεότητας καὶ ἄλλα ὀργανωμένα σύνολα τῆς κοινότητάς τους.

γ. Γενικὸ συντονιστὴ τῆς λιτανείας «Στὰ βήματα τῶν ἁγίων ἀποστόλων» ἐκ μέρους τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου ἔχουμε διορίσει τὸν πρωτοπρεσβύτερο Χριστοφόρο Δημητρίου, στὸν ὁποῖο μποροῦν οἱ ἐνδιαφερόμενοι νὰ ἀπευθύνονται γιὰ περαιτέρω ἐνημέρωση.

δ. Ἐπισυνάπτεται λεπτομερέστερο ὡράριο τῆς πορείας τῆς λιτανείας, γιὰ τὸν εὐχερέστερο συντονισμὸ ὑποδοχῆς στὶς κοινότητες, ἀπὸ ὅπου θὰ διέλθει ἡ λιτανεία.

Τέκνα ἐν Κυρίῳ ἀγαπητά,

Ἡ λιτανεία αὐτὴ γίνεται πρὸς εὐχαριστία τῶν ἁγίων ἀποστόλων Παύλου, Βαρνάβα καὶ Μάρκου καὶ τῶν ἁγίων Ἡρακλειδίου καὶ Αὐξιβίου, γιὰ τοὺς ἱεραποστολικοὺς καμάτους τους νὰ μεταδώσουν τὸ φῶς τοῦ Χριστοῦ στοὺς προγόνους μας καὶ ἔτσι ἐμεῖς σήμερα νὰ ἔχουμε τὴν μέγιστη εὐλογία νὰ εἴμαστε χριστιανοί. Κι ἀκόμη, ἐφέτος, γιὰ νὰ παρακαλέσουμε τὸν Εὔσπλαγχνο Κύριο νὰ στείλει βροχὲς στὸ διψασμένο νησί μας καὶ ἀποδιώξει ἀπὸ αὐτὸ ἀπειλὲς πολέμου, σεισμοὺς καὶ καταστροφές. Καλεῖσθε, ὅσοι δύνασθε, νὰ συμμετάσχετε στὴν ὡραία, βαρυσήμαντη καὶ μοναδικὴ αὐτὴ λιτανεία στὴν περιφέρειά μας, μὲ τὴν ὁποία, ὄχι μόνο θὰ ἀνακαινίσουμε στὴ μνήμη, τὸν νοῦ καὶ τὴν καρδιά μας τὴν πορεία τῶν ἁγίων Ἀποστόλων καὶ τῆς εὐλογημένης συνοδίας τους μέσα ἀπὸ τὰ ἁγιασμένα τοῦτα μέρη, ἀλλὰ καὶ θὰ δεηθοῦμε ἐν μετανοίᾳ: Νὰ συνεχίσουν νὰ ἱκετεύουν τὸν ἐλεήμονα Θεόν, νὰ ἐλεήσει τὴ νῆσο μας καὶ νὰ τὴν ἐλευθερώσει ἀπὸ τοὺς κατακτητές, ἀλλὰ καὶ ἐμᾶς προσωπικὰ νὰ ἐλευθερώσει ἀπὸ τὰ πάθη καὶ τὰ λάθη, ποὺ σκλαβώνουν τὸν νοῦ καὶ τὴν καρδία μας, καὶ νὰ μᾶς ἀξιώσει τῆς αἰώνιας βασιλείας Του.

Εὐχέτης πρὸς Κύριον

†Ὁ Μητροπολίτης Μόρφου Νεόφυτος

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τετάρτη 15 Ὀκτωβρίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΤΕΤΑΡΤΗ ΙΘ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
1: 12-20

Ἀδελφοί, γινώσκειν ὑμᾶς βούλομαι, ὅτι τὰ κατ᾿ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. καὶ ἐν τούτῳ χαίρω. ἀλλὰ καὶ χαρήσομαι· οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος ᾿Ιησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΕΤΑΡΤΗ Δ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
8: 22-25

Τῷ καιρῷ ἐκείνῳ, ἐνέβη ὁ Ἰησοῦς εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν. πλεόντων δὲ αὐτῶν ἀφύπνωσε. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα! ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. εἶπε δὲ αὐτοῖς· Ποῦ ἐστιν ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Πανήγυρις Αποστόλου και Ευαγγελιστού Λουκά (18 Οκτωβρίου 2025)

Απόστολος και Ευαγγελιστής Λουκάς. Φορητή εικόνα, Ιερά Μητρόπολις Μόρφου

Φέρεται στη γνώση των ευσεβών χριστιανών ότι, με την ευκαιρία της εορτής του Αγίου Αποστόλου και Ευαγγελιστού Λουκά, θα τελεστούν οι πιο κάτω ακολουθίες στις πανηγυρίζουσες κοινότητες Ορούντας και Κοράκου:

  • Ορούντα – Ιερός Ναός Αποστόλου Λουκά
    • Παρασκευή 17 Οκτωβρίου, 5:30 μ.μ.: Πανηγυρικός εσπερινός της εορτής προϊσταμένου του Πανοσιολογιωτάτου Αρχιμανδρίτου Ιακώβου Καλογήρου.
    • Σάββατο 18 Οκτωβρίου
      • 6:30 π.μ.: Πανηγυρική Θεία Λειτουργία προϊσταμένου του Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου.
  • Κοράκου – Ιερός Ναός Αποστόλου Λουκά
    • Παρασκευή 17 Οκτωβρίου, 5:30 μ.μ.: Πανηγυρικός εσπερινός της εορτής προϊσταμένου του Πανοσιολογιωτάτου Πρωτοσυγκέλλου Αρχιμανδρίτου Φωτίου Ιωακείμ.
    • Σάββατο 18 Οκτωβρίου
      • 6:30 π.μ.: Πανηγυρική Θεία Λειτουργία προϊσταμένου του Πανοσιολογιωτάτου Πρωτοσυγκέλλου Αρχιμανδρίτου Φωτίου Ιωακείμ.

Εσπερινός της Αγάπης – Ομηρικό Ευαγγέλιο (Μακαριστός Επίσκοπος Ροδοστόλου Χρυσόστομος)

Πρωτάτο Καρυών Αγίου Όρους. Ψάλλει ο μακαριστός Επίσκοπος Ροδοστόλου Χρυσόστομος Λαυρεώτης στην δεύτερη Ανάσταση, συνοδεία άλλων Καρεωτών πατέρων. Η ηχογράφηση είναι την δεκαετία του 80΄.

Πηγή: trelogiannis

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τρίτη 14 Ὀκτωβρίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ ΙΘ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
1: 8-14

Ἀδελφοί, μάρτυς μού ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις ᾿Ιησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ ᾿Ιησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾿ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΝΑΖΑΡΙΟΥ, ΓΕΡΒΑΣΙΟΥ, ΠΡΟΤΑΣΙΟΥ ΚΑΙ ΚΕΛΣΙΟΥ ΤΩΝ ΜΑΡΤΥΡΩΝ)
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
6: 10-17

Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι βῆμα Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ Δ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
8: 1-3

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεὐετο ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Πανήγυρις Περιστερώνας: Πρόγραμμα εορτασμών των Οσίων Βαρνάβα και Ιλαρίωνος (19-21 Οκτωβρίου 2025)

Οι όσιοι Βαρνάβας και Ιλαρίων

Η Εκκλησιαστική Επιτροπή του Ιερού Ναού Αγίων Βαρνάβα και Ιλαρίωνος στην Περιστερώνα, ανακοινώνει στους πιστούς ότι με την  ευκαιρία της πανηγύρεως του Ναού θα τελεστούν εφέτος οι πιο κάτω ιερές ακολουθίες και καλεί τους πιστούς να παραστούν:

Κυριακή 19/10/2025

Πρωί ώρα 6:30 π.μ.
Θεία Λειτουργία
(
ΜΝΗΜΟΣΥΝΟ ΚΛΗΡΙΚΩΝ ΚΑΙ ΛΑΪΚΩΝ ΠΟΥ ΥΠΗΡΕΤΗΣΑΝ ΤΗΝ ΕΚΚΛΗΣΙΑ ΠΕΡΙΣΤΕΡΩΝΑΣ)

Δευτέρα 20/10/2025

Εσπέρας ώρα 5:30 μ.μ.
Πανηγυρικός Εσπερινός προεξάρχοντος του Πανοσιολογιωτάτου Πρωτοσυγκέλλου Αρχιμανδρίτου Φωτίου Ιωακείμ. Στο τέλος του εσπερινού, θα γίνει λιτάνευση πέριξ του Ναού της ιεράς εικόνος και των ιερών λειψάνων των Αγίων.

Τρίτη 21/10/2025

Πρωί ώρα 6:30 π.μ.
Πανηγυρική Θεία Λειτουργία προεξάρχοντος του Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου.

Εσπέρας ώρα 5:30 μ.μ.
Ακολουθία του Παρακλητικού κανόνος προς τους Αγίους Βαρνάβα και Ιλαρίωνα, μετά των Χαιρετισμών των Αγίων.

Τμήματα των τιμίων λειψάνων των Οσίων Βαρνάβα και Ιλαρίωνος

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Δευτέρα 13 Ὀκτωβρίου 2025

Εὐαγγέλιο Ἄνω Ζώδιας
Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΔΕΥΤΕΡΑ ΙΘ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
1: 1-7

Ἀδελφοί, Παῦλος καὶ Τιμόθεος, δοῦλοι ᾿Ιησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ ᾿Ιησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ Εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας ᾿Ιησοῦ Χριστοῦ, καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΚΑΡΠΟΥ, ΠΑΠΥΛΟΥ, ΑΓΑΘΟΔΩΡΟΥ ΚΑΙ ΑΓΑΘΟΝΙΚΗΣ ΤΩΝ ΜΑΡΤΥΡΩΝ)
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
6: 10-17

Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι βῆμα Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΔΕΥΤΕΡΑ Δ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
7: 36-50

Τῷ καιρῷ ἐκείνῳ, ἠρώτα τις τῶν Φαρισαίων τὸν Ἰησοῦν ἵνα φάγῃ μετ’ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησί· Διδάσκαλε, εἰπέ. δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον ἀγαπήσει αὐτόν; ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. εἶπε δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; εἶπε δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΚΑΡΠΟΥ, ΠΑΠΥΛΟΥ, ΑΓΑΘΟΔΩΡΟΥ ΚΑΙ ΑΓΑΘΟΝΙΚΗΣ ΤΩΝ ΜΑΡΤΥΡΩΝ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
7: 12-21

Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἄν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν! Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα; οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ· οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ