Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ
Τὸν Σταυρὸν γῆ σύμπασα προσκυνησάτω,
Δι’ οὗ περ ἔγνωκε σὲ προσκυνεῖν, Λόγε.
Τῇ αὐτοῦ δυνάμει, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον εὐμαρῶς διανύσαντας στάδιον, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
«Σταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα, ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.»
Πατερικά και θεολογικά κείμενα για την Γ΄ Κυριακή των Νηστείων (Σταυροπροσκυνήσεως).