Δέσποτα Κύριε ἀκατάληπτε· τὸ πανάγιον καὶ παντοδύναμον καὶ ζωοποιὸν Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐν τῷ Υἱῷ ἀναπαυόμενον, τὸ νοητὸν καὶ ἄληκτον καὶ ὑπὲρ ἔννοιαν φώς, ἡ ἀσύγκριτος καὶ ζῶσα δύναμις, τὸ διαλῦον ὄρη, τὸ τὰ μὴ ὄντα ποιοῦν, τὸ τὴν κτίσιν τηροῦν ἀδιάπτωτον· τὸ δημιουργῆσαν τοὺς οὐρανίους διακόσμους· τὸ παρέχον αὐτοῖς κατ’ ἐξουσίαν ἀεὶ ἀπολαύειν τῆς ἁγιαστικῆς ἐπιπνοίας σου. Ἐκ σοῦ διῃρέθῃ ἡ συμφωνία τῶν γλωσσῶν, ἐκ σοῦ πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἐκ σοῦ πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, ἐκ σοῦ πᾶν ζῶον ἐμψυχοῦται· τὸ κινοῦν τὴν κτίσιν ἅμα καὶ δυναμούν· τὸ πάντα περιέχον καὶ πᾶσι παρόν· τὸ πᾶσι τοῖς ἀξίοις κατὰ τὸ μέτρον τῆς ἀρετῆς παρέχον τὴν ἁγιότητα, ἡ ὑπερθαύμαστος δόξα, ἡ ἀνεκλάλητος χαρά, ἡ ὑπὲρ νοὺν ἀγαλλίασις, ὁ τῆς αἰωνίου ζωῆς ἀκατανόητος θησαυρός, ἡ τῆς χάριτος ἄβυσσος· τὸ φωτίζον τὰς διανοίας ἡμῶν πρὸς κατανόησιν τῶν θαυμασίων σου· το πάντα πληροῦν καὶ οὐ πληρούμενον· το πάντων τὰς παρακλήσεις δεχόμενον· το πάντα συνέχον, σοφῖζον, σαφηνίζον, ἀποκαλύπτον εἰς ἔμφασιν τοῦ ὁμοουσίου, το χειραγωγίαν τῷ νὼ πρὸς θεωρίαν τῶν ἀοράτων διὰ τῶν θείων Γραφῶν παρεχόμενον· τὸ ἐνεργοῦν τὰ πάντα ἐν πᾶσι συμφερόντως κατὰ τὸ ἑκάστου μέτρον, πρακτικοῖς τε καὶ θεωρητικοῖς· τὸ ἀτέκμαρτον ὕψος καὶ βάθος, ὑφ’ οὖ τὸ πὰν φέρεται· τὸ χειραγωγοῦν εἰς τοὺς οὐρανούς, τὸ ἁγιάζον, τὸ ἀνακτίζον, παροργιζόμενον ἀφ’ ἡμῶν ἀεὶ καὶ πειραζόμενον καὶ παροξυνόμενον.

Αὐτὸς οὔν, Παράκλητε ἀγαθέ, μὴ ἐγκαταλίπῃς μέ τον καθ’ ἑκάστην σοὶ ἁμαρτάνοντα καὶ παροργίζοντα· μὴ ἀποστὴς ἀπ’ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου. Δέομαι τῆς σὴς ἀγαθότητος, Δέσποτα, δὸς χάριν συνέσεως τῇ ἐμῇ ἀθλιότητι, τοῦ διανοεῖσθαι καὶ πράττειν τὰ σοὶ εὐάρεστα καμοὶ συμφέροντα. Ἐνίσχυσόν μὲ πρὸς τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις. Χάρισαί μοὶ τὸ ἀκενοδόξως ταπεινοῦσθαι, τὸ συμπάσχειν τοῖς πάσχουσι, τὸ ὑπομένειν τοὺς πειρασμούς, καὶ τὸ ἀνυποκρίτως καὶ ἀκαταγνώστως ἐργάζεσθαι τὰ σὰ θελήματα.

Ναί, Δέσποτα τῶν ἁπάντων ὑπεράγαθε· λύτρωσαί μὲ ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ τῶν ἐπερχομένων μοὶ πειρασμῶν· ρύσαι τὴν ψυχὴν μοῦ ἐκ χειρὸς ὑπερηφάνων, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ.

Κύριε, ἐνώπιόν σου εἰμί· ποίησον τὸ μέγα ἔλεός σου ἐπ’ ἐμέ· καὶ πάρεσο τὴ πτωχεία μοῦ ὑπὲρ ἐμοῦ πολεμῶν τοῖς ἐχθροῖς μου, ὅτι οὐκ οἴδα τὴν κατ’ ἐμοῦ πολυμήχανον κακίαν αὐτῶν. Σὺ δὲ μόνος γινώσκεις καὶ προβλέπεις τὰ πάντα, σὸν ἐστι τὸ λυτρώσασθαί μέ, Κύριε. Δὸς μοὶ τὸ λοιπὸν τῆς ζωῆς μου ἐκτελέσαι βίον ἀκατάγνωστον καὶ ἄμεμπτον, ὅπως εὕρω χάριν ἐνώπιόν σου· καὶ σῶσον με εἰς τὴν ἐπουράνιόν σου μακαριότητα δια μόνην τὴν ὑπερβάλλουσάν σου ἀγαθότητα καὶ τὴν ἄφατόν σου εὐσπλαγχνίαν. Ὅτι ἕν σοὶ καὶ παρα σοῦ ἐστι τὸ ζήν με, τὸ εἶναι, τὸ γινώσκειν πὰν νόημα χρηστόν, καὶ σοὶ τὴν δόξαν ἀναξίοις χείλεσι, καὶ αἴνεσιν καὶ εὐχαριστίαν, πρὸς δὲ καὶ προσκύνησιν ἀναπέμπω ὁ ἁμαρτωλὸς ἐγὼ καὶ ἀνάξιος δοῦλος σου, σὺν τῷ ἀνάρχῳ προβολεῖ σοῦ Πατρί, καὶ τῷ ὁμοουσίῳ καὶ συμφυεῖ αὐτῷ Υἱῷ πάντοτε, νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ὁ Μητροπολίτης Μόρφου διαβάζει τὴν εὐχὴ στὸ Ἅγιον Πνεῦμα κατὰ τὴν διάρκεια τοῦ ἁγιασμοῦ ποὺ τελέσθηκε μετὰ τὸ πέρας τῆς Θείας Λειτουργίας τῆς ἑορτῆς τοῦ Ἁγίου Πνεύματος, στὴν πανηγυρίζουσα Ἱερὰ Μονὴ Ἁγίου Νικολάου παρὰ τὴν Ὀρούντα (05.06.2023).