Ψάλλει ὁ πρωτοψάλτης τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου κ. Μάριος Ἀντωνίου. Ἀπὸ τὴ Θεία Λειτουργία τῆς Κυριακῆς τῆς Ἀπόκρεω, ποὺ τελέσθηκε στὸν ἱερὸ ναὸ Ἁγίου Αὐξιβίου Α΄ Ἐπισκόπου Σόλων τῆς κοινότητος Ἀστρομερίτη τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (11.2.2018).
Ἰδιόμελον αἴνων Κυριακῆς τῆς Ἀπόκρεω, ἦχος πλ.β΄
Ὢ ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά, ὅταν καθίση ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται, καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται, Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην, καὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, τάς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρα; ὢ ποία ὥρα τότε! Ἄλλὰ πρὸ τοῦ φθᾶσαι τὸ τέλος, σπούδασον κράζουσα, ψυχή· Ὁ Θεός, ἐπίστρεψον, σῷσόν με, ὡς μόνος εὔσπλαγχνος