Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν
Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει,
Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.
Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ’ ἁλιεῦσι.
«Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.»
Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.