Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου
Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας.
Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.
![](https://immorfou.org.cy/wp-content/uploads/2023/04/ΑΝΑΣΤΑΣΗ-ΤΟΥ-ΛΑΖΑΡΟΥ-ΠΟΔΙΘΟΥ-286x300.jpeg)
«Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.»