Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Σάββατο 7 Ἰανουαρίου 2023

ΑΠΟΣΤΟΛΟΣ ΕΟΡΤΗΣ (ΣΥΝΑΞΙΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ)
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
19: 1-8

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΕΟΡΤΗΣ (ΣΥΝΑΞΙΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ)
Ἐκ τοῦ κατὰ Ἰωάννην
1: 29–34

Τῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ Ἰωάννης τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον. ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾽Ισραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ᾽Εφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ