«Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν». Δοξαστικὸν Ἑσπερινοῦ τῆς ἑορτῆς τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος Χριστοῦ. Μέλος Κωνσταντίνου Πρίγγου (διασκευή). Ψάλλει ὁ πρωτοψάλτης τῆς ἱερᾶς Μητροπόλεως Μόρφου κ. Μάριος Ἀντωνίου.

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.