Ἐλθόντες εἰς τὸ μέσον τοῦ ναοῦ, ἔνθα ὑπάρχει τετραπόδιον ηὐτρεπισμένον, περιέρχονται τοῦτο τρίς. Ὁ μὲν ἱερεὺς ἵσταται πρὸ τοῦ τετραποδίου, οἱ δὲ χοροὶ ἐπανέρχονται εἰς τὰς θέσεις αὐτῶν καὶ οἱ λοιποὶ ἔνθεν καὶ ἔνθεν τοῦ τετραποδίου.
Καὶ ὁ ἱερεύς, βλέπων πρὸς ἀνατολάς, ἐκφωνεῖ τὸ «Σοφία· ὀρθοί». Εἶτα ἀποθέτει ἐπὶ τοῦ τετραποδίου τὸν δίσκον καὶ θυμιῶν κύκλῳ αὐτοῦ σταυροειδῶς ψάλλει τὸ «Σῶσον, Κύριε, τὸν λαόν σου», ὅπερ ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν.
Εἶτα ὁ ἱερεὺς (ἢ ὁ ἀρχιερεύς, ἐὰν χοροστατῇ, κατέρχεται τοῦ θρόνου καὶ) ποιῶν μετάνοιαν, προσκυνεῖ τὸν τίμιον Σταυρὸν ψάλλων τὸ «Τὸν Σταυρόν σου προσκυνοῦμεν», ὅπερ ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν. (Ὁ δὲ ἀρχιερεύς, μετὰ τὴν προσκύνησιν, εὐλογεῖ τὸν λαόν, τοῦ χοροῦ ψάλλοντος τὸ «Εἰς πολλὰ ἔτη, δέσποτα», καὶ ἀνέρχεται εἰς τὸν θρόνον).
Ἀκολούθως γίνεται ἡ προσκύνησις τοῦ τιμίου Σταυροῦ ὑπὸ τῶν πιστῶν, ψαλλομένων τῶν ἰδιομέλων· «Δεῦτε, πιστοί», ὡς ἐν τῷ Τριῳδίῳ. Ψαλλομένων δὲ αὐτῶν, ὁ ἱερεὺς διανέμει τὰ ἄνθη καὶ εἶτα ἀπέρχεται ἐν τῷ Ἱερῷ. Μετὰ δὲ τὴν προσκύνησιν, ψάλλεται τὸ «Σήμερον σωτηρία» (ἢ «Ἀναστὰς ἐκ τοῦ μνήματος»).
Σημείωσις. Ὁ τίμιος Σταυρὸς παραμένει ἐπὶ τοῦ τετραποδίου ἐν τῷ μέσῳ τοῦ ναοῦ πρὸς προσκύνησιν μέχρι τῆς Παρασκευῆς, ὅτε καὶ αἴρεται.