Site icon Ιερά Μητρόπολις Μόρφου

Ἀποστολικὸ καὶ Εὐαγγελικὸ Ἀνάγνωσμα: Δευτέρα 2 Δεκεμβρίου 2024

Εὐαγγέλιο Ἄνω Ζώδιας

Σημείωση: Οἱ πληροφορίες σχετικὰ μὲ τίς περικοπὲς τῶν Ἀποστόλων καὶ τῶν Εὐαγγελίων, ἀντλοῦνται ἐκ τῶν Τυπικῶν Διατάξεων τῆς Ἱερᾶς Μονῆς Κύκκου (Κύπρος).

ΑΠΟΣΤΟΛΟΣ ΣΕΙΡΑΣ (ΔΕΥΤΕΡΑ ΚΔ΄ ΕΒΔΟΜΑΔΟΣ)
Πρὸς Θεσσαλονικεῖς Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
2:20 – 3:8

Ἀδελφοί, ὑμεῖς ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν ᾿Αθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. ῎Αρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾿ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθήν, πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾿ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.

ΑΠΟΣΤΟΛΟΣ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΑΒΒΑΚΟΥΜ ΟΣΙΟΥ ΤΟΥ ΕΝ ΚΑΛΑΜΙΘΑΣΗ, ΠΟΡΦΥΡΙΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΟΥ)
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
5:22-26; 6:1-2

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος· σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ ΣΕΙΡΑΣ (ΔΕΥΤΕΡΑ ΙΒ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ)
Ἐκ τοῦ κατὰ Λουκᾶν
20: 27-44

Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες τῷ Ἰησοῦ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ. Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· Διδάσκαλε, καλῶς εἶπας. οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. Εἶπε δὲ πρὸς αὐτούς· Πῶς λέγουσι τὸν Χριστὸν υἱόν Δαυῒδ εἶναι; καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱός αὐτοῦ ἐστιν;

ΕΥΑΓΓΕΛΙΟ ΑΓΙΟΥ ΤΗΣ ΗΜΕΡΑΣ (ΑΒΒΑΚΟΥΜ ΟΣΙΟΥ ΤΟΥ ΕΝ ΚΑΛΑΜΙΘΑΣΗ, ΠΟΡΦΥΡΙΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΟΥ)
Ἐκ τοῦ κατὰ Ματθαῖον
11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Για τα προηγούμενα αποστολικά και ευαγγελικά αναγνώσματα πατήστε εδώ

Exit mobile version