Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Παρασκευή 3 Μαρτίου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
15: 1 -7 

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μένητε. ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται. ὑμῖν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ