Site icon Ιερά Μητρόπολις Μόρφου

Μάριος Ἀντωνίου: Ύμνοι Κυριακής Τελώνου και Φαρισαίου

ΙΔΙΟΜΕΛΟ ΗΧΟΣ Α’
Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς.

https://immorfou.org.cy/wp-content/uploads/2022/02/Μη-προσευξώμεθα-εσπέριον-στιχηρόν-ΤελΦαρ.mp3?_=1

 

ΔΟΞΑΣΤΙΚΟ ΕΣΠΕΡΙΝΟΥ ΗΧΟΣ ΠΛ. Δ’
Παντοκράτορ Κύριε, οἶδα, πόσα δύνανται τὰ δάκρυα· Ἐζεκίαν γὰρ ἐκ τῶν πυλῶν τοῦ θανάτου ἀνήγαγον, τὴν ἁμαρτωλὸν ἐκ τῶν χρονίων πταισμάτων ἐρρύσαντο, τόν δὲ Τελώνην, ὑπὲρ τὸν Φαρισαῖον ἐδικαίωσαν, καὶ δέομαι, σὺν αὐτοῖς ἀριθμήσας, ἐλέησόν με.

https://immorfou.org.cy/wp-content/uploads/2022/02/Δοξαστικόν-Εσπερινού-Τελώνου-Φαρισαίου.mp3?_=2

 

ΙΔΙΟΜΕΛΑ ΤΡΙΩΔΙΟΥ

Δόξα… Ἦχος πλ. δ’
Τῆς μετανοίας ἄνοιξόν μοὶ πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεύμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνω σου ἐλέει.

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημα μου.

Ἦχος πλ. β’
Τὰ πλήθη τῶν πεπραγμένων μοὶ δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυὶδ βοῶ σοί. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

https://immorfou.org.cy/wp-content/uploads/2022/02/Της-μετανοίας-Τα-πλήθη.mp3?_=3

 

Ψάλλει ὁ πρωτοψάλτης τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου κ. Μάριος Ἀντωνίου.

 

Exit mobile version