Λόγος Μητροπολίτου Μόρφου κ. Νεοφύτου στὴν ἀρχιερατικὴ θεία Λειτουργία ποὺ τελέσθηκε στὴν ἱερὰ μονὴ Ἁγίου Νικολάου παρὰ τὴν Ὀροῦντα, ἐπὶ τῇ ἀφίξει τῆς τιμίας κάρας τοῦ Ὁσίου Δαυὶδ τοῦ ἐν Εὐβοίᾳ (17.10.2021).
Ψάλλει ὁ Πρωτοψάλτης τῆς Ἱ. Μ. Μόρφου κ. Μάριος Ἀντωνίου.
Εὐχὴ ἐπὶ τῇ θεμελιώσει τοῦ προσκυνηματικοῦ ναοῦ τῶν ἐν Εὐβοίᾳ ἁγίων, Ἰακώβου τοῦ «μὲ συγχωρεῖτε», Δαβὶδ τοῦ Γέροντος καὶ Ἰωάννου τοῦ Ῥώσου τοῦ ὁμολογητοῦ.
Τριὰς ὑπερούσιε καὶ ὑπέρθεε, ὁ Θεὸς ἡμῶν, εὐχαριστοῦμέν Σοι διὰ τὴν ἀποσταλεῖσαν ἡμῖν φώτισιν παρὰ Σοῦ, τοῦ Πατρὸς τῶν Φώτων, καὶ τοῦ Μονογενοῦς Σου Υἱοῦ, καὶ τοῦ Ἁγίου καὶ τελεταρχικοῦ Σου Πνεύματος, τοῦ ἐμπνεύσαντος τοῦ ἀπ᾽ αἰῶνος ἁγίους Σου θαυμαστά τε καὶ ἐξαίσια, διὰ τὴν χρείαν τοῦ οἰκοδομηθῆναι ἱερὸν προσκύνημα ἐπ᾽ ὀνόματι τοῦ μεγάλου ὁσίου πατρὸς ἡμῶν Ἰακώβου τοῦ ἐν Εὐβοίᾳ τοῦ θαυματουργοῦ, συνάμα δὲ καὶ τῶν ἐν βίῳ καὶ ἐν οὐρανῷ πεφιλημένων αὐτῷ ἁγίων, τοῦ ἐν Πνεύματι Ἁγίῳ Γέροντος αὐτοῦ Δαβὶδ τοῦ ἐν Εὐβοίᾳ καὶ Ἰωάννου τοῦ Ῥώσου τοῦ Ὁμολογητοῦ, τοῦ ἐν Νέῳ Προσκοπίῳ τῆς Εὐβοίας.
Ἐπίβλεψον τοίνυν, Κύριε ὁ Θεὸς ἡμῶν, κατὰ τὴν ἁγίαν ταύτην ἡμέραν τε καὶ ὥραν ἐπὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν, καὶ εὐδόκησον ὅπως τὸ ἱερὸν τοῦτο προσκύνημα, ὅπερ προεθέμεθα ἐνταῦθα οἰκοδομῆσαι, ταχὺ ἀποπερατωθῆναι, καὶ καταστῆναι εἰς τόπον ἀναπαύσεως καὶ εὐλογίας ψυχῶν τε καὶ σωμάτων τῶν εἰς τοῦτο μετὰ πίστεως καὶ εὐλαβείας προσερχομένων, γενηθῆναι τε ἅμα καὶ ἀφορμὴ ταχείας ἀπελευθερώσεως τῆς ὑπὸ τὸν βάρβαρον ζυγὸν τελούσης πολυκλαύστου ἡμετέρας νήσου.
Εὐχαριστοῦμέν Σοι δέ, ὁ Θεὸς ἡμῶν, καὶ καθ᾽ ὅτι τοσοῦτον ταχέως ἀπέστειλας ἡμῖν σημεῖον τῆς Σῆς εὐαρεσκείας διὰ τὸ μέγα τοῦτο ἐγχείρημα ἡμῶν τῶν πτωχῶν καὶ οὐτιδανῶν, ἤτοι τὴν ἔλευσιν ἐνταῦθα κατὰ τὴν σήμερον ἡμέραν τῆς θαυματοβρύτου τιμίας κάρας τοῦ θεοφόρου πατρὸς ἡμῶν Δαβὶδ τοῦ Γέροντος τοῦ ἐν Εὐβοίᾳ.
Καὶ ἀξίωσον, Δέσποτα, ὅπως τὸ ἔργον τοῦτο ἐνάρξηται τῇ Σῇ εὐλογίᾳ καὶ χάριτι καὶ τελειωθῇ ἐν καιρῷ, πρὸς δόξαν Σήν, τοῦ ἐν Τριάδι Θεοῦ ἡμῶν, πρεσβείας τῆς ἁγίας Θεοτόκου, τῶν τριῶν τούτων μεγάλων ὁσίων Πατέρων ἡμῶν τῶν ἐν Εὐβοίᾳ, Ἰακώβου τοῦ «μὲ συγχωρεῖτε», Δαβὶδ τοῦ Γέροντος καὶ Ἰωάννου τοῦ Ῥώσου τοῦ ὁμολογητοῦ, καὶ πάντων Σου τῶν ἁγίων. Ἀμήν.