Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Τρίτη 8 Αὐγούστου 2023

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ Ι΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
15: 29-38

Ἀδελφοί, τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν ; τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; καθ᾽ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ ᾽Ιησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν ᾽Εφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν. Μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λέγω. ᾽Αλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἄφρων, σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΤΡΙΤΗ Ι΄ ΕΒΔΟΜΑΔΟΣ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
21: 23-27

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὸ ἱερὸν καὶ διδάσκοντι προσῆλθον αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ’ ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατὶ οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ