Εὐχὴ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Άγιος Ιωάννης Χρυσόστομος. Ιερά Μονή Παναγίας Ασίνου

Ὁ ἀγαθὸς
καὶ φιλάνθρωπος Θεός,
ἐλέησον ἡμᾶς.

Ὁ πλούσιος ἐν ἐλέει
καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς,
ἐλέησον ἡμᾶς.

Ὁ τέλειος
καὶ ἀθάνατος νοῦς,
ἐλέησον ἡμᾶς.

Ὁ ἀκοίμητος ὀφθαλμὸς
καὶ ἀπερινόητος,
ἐλέησον ἡμᾶς.

Ὁ πρὸ ἑωσφόρου
γεννηθεὶς Κύριος καὶ Θεός,
ἐλέησον ἡμᾶς.

Ὁ δημιουργὸς
καὶ Κτίστης ἁπάντων τῶν ὄντων,
Ἰησοῦ Χριστέ,
ἐλέησον ἡμᾶς.

Ὁ τὴν ψυχὴν θήσας
καὶ τὸ σῶμα βουλήσει τοῦ Πατρός,
ἐλέησον ἡμᾶς.

Ὁ τὴν εὐδιάκριτον ὕλην σχηματίσας
καὶ τὸν κόσμον συστήσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὸν οὐρανὸν ἐκτείνας
καὶ τοῖς ἄστροις κατακοσμήσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὴν γῆν θεμελιώσας
καὶ ἄνθεσι χλοεροῖς
καὶ εὐκόσμοις κατακοσμήσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὰς ἀβύσσους κατακλείσας
καὶ τὴν θάλασσαν τειχίσας
τῷ Σῷ προστάγματι,
ἐλέησον ἡμᾶς.

Ὁ τετράποδα ζῶα, ἑρπετά τε
καὶ πετεινὰ πτερωτὰ ποιήσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὰ κήτη ποιήσας
καὶ τοὺς ἰχθύας προστάξας,
ἐλέησον ἡμᾶς.

Ὁ πέτρας θεμελιώσας
ἐν τοῖς ὕδασι καὶ τὰ ὄρη
καὶ τοὺς βουνοὺς
δράσας ἐν ὑψηλοῖς,
ἐλέησον ἡμᾶς.

Ὁ τὸν ἥλιον
καὶ τὴν σελήνην θεμελιώσας,
ὁ μόνος Ποιητὴς
τῶν ἁπάντων καὶ Κύριος,
ἐλέησον ἡμᾶς.

Ὁ τὸν ἄνθρωπον
ἰδίαις χερσὶ πλάσας
καὶ κατάρχειν τούτων
ἁπάντων προστάξας,
ἐλέησον ἡμᾶς.

Ὁ καιροὺς καὶ χρόνους
καὶ μῆνας καὶ ἡμερῶν
καὶ νυκτῶν μέτρα θέμενος,
ἐλέησον ἡμᾶς.

Ἡ πανσωστικὴ αἰτία
καὶ ἡνίοχος ἁπάντων,
ἐλέησον ἡμᾶς.

Ὁ ἐπιτιμῶν τοῖς ἀνέμοις
καὶ νεύματι τὴν γῆν σαλεύων,
ἐλέησον ἡμᾶς.

Ὁ πῦρ καὶ κρύσταλλον θησαυρίσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὴν γῆν ὑετίζων
καὶ πηγὰς ἐκβλύζων
καὶ ποταμοὺς ῥυθμίζων,
ἐλέησον ἡμᾶς.

Ὁ τὰ ὄρη καὶ βουνοὺς Παλαιῶν,
ὁ τὴν θάλασσαν
μαινομένην κατευνάζων,
ἐλέησον ἡμᾶς.

Ὁ τὰ πάντα
ἐν ῥοπῇ ζυγῷ σταθμίσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὰ ὄντα καταρτίσας
ἐκ τῶν μὴ ὄντων
βουλήσει τοῦ Πατρός,
μόνε Δημιουργέ,
ἐλέησον ἡμᾶς.

Ὁ τὸν διάβολον ἐκτρίψας
καὶ σειραῖς ταρτάρου
ζόφοις παραδώσας,
ἐλέησον ἡμᾶς.

Ὁ διὰ τὴν αὐτοῦ ὑπερηφανίαν
τοῦτον τῶν οὐρανίων
ἀσπίδων ἀποσπινθηρίσας
καὶ εἰς τέλεον ἐξαφανίσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὴν πανουργίαν
τοῦ ὄφεως χειρωσάμενος,
ἐλέησον ἡμᾶς.

Ὁ τῷ Ἀδὰμ συμπαθήσας
κατὰ τὴν ἄφατόν σου
φιλανθρωπίαν,
ἐλέησον ἡμᾶς.

Ὁ τῷ Ἄβελ συναθλήσας
καὶ τὸν Νῶε κυβερνήσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὸν Ἀβραὰμ ὁδηγήσας
καὶ δι’ αὐτοῦ πατριάρχας
ἡμῖν χαρισάμενος,
ἐλέησον ἡμᾶς.

Ὁ τῷ Ἰσαὰκ συνδεθεὶς
καὶ τῷ Ἰακὼβ συγξενιτεύσας,
ἐλέησον ἡμᾶς.

Ὁ τῷ Ἰωσὴφ συμπραθεὶς
καὶ τῷ Μωυσεῖ συστρατηγήσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὸν Ἰσραὴλ νομοθετήσας
καὶ αὐτὸν κληροδοτήσας,
ἐλέησον ἡμᾶς.

Ὁ ἐκ Παρθένου σαρκωθεὶς
καθὼς αὐτὸς εὐδόκησας,
ἐλέησον ἡμᾶς.

Ὁ ἐν Βηθλεὲμ ἄνθρωπος γεννηθεὶς
ἐκ τῆς Παρθένου καὶ μετὰ τόκον ἄφθορον
φυλάξας τὴν Παρθένον,
ἐλέησον ἡμᾶς.

Ὁ ἐν φάτνῃ σπάργανα
λαβὼν καὶ ἀνακλιθεὶς
καὶ ὑπὸ ἀλόγων γνωρισθεὶς
Κύριος καὶ Θεός,
ἐλέησον ἡμᾶς.

Ὁ ὑπ’ ἀγγέλων ὑμνούμενος
καὶ δοξασθεὶς ἐπὶ γῆς
καὶ ὑπὸ ποιμένων γνωρισθείς,
ἐλέησον ἡμᾶς.

Ὁ ὑπ’ ἀστέρος μηνυθεὶς
καὶ ὑπὸ μάγων προσκυνηθείς,
ἐλέησον ἡμᾶς.

Ὁ ἀπὸ Ἡρῴδου ἀποδράσας
ἐν Αἰγύπτῳκαὶ τὰ χειροποίητα
Αἰγύπτου συσσείσας τῇ σῇ ἐπιδημίᾳ,
ἐλέησον ἡμᾶς.

Ὁ τὴν Ναζαρὲτ οἰκίσας
καὶ φόρους τελέσας,
διὰ τὸ θέλειν σε αὐτὸ ὑπεῖναι,
ἐλέησον ἡμᾶς.

Ὁ ὑπὸ Ἰωάννου προκηρυχθεὶς
καὶ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὑπ’ αὐτοῦ,
ἐλέησον ἡμᾶς.

Ὁ μαρτυρηθεὶς ὑπὸ ἀχράντου Πατρὸς
καὶ τὸ Ἅγιον Πνεῦμα πέμψαντος ἐπὶ σέ,
ἐλέησον ἡμᾶς.

Ὁ γνωρίσας ἡμῖν τὸ μυστήριον
τῆς Ἁγίας καὶ Ὁμοουσίου Τριάδος,
ἐλέησον ἡμᾶς.

Ὁ ἐν ἐρήμῳ πειρασθεὶς
καὶ Κύριος καὶ Θεὸς εὑρεθεὶς
καὶ ἐπιτιμήσας τῷ διαβόλῳ,
ἐλέησον ἡμᾶς.

Ὁ ἐν τῷ ναῷ προσενεχθεὶς
καὶ ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς,
ἐλέησον ἡμᾶς.

Ὁ ἐν τῷ ναῷ ὀφθεὶς
καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστηθείς,
ἐλέησον ἡμᾶς.

Ὁ τοὺς χωλοὺς θεραπεύσας
καὶ τοὺς λεπροὺς καθαρίσας,
ἐλέησον ἡμᾶς.

Ὁ τοὺς τυφλοὺς φωταγωγήσας
καὶ τοὺς νεκροὺς ἀναστήσας,
ἐλέησον ἡμᾶς.

Ὁ κόπον ὑπομείνας
καὶ τὸν παράλυτον ἰασάμενος λόγῳ,
ἐλέησον ἡμᾶς.

Ὁ δίψαν ὑπομείνας
καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών,
ἐλέησον ἡμᾶς.

Ὁ τὸν Λάζαρον κλαύσας
καὶ τεταρταῖον νεκρὸν ἀναστήσας,
ἐλέησον ἡμᾶς.

Ὁ τοὺς ἀποστόλους συναθροίσας
καὶ βασιλείας οὐρανῶν
κληρονόμους ἀναδείξας,
ἐλέησον ἡμᾶς.

Ὁ ὑπὸ Ἰουδαίων συλληφθεὶς
καὶ ὑπὸ ἀρχιερέων παραδοθείς,
ἐλέησον ἡμᾶς.

Ὁ ὑπὸ Ἡρῴδου προαχθεὶς
καὶ ὑπὸ Πιλάτου ἀνακριθείς,
ἐλέησον ἡμᾶς.

Ὁ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς
καὶ ἐπὶ ξύλου αὐτοῦ κρεμασθείς,
ἐλέησον ἡμᾶς.

Ὁ τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος
καὶ τῇ τριημέρῳ Σου ἀναστάσει
ἐκ νεκρῶν ἀναστάς,
ἐλέησον ἡμᾶς.

Ὁ ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς Σου
μυστήριον φανερώσας
καὶ τοῖς μαθηταῖς χαρὰν δώσας,
ἐλέησον ἡμᾶς.

Ὁ τοὺς ἀποστόλους
πληροφορήσας
διὰ τύπων τῶν ἥλων
καὶ τῆς πλευρᾶς,
ἐλέησον ἡμᾶς.

Ὁ συναυλισθεὶς τοῖς μαθηταῖς
ἐπὶ ἡμέρας τεσσαράκοντα
καὶ εἰς οὐρανοὺς ἀναληφθείς,
ἐλέησον ἡμᾶς.

Ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος
καὶ Ἐρχόμενος πάλιν κρῖναι
ζῶντας καὶ νεκρούς,
ἐλέησον ἡμᾶς.

Ὁ ἡνίοχος τῶν χερουβὶμ
καὶ ἐποχούμενος τοῖς σεραφίμ,
ἐλέησον ἡμᾶς.

Ὁ Ἀρχιστράτηγος τῶν ἀγγέλων
καὶ Βασιλεὺς τῶν αἰώνων,
ἐλέησον ἡμᾶς.

Ἡ ἀνάστασις τῶν τεθανατωμένων
καὶ σωτηρία τῶν ἀπολλυμένων,
ἐλέησον ἡμᾶς.

Ὁ ἥλιος τῆς δικαιοσύνης
καὶ ἡ ζωὴ τῶν ἀνθρώπων,
ἐλέησον ἡμᾶς.

Ὁδηγὲ τῶν πεπλανημένων
καὶ καταφυγὴ τῶν ἀπεγνωσμένων,
ἐλέησον ἡμᾶς.

Ὁ καλὸς Ποιμὴν τῶν προβάτων
καὶ Νυμφίος τῆς ἐκκλησίας,
ἐλέησον ἡμᾶς.

Θεὲ ἐκ Θεοῦ, Θεὲ ἀληθινὲ
ἐκ Θεοῦ ἀληθινοῦ,
μονογενῆ Υἱὲ τοῦ Πατρός,
Κύριε Ἰησοῦ Χριστέ,
ὁ Σωτὴρ ὁ Σταυρωθεὶς
ἐν σαρκὶ δι’ ἡμᾶς,
ἐλέησον ἡμᾶς.