Xαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ· τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλά, Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλ᾿ ἀνοίξας δέξαι με, ὡς τὸν ἄσωτον υἱόν, καὶ σῶσόν με.

Τὸ ἰδιόμελον τῶν ἀποστίχων τῇ Β΄ Κυριακῇ τῶν Νηστειῶν ἑσπέρας.
Ἦχος πλ. δ΄.
Μέλος Ἰακώβου Πρωτοψάλτου.

Ψάλλει ὁ Μάριος Ἀντωνίου, πρωτοψάλτης τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου.