
Σημείωση – Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἐκκλησίας Κύπρου.
ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΣΤΑΧΥΟΣ, ΑΠΕΛΛΟΥ, ΑΜΠΛΙΑ, ΟΥΡΒΑΝΟΥ, ΑΡΙΣΤΟΒΟΥΛΟΥ ΚΑΙ ΝΑΡΚΙΣΣΟΥ ΑΠΟΣΤΟΛΩΝ, ΕΚ ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ)
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
16: 1-16
Ἀδελφοί, συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγεννήθη καὶ αὐτοῦ ἐμοῦ. ᾿Ασπάσασθε Πρίσκιλλαν καὶ ᾿Ακύλαν τοὺς συνεργοὺς μου ἐν Χριστῷ ᾿Ιησοῦ (οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν)· καὶ τὴν κατ᾿ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε ᾿Επαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ᾿Αχαΐας εἰς Χριστόν. Ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς, ἀσπάσασθε ᾿Ανδρόνικον καὶ ᾿Ιουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε ᾿Αμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. Ἀσπάσασθε ᾿Απελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν ᾿Αριστοβούλου. Ἀσπάσασθε ῾Ηρῳδίωνα τὸν συγγενῆ μου, ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν Κυρίῳ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Ἀσπάσασθε ῾Ροῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ἀσπάσασθε ᾿Ασύγκριτον, Φλέγοντα, ῾Ερμᾶν, Πατρόβαν, ῾Ερμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἀσπάσασθε Φιλόλογον καὶ ᾿Ιουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ ᾿Ολυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΣΑΒΒΑΤΟ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
8: 16-21
Εἶπεν ὁ Κύριος· Οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.
Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ
