Αγιασμός προς ευλογία όλων των κτηνοτρόφων με ευχές για τις ασθένειες που μαστίζουν τα ζώα (25 Φεβρουαρίου 2026)

Ανακοινώνεται προς όλους τους πιστούς ότι, κατόπιν προτροπής του Πανιερωτάτου  Μητροπολίτου Μόρφου κ. Νεοφύτου, αύριο 25 Φεβρουαρίου 2026 σε όλους τους Ναούς της Μητροπόλεώς μας, μετά το πέρας της Προηγιασμένης Θείας Λειτουργίας θα τελεστεί Αγιασμός προς ευλογία όλων των κτηνοτρόφων και των διαφόρων ζώων που εκτρέφουν και θα διαβαστούν ευχές εις πάσαν ασθένειαν ζώων, ενόψει  του μεγάλου προβλήματος των ιώσεων που παρουσιάστηκαν σε πολλές κτηνοτροφικές μονάδες του τόπου μας.

Ως εκ τούτου, καλούνται όλοι οι κτηνοτρόφοι της περιφέρειας μας όπως προσέλθουν για να ευλογηθούν αύριο στους Ιερούς Ναούς μας και να αντλήσουν Αγιασμό με τον οποίο να ραντίσουν τα διάφορα ζωντανά που εκτρέφουν, ευχόμενοι σύντομα ο Κύριος να απαλλάξει τον τόπο μας από την μεγάλη αυτή συμφορά.

Εκ της Ιεράς Μητροπόλεως Μόρφου,
24 Φεβρουαρίου 2026


Εὐχαὶ εἰς ἀσθενείας ζῴων

Εὐχὴ ἁγίου Μοδέστου, ἐπισκόπου Ἱεροσολύμων

Τοῦ Kυρίου δεηθῶμεν.

Kύριε Ἰησοῦ Xριστὲ ὁ Θεός μου, ὁ ἐλεήμων καὶ Πανάγαθος. Ὁ πᾶσαν τὴν νοητὴν καὶ αἰσθητὴν Kτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ τοὺς οἰκτιρμούς σου ἐκχέων ἐπὶ πάντα τὰ ὑπὸ σοῦ δημιουργηθέντα· ὁ διὰ τῆς παναγάθου Προνοίας σου πάντων προνοῶν καὶ πάντων κηδόμενος τῶν κτισμάτων σου, ἀΰλων, ὑλικῶν, λογικῶν, ἀλόγων, ἐμψύχων, ἀψύχων, ἀπὸ τῶν πρώτων ἕως τῶν ἐσχάτων· οὐδὲν γὰρ ἀπρονόητον, οὐδὲ ἠμελημένον παρὰ σοὶ τῷ Ποιητῇ καὶ Προνοητῇ τοῦ παντός. 

Σὺ γὰρ εἶ, ὁ ἀνοίγων τὴν χεῖρά σου, καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας. Σὺ εἶ, ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην, ἕνεκα τῆς δουλείας τῶν ἀνθρώπων. Σὺ εἶ, ὁ πάλαι τὰς τῶν ζῴων ἀγέλας τοῦ Ἰσραήλ, ἀνωτέρας διαφυλάξας τῆς θανατηφόρου πληγῆς τῶν πρωτοτόκων ζῴων τῶν Αἰγυπτίων. Σὺ εἶ, ὁ διὰ τῆς ἐνσάρκου σου οἰκονομίας, καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοὐτέστι τὸν διάβολον, καὶ τῷ θανάτῳ σου θανατώσας τὸν θάνατον. 

Σὺ εἶ, ὁ καὶ δι᾽ ἐμοῦ τοῦ ἀναξίου δούλου σου, τὸν μὲν ὄφιν θανατώσας, τὸν τὴν πηγὴν τοῦ ὕδατος τῷ ἑαυτοῦ ἰῷ διαφθείραντα, τὰ δὲ ἐξ αὐτῆς πιόντα ζῷα καὶ νεκρωθέντα, τῇ ζωοποιῷ δυνάμει σου ἀναστήσας. Τὸν δὲ εἰς τοῦτο συνεργήσαντα δαίμονα, ἐμφανῆ γενέσθαι παρασκευάσας, ὀμνύοντα, μηδέποτε προσεγγίσαι τολμῆσαι, ὅπου ἂν ἐπικληθείη τὸ ταπεινὸν ἐμοῦ ὄνομα. 

Σοῦ τοίνυν δέομαι, Δέσποτα Πανάγαθε καὶ Ποιητὰ τοῦ παντός, καὶ σὲ ἱκετεύω τὸν τῆς ζωῆς πάσης αἴτιον, ἐπάκουσον ταύτης μου τῆς δεήσεως, καὶ ἀπέλασον πᾶσαν θανατηφόρον ἀσθένειαν καὶ βλάβην ἀπὸ τῶν βοῶν, ἵππων, ὄνων, ἡμιόνων, προβάτων, αἰγῶν, μελισσῶν, καὶ τῶν λοιπῶν ζῴων τῶν εἰς χρείαν ὄντων τῆς ζωῆς τῶν δούλων σου, τῶν ἐπικαλουμένων σὲ τὸν δοτῆρα πάντων τῶν ἀγαθῶν, καὶ τὸ ἐμὸν ὄνομα. 

Kαι δὸς Kύριε, πᾶσι τοῖς τὴν ἐμὴν μνήμην ἐπιτελοῦσι, καὶ μετὰ πίστεως προστρέχουσι τοῖς λειψάνοις μου, εἰρήνην σταθηράν, πληθυσμὸν ζῴων, ἀφθονίαν σίτου, οἴνου, καὶ ἐλαίου. Kαι ἐπὶ πᾶσιν, ἄφεσιν ἁμαρτιῶν, σωμάτων ὑγείαν, καὶ τὴν τῶν ψυχῶν αἰώνιον σωτηρίαν. 

Nαί, Kύριε Ἰησοῦ Xριστέ, τοῖς ἰδίοις σπλάγχνοις ἐπικαμπτόμενος, οἴκτειρον τὰ πάσχοντα ζῷα, τῇ δρεπάνῃ τοῦ θανάτου ἀγεληδὸν θεριζόμενα. Kαὶ ὡς λόγον μὴ ἔχοντα, μόνοις τοῖς μυκηθμοῖς, καὶ ταῖς γοεραῖς καὶ ἀνάρθροις φωναῖς, τὸ πάθος καὶ τὴν ὀδύνην αὐτῶν ἐλεεινῶς ἐξαγγέλλοντα, ὥστε καὶ τοὺς λογικοὺς εἰς συμπάθειαν τούτων ἕλκεσθαι. «Eἰ γὰρ δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ», κατὰ τὸ γεγραμμένον, πῶς οὐκ οἰκτειρήσεις ταῦτα σύ, ὁ τούτων Ποιητὴς καὶ Προνοητής; 

Σὺ γὰρ εὔσπλαγχνε, καὶ τῶν ἐν τῇ Kιβωτῷ ζῴων ἐμνήσθης, ὑπὸ τῆς οἰκείας χρηστότητος καὶ τῶν οἰκτιρμῶν σου νικώμενος. Ἵνα διὰ τῆς εὐεξίας καὶ τοῦ πληθυσμοῦ τῶν βοῶν, καὶ τῶν λοιπῶν τετραπόδων ζώων, καλλιεργῆται μὲν ἡ γῆ, αὐξάνωσι δὲ οἱ καρποί, καὶ ἀφθόνως οἱ δοῦλοι σου οἱ ἐπικεκλημένοι τὸ ὄνομά μου, ἀπολαύωσι τῶν ἰδίων γεωργιῶν. 

Ἐκ τούτων δέ, πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωσιν εἰς πᾶν ἔργον ἀγαθόν. Kαι δοξάζωσι μέν, σὲ τὸν χορηγὸν παντὸς ἀγαθοῦ, τιμῶσι δὲ κἀμὲ τὸν σὸν δοῦλον καὶ ἱκέτην θερμότατον τῆς παντοκρατορικῆς Bασιλείας σου· ᾧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίω καὶ ἀγαθῷ καὶ ζωοποιῶ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἁγίου μεγαλομάρτυρος Μάμαντος

πικαλούμεθά σε, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν Θεόν, τὸν κατελθόντα ἐκ τῶν πατρικῶν κόλπων, καὶ σαρκωθέντα ἐκ τῆς ἁγίας Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, θελήσει δὲ Σταυρὸν καὶ θάνατον ὑπομείναντα, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστάντα, καὶ ζωὴν τῷ γένει τῶν βροτῶν χαρισάμενον, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ, καὶ ἀναξίου δούλου σου Μάμαντος, καὶ ὅστις ἐστὶν ἐν ἀθυμίᾳ καὶ θλίψει πολλῇ, καὶ ἐπικαλέσηται τὸ ὄνομά σου, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ μνησθείη τοῦ ὀνόματος τοῦ δούλου σου Μάμαντος, μὴ ἐπέλθῃ ἐπὶ τὴν ποίμνην αὐτοῦ ἢ τὴν ἀγέλην τῶν βοῶν αὐτοῦ διαβολικὴ συμφορὰ ἢ ἄλλη τις νόσος.

Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῷ λόγῳ συστησάμενος πάντα τὰ πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, μὴ παρίδῃς τὴν δέησιν ἐμοῦ τοῦ ταπεινοῦ καὶ εὐτελοῦς δούλου σου, ἀλλ᾿ ἐπάκουσόν μου, φιλάνθρωπε Κύριε, καὶ ὅπου ἀναγνωσθῇ αὕτη μου ἡ προσευχή, εἴτε εἰς ποίμνην, εἴτε εἰς βόας, εἴτε εἰς ἡμιόνους, μὴ ἐπέλθῃ εἰς τὰ ζῷα αὐτοῦ νόσος ἢ ἕτερος πειρασμός· ὅπως ὑπὸ σοῦ πάντες φυλαττόμενοι, δόξαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.