Site icon Ιερά Μητρόπολις Μόρφου

Πατριαρχείο Κωνσταντινουπόλεως 1960 – Εξαποστειλάρια Πεντηκοστής. Θ. Στανίτσας και Ν. Δανιηλίδης

https://immorfou.org.cy/wp-content/uploads/2022/06/ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ-ΠΕΝΤΗΚΟΣΤΗΣ.mp3?_=1

 

Ἦχος γ’

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι’ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι’ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. 

Exit mobile version