Site icon Ιερά Μητρόπολις Μόρφου

Ύμνοι Όρθρου Μεγάλης Δευτέρας (Κυριακή Εσπέρας, Οικουμενικό Πατριαρχείο 1965)

Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

https://immorfou.org.cy/wp-content/uploads/2022/04/Track-01.mp3?_=1



Τροπάριον τοῦ Νυμφίου

Ἦχος πλ. δ’
(ἐκ τρίτου)
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

https://immorfou.org.cy/wp-content/uploads/2022/04/Track-02.mp3?_=2



Πᾶσα πνοὴ
Αἰνεῖτε τὸν Κύριον – Ἐρχόμενος ὁ Κύριος. Ἦχος α’

Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι’ αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ, οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν· ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρά μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.

https://immorfou.org.cy/wp-content/uploads/2022/04/Track-03.mp3?_=3



Δόξα… Καὶ νῦν…
Ἦχος πλ. α’

Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ΄ ἰδίαν παραλαβὼν αὐτούς. Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι Προφήτην πάντα οὐ γέγραπται εἰ μὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; Νῦν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν· ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῷ με προσπήξαντες, ταφῇ παραδόντες, ἐβδελυγμένον λογιοῦνται ὡς νεκρόν· ὅμως θαρσεῖτε· τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν καὶ ζωήν τὴν αἰώνιον.

https://immorfou.org.cy/wp-content/uploads/2022/04/Track-04.mp3?_=4

 

 

Exit mobile version