Site icon Ιερά Μητρόπολις Μόρφου

Μάριος Ἀντωνίου: Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου. Δοξαστικὸ Αἴνων Χριστουγέννων

https://immorfou.org.cy/wp-content/uploads/2021/12/Δοξαστικόν-αίνων-Χριστουγέννων-1-1.mp3?_=1

 

Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ψάλλει ὁ πρωτοψάλτης τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου κ. Μάριος Ἀντωνίου.

Exit mobile version