
Κεφάλαιο 1
1.1 ᾿Ιάκωβος, Θεοῦ καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. 1.2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, 1.3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· 1.4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. 1.5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ· 1.6 αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. 1.7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου. 1.8 ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ 1.9 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, 1.10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. 1.11 ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. 1.12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. 1.13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. 1.14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· 1.15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. 1.16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί· 1.17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾿ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. 1.18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων. 1.19 ῞Ωστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· 1.20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. 1.21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. 1.22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς. 1.23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· 1.24 κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 1.25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται. 1.26 Εἴ τις δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν μὴ χαλιναγωγῶν Γλῶσσαν αὐτοῦ, ἀλλ᾿ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. 1.27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ Θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
Κεφάλαιο 2
2.1 ᾿Αδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τῆς δόξης. 2.2 ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν αἰσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 2.3 καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε αὐτῷ, σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, σὺ στῆθι ἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου, 2.4 καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; 2.5 ᾿Ακούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 2.6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 2.7 οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾿ ὑμᾶς; 2.8 εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 2.9 εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 2.10 ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος. 2.11 ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καὶ μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου. 2.12 οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι· 2.13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως. 2.14 Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 2.15 ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, 2.16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; 2.17 οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾿ ἑαυτήν. 2.18 ἀλλ᾿ ἐρεῖ τις· σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. 2.19 σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι. 2.20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; 2.21 ᾿Αβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 2.22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 2.23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· ἐπίστευσε δὲ ᾿Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. 2.24 ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 2.25 ὁμοίως δὲ καὶ ῾Ραὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 2.26 ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.
Κεφάλαιο 3
3.1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα· 3.2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3.3 ἴδε τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 3.4 ᾿Ιδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται. 3.5 οὕτω καὶ ἡ Γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ. ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει! 3.6 καὶ ἡ Γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. οὕτως ἡ Γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ Φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ Φλογιζομένη ὑπὸ τῆς γεέννης. 3.7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, 3.8 τὴν δὲ Γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. 3.9 ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾿ ὁμοίωσιν Θεοῦ γεγονότας· 3.10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. 3.11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ Γλυκὺ καὶ τὸ πικρόν; 3.12 μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ Γλυκὺ ποιῆσαι ὕδωρ. 3.13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. 3.14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 3.15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ᾿ ἐπίγειος, ψυχική, δαιμονιώδης. 3.16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 3.17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος. 3.18 καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
Κεφάλαιο 4
4.1 Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 4.2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθαι καὶ πολεμεῖτε, καὶ οὐκ ἔχετε, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 4.3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4.4 μοιχοὶ καὶ μοιχαλίδες! οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. 4.5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν; 4.6 μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει· ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. 4.7 ῾Υποτάγητε οὖν τῷ Θεῶ. ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾿ ὑμῶν· 4.8 ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας ἁμαρτωλοὶ καὶ ἁγνίσατε καρδίας δίψυχοι. 4.9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. 4.10 ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς. 4.11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτὴς. 4.12 εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον; 4.13 ῎Αγε νῦν οἱ λέγοντες· σήμερον καὶ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν ἕνα καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· 4.14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον· ποία γὰρ ἡ ζωὴ ὑμῶν; ἀτμὶς γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ καὶ ἀφανιζομένη· 4.15 ἀντὶ τοῦ λέγειν ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 4.16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 4.17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
Κεφάλαιο 5
5.1 ῎Αγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. 5.2 ὁ πλοῦτος ὑμῶν σέσηπε καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, 5.3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν. ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. 5.4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾿ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν. 5.5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. 5.6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν. 5.7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾿ αὐτῷ ἕως λάβῃ ὑετὸν πρώῑμον καὶ ὄψιμον. 5.8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. 5.9 μὴ στενάζετε κατ᾿ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 5.10 ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. 5.11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν ᾿Ιὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. 5.12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. 5.13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις· ψαλλέτω. 5.14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾿ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· 5.15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 5.16 ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 5.17 ᾿Ηλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 5.18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. 5.19 ᾿Αδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, 5.20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
Πηγή κειμένου: https://www.imkifissias.gr/index.php/orthodoksia/keimena/kaini-diathiki/3898-epistoli-iakovou
ΜΕΤΑΦΡΑΣΗ
Κεφάλαιο 1
1 Ο Ιάκωβος, δούλος του Θεού και του Κυρίου Ιησού Χριστού, χαιρετίζει τους χριστιανούς που είναι διασκορπισμένοι σε όλο τον κόσμο.
2 Αδερφοί μου, να χαίρεστε όταν δοκιμάζεστε από πολλούς και διαφόρους πειρασμούς·
3 γιατί πρέπει να ξέρετε ότι μέσα από τη δοκιμασία της πίστεώς σας γεννιέται η υπομονή.
4 Η υπομονή σας όμως πρέπει να κρατήσει ως το τέλος, για να γίνετε τέλειοι και ολοκληρωμένοι και να μην υστερείτε σε τίποτε.
5 Αν κάποιος από σας υστερεί σε σοφία, ας τη ζητήσει από το Θεό, κι αυτός θα του τη δώσει. Γιατί ο Θεός δίνει σε όλους με απλοχεριά και χωρίς να περιφρονεί κανέναν.
6 Ό,τι όμως ζητάτε να το ζητάτε με πίστη, και να μην έχετε αμφιβολίες. Γιατί όποιος αμφιβάλλει, μοιάζει με το κύμα της θάλασσας, που το παρασέρνει ο άνεμος και το πηγαίνει εδώ κι εκεί.
7 Να μην ελπίζει ότι θα πάρει κάτι από τον Κύριο ένας τέτοιος άνθρωπος,
8 δίγνωμος κι άστατος σε όλες του τις ενέργειες.
9 Ο άσημος και φτωχός αδερφός ας καυχιέται, γιατί ο Θεός θα τον ανεβάσει ψηλά.
10 Επίσης κι ο πλούσιος ας είναι ταπεινός, ξέροντας ότι θα μαραθεί σαν το λουλούδι.
11 Όπως με την ανατολή του ήλιου έρχεται ο λίβας και ξεραίνει το χορτάρι, ρίχνει τον ανθό του και καταστρέφει την ομορφιά του, έτσι και ο πλούσιος θα αφανιστεί μέσα στις επιχειρήσεις του.
12 Μακάριος ο άνθρωπος που δέχεται με υπομονή τις δοκιμασίες! Γιατί, αν τις υποστεί με επιτυχία, θα κερδίσει το βραβείο της αιώνιας ζωής, που υποσχέθηκε ο Θεός σ’ όσους τον αγαπούν.
13 Κανένας απ’ αυτούς που μπαίνουν σε πειρασμό να μη λέει: «Ο Θεός με βάζει σε πειρασμό». Γιατί ο Θεός ούτε μπαίνει σε πειρασμό από το κακό ούτε ο ίδιος βάζει σε πειρασμό κανέναν.
14 Καθένας μπαίνει σε πειρασμό από τη δική του επιθυμία. Αυτή τον παρασύρει και τον εξαπατάει·
15 έπειτα η επιθυμία αυτή συλλαμβάνει το κακό και γεννάει την αμαρτία· κι η αμαρτία, όταν ολοκληρωθεί, φέρνει το θάνατο.
16 Μην πλανάσθε, αγαπητοί μου αδερφοί.
17 Κάθε καλή προσφορά και κάθε τέλειο δώρο έρχεται από ψηλά, από το δημιουργό των ουράνιων σωμάτων. Ο ουράνιος Πατέρας δεν αλλάζει τη λάμψη του ούτε αναβοσβήνει σαν τα αστέρια.
18 Επειδή εκείνος το θέλησε, μας έφερε στην καινούρια ζωή με το λόγο της αλήθειας, ώστε να κατέχουμε την πρώτη θέση ανάμεσα στα δημιουργήματά του.
19 Να ξέρετε καλά, αγαπητοί μου αδερφοί: Κάθε άνθρωπος πρέπει να είναι πρόθυμος στο να ακούει, να μη βιάζεται να μιλάει και να μη βιάζεται να οργίζεται.
20 Ο οργισμένος άνθρωπος δεν κάνει αυτό που για το Θεό είναι δίκαιο και σωστό.
21 Γι’ αυτό, διώξτε από πάνω σας όλη τη βρωμιά και την πληθώρα της κακίας και δεχτείτε με ταπεινοφροσύνη το λόγο που φύτεψε μέσα σας ο Θεός και που μπορεί να σώσει τις ψυχές σας.
22 Αυτόν το λόγο να τον κάνετε πράξη κι όχι μόνο να τον ακούτε ξεγελώντας τον εαυτό σας.
23 Όποιος ακούει το λόγο του Θεού και δεν τον εφαρμόζει, αυτός μοιάζει με άνθρωπο που βλέπει τον εαυτό του μέσα σ’ έναν καθρέφτη·
24 τον βλέπει και φεύγοντας ξεχνάει αμέσως πώς ήταν.
25 Όποιος όμως μελέτησε τον τέλειο νόμο, δηλαδή το νόμο της ελευθερίας, και έμεινε σταθερός σ’ αυτόν, όποιος δεν υπήρξε απλός ακροατής που ξεχνάει, αλλά τον εφάρμοσε στην πράξη, αυτός με την έμπρακτη αυτή εφαρμογή θα είναι μακάριος.
26 Αν κάποιος από σας νομίζει ότι θρησκεύει, αλλά δε βάζει χαλινάρι στη γλώσσα του, αυτός εξαπατάει τον εαυτό του, και η θρησκεία του δεν έχει περιεχόμενο.
27 Θρησκεία καθαρή κι αμόλυντη για το Θεό και Πατέρα είναι αυτή: Να συμπαραστέκεστε στα ορφανά και στις χήρες όταν υποφέρουν, και να διατηρείτε αγνό τον εαυτό σας από την επιρροή του αμαρτωλού κόσμου.
Κεφάλαιο 2
1 Αδερφοί μου, την πίστη σας στον Κύριο της δόξας, τον Ιησού Χριστό, να μην την εκδηλώνετε με μεροληπτικές πράξεις προς τους συνανθρώπους σας.
2 Για παράδειγμα: Έρχεται στη σύναξή σας κάποιος με χρυσά δαχτυλίδια και πολυτελή ενδύματα. Κι έρχεται κι ένας φτωχός με λερωμένα ρούχα.
3 Αν δώσετε σημασία στον καλοντυμένο λέγοντάς του: «Κάθισε, παρακαλώ, εδώ στην καλή θέση», και στο φτωχό πείτε: «Εσύ στάσου εκεί ή κάθισε εδώ κάτω, δίπλα στο σκαμνί που βάζω στα πόδια μου»,
4 δε μεροληπτείτε και δε γίνεστε κριτές, κάνοντας πονηρές σκέψεις;
5 Ακούστε, αγαπητοί μου αδερφοί. Ο Θεός διάλεξε αυτούς που για τον κόσμο είναι φτωχοί, να γίνουν πλούσιοι στην πίστη και να κληρονομήσουν τη βασιλεία του, αυτήν που υποσχέθηκε σ’ όσους τον αγαπούν.
6 Εσείς, αντίθετα, εξευτελίζετε το φτωχό. Κι όμως, οι πλούσιοι είναι αυτοί που σας καταδυναστεύουν, αυτοί που σας σέρνουν στα δικαστήρια.
7 Είναι αυτοί που προσβάλλουν το τιμητικό όνομα του χριστιανού, που φέρετε.
8 Αν, βέβαια, εφαρμόζετε την εντολή του Θεού που, σύμφωνα με τη Γραφή, λέει: Ν’ αγαπάς τον πλησίον σου όπως τον εαυτό σου, καλά κάνετε.
9 Αν όμως μεροληπτείτε, αμαρτάνετε, κι ελέγχεστε από το νόμο ως παραβάτες.
10 Όποιος τηρήσει όλες τις διατάξεις του νόμου και παραβεί μία, θεωρείται παραβάτης όλου του νόμου.
11 Γιατί, αυτός που είπε μη μοιχεύσεις είπε και μη φονεύσεις. Αν όμως δε μοιχεύσεις αλλά φονεύσεις, θεωρείσαι παραβάτης όλου του νόμου.
12 Πάντα να μιλάτε και να ενεργείτε σαν άνθρωποι που μέλλετε να κριθείτε με το νόμο της ελευθερίας.
13 Γιατί στην τελική κρίση δε θα υπάρχει έλεος γι’ αυτόν που δεν έδειξε ευσπλαχνία. Για τον εύσπλαχνο όμως η τελική κρίση θα είναι θρίαμβος.
14 Ποιο είναι το όφελος, αδερφοί μου, αν κάποιος λέει ότι έχει πίστη, δεν την αποδεικνύει όμως με έργα; Μήπως μπορεί μόνη της η πίστη να τον σώσει;
15 Ας πάρουμε την περίπτωση που κάποιος αδερφός ή κάποια αδερφή δεν έχουν ρούχα να ντυθούν και στερούνται το καθημερινό τους φαγητό·
16 αν κάποιος από σας τους πει: «Ο Θεός μαζί σας! Εύχομαι να βρείτε ρούχα και να χορτάσετε φαγητό», ποιο το όφελος, αν δεν τους δώσει κιόλας τα απαραίτητα που χρειάζεται το σώμα;
17 Έτσι και η πίστη, αν δεν εκδηλώνεται με έργα, μόνη της είναι νεκρή.
18 Αλλά θα πει κάποιος: «Εσύ έχεις πίστη κι εγώ έχω έργα». Του απαντώ: «Δείξε μου την πίστη σου από τα έργα σου. Εγώ μπορώ να σου αποδείξω την πίστη μου από τα έργα μου».
19 Εσύ πιστεύεις ότι ένας είναι ο Θεός. Καλά κάνεις. Και τα δαιμόνια το πιστεύουν αυτό και τρέμουν.
20 Θέλεις να μάθεις, ανόητε άνθρωπε, ότι η πίστη χωρίς τα έργα είναι νεκρή;
21 Ο Αβραάμ, ο προπάτοράς μας, δεν δικαιώθηκε από τα έργα του, επειδή οδήγησε το παιδί του, τον Ισαάκ, στο θυσιαστήριο;
22 Βλέπεις ότι η πίστη του συνοδευόταν από έργα, και μ’ αυτά τα έργα η πίστη αποδείχτηκε τέλεια.
23 Έτσι εκπληρώθηκε η Γραφή που λέει: Ο Αβραάμ πίστεψε στο Θεό, και γι’ αυτή του την πίστη ο Θεός τον αναγνώρισε δίκαιο, κι ονομάστηκε φίλος του Θεού.
24 Βλέπετε, λοιπόν, ότι ο άνθρωπος δικαιώνεται από τα έργα κι όχι μόνο από την πίστη.
25 Κατά τον ίδιο τρόπο και η πόρνη Ραάβ δικαιώθηκε από τα έργα της, όταν υποδέχτηκε τους κατασκόπους και τους βοήθησε να φύγουν κρυφά από άλλο δρόμο.
26 Όπως, λοιπόν, το σώμα είναι νεκρό χωρίς την ψυχή, έτσι και η πίστη χωρίς τα έργα είναι νεκρή.
Κεφάλαιο 3
1 Αδερφοί μου, μην κάνετε όλοι σας το δάσκαλο, γιατί πρέπει να ξέρετε ότι οι δάσκαλοι θα κριθούμε πιο αυστηρά. Όλοι μας κάνουμε πολλά σφάλματα.
2 Αν κάποιος δεν κάνει σφάλματα με τα λόγια, αυτός είναι τέλειος άνθρωπος και ικανός να χαλιναγωγήσει όλο τον εαυτό του.
3 Βάζοντας στο στόμα των αλόγων χαλινάρι, τα κάνουμε να πειθαρχούν σ’ εμάς· έτσι μπορούμε να κατευθύνουμε όλο τους το σώμα.
4 Το ίδιο συμβαίνει και με τα πλοία. Αν και είναι τόσο μεγάλα και σπρώχνονται από δυνατούς ανέμους, όμως αυτός που τα διευθύνει μπορεί με ένα πολύ μικρό τιμόνι να τα οδηγεί όπου θέλει.
5 Έτσι και η γλώσσα: Είναι ένα μικρό μέλος, καυχιέται όμως για μεγάλα πράγματα. Σκεφτείτε, μια μικρή φωτιά πόσο μεγάλο δάσος μπορεί να κάψει!
6 Και η γλώσσα είναι σαν τη φωτιά. Είναι ένας ολόκληρος κόσμος αδικίας. Η γλώσσα εξουσιάζει τα μέλη μας. Αυτή σπιλώνει όλο το σώμα. Κατακαίει τον κύκλο της ζωής μας και παίρνει τη φλόγα της από τη φωτιά της κόλασης.
7 Όλα τα είδη των θηρίων και των πτηνών, των ερπετών και των θαλασσινών, δαμάστηκαν και δαμάζονται από τον άνθρωπο.
8 Τη γλώσσα όμως κανένας από τους ανθρώπους δεν μπορεί να τη δαμάσει. Είναι ασυγκράτητο κακό, γεμάτη θανατηφόρο δηλητήριο.
9 Μ’ αυτήν ευλογούμε το Θεό και Πατέρα και μ’ αυτή καταριόμαστε τους ανθρώπους που πλάστηκαν καθ’ ομοίωση του Θεού.
10 Από το ίδιο στόμα βγαίνει η ευλογία και η κατάρα. Δεν πρέπει, αδερφοί μου, να γίνεται αυτό.
11 Μήπως η πηγή από το ίδιο στόμιο αναβλύζει γλυκό και πικρό νερό;
12 Μήπως μπορεί, αδερφοί μου, η συκιά να κάνει ελιές και το αμπέλι σύκα; Το ίδιο, καμιά πηγή δεν μπορεί ταυτόχρονα να βγάλει αλμυρό και γλυκό νερό.
13 Όποιος από σας ισχυρίζεται πως είναι σοφός και συνετός, ας δείξει τα έργα της καλής του διαγωγής με τον ήρεμο τρόπο της αληθινής σοφίας.
14 Αν όμως έχετε στην καρδιά σας φαρμακερό φθόνο κι εριστικές τάσεις, μην περηφανεύεστε και μην ψεύδεστε εναντίον της αλήθειας.
15 Αυτή η δήθεν σοφία δεν έρχεται από τον ουρανό, αλλά είναι γήινη, σαρκική, δαιμονική.
16 Όπου υπάρχει φθόνος κι εριστική διάθεση, εκεί υπάρχει αναστάτωση και κάθε λογής κακό.
17 Η σοφία όμως που έρχεται από τον ουρανό είναι πρώτα πρώτα γνήσια, ύστερα είναι ειρηνική, αγαθή, πειστική, γεμάτη ευσπλαχνία και καλούς καρπούς, αμερόληπτη και ειλικρινής.
18 Και ο καρπός της δικαιοσύνης σπέρνεται ειρηνικά από όσους επιζητούν την ειρήνη.
Κεφάλαιο 4
1 Από πού προέρχονται οι πόλεμοι κι από πού οι μεταξύ σας διαμάχες; Δεν προέρχονται από τα πάθη σας που μάχονται μέσα σας;
2 Επιθυμείτε κάτι και δεν το έχετε. Για να το αποκτήσετε, φονεύετε και μισείτε· και όμως δεν μπορείτε να το πετύχετε. Αγωνίζεστε και πολεμάτε και δεν αποκτάτε αυτό που επιδιώκετε, γιατί δεν το ζητάτε από το Θεό.
3 Ζητάτε κάτι και δεν το παίρνετε, γιατί το ζητάτε με κακό σκοπό, για να το κατασπαταλήσετε, δηλαδή, στην ικανοποίηση των παθών σας.
4 Άπιστοι και άπιστες, δεν ξέρετε ότι η αγάπη για τον αμαρτωλό κόσμο είναι έχθρα εναντίον του Θεού; Όποιος, λοιπόν, θέλει να είναι φίλος του κόσμου γίνεται εχθρός του Θεού.
5 Ή μήπως νομίζετε ότι μάταια διδάσκει η Γραφή πως το πνεύμα που έβαλε ο Θεός να κατοικήσει μέσα μας μπορεί να ρέπει προς το φθόνο; Όχι.
6 Αντίθετα, ο Θεός δίνει περισσότερη τη χάρη του· γι’ αυτό λέει η Γραφή: Ο Θεός εναντιώνεται στους υπερήφανους, στους ταπεινούς όμως δίνει τη χάρη του.
7 Υποταχθείτε, λοιπόν, στο Θεό. Αντισταθείτε στο διάβολο, κι αυτός θα φύγει μακριά σας.
8 Πλησιάστε το Θεό, και θα σας πλησιάσει κι εκείνος. Καθαρίστε τα χέρια σας οι αμαρτωλοί, κι εξαγνίστε τις καρδιές σας οι δίγνωμοι.
9 Θρηνήστε και πενθήστε και κλάψτε. Ας γίνει το γέλιο σας πένθος και η χαρά σας θλίψη.
10 Ταπεινωθείτε μπροστά στον Κύριο, κι εκείνος θα σας ανεβάσει ψηλά.
11 Μην κακολογείτε ο ένας τον άλλον, αδερφοί. Όποιος κακολογεί και κρίνει τον αδερφό του κακολογεί και κρίνει το νόμο. Κι όταν κρίνεις το νόμο δεν είσαι τηρητής του, αλλά κριτής του.
12 Ένας είναι ο νομοθέτης και ο κριτής, που μπορεί να σώσει και να καταστρέψει. Ενώ εσύ, που κρίνεις τον άλλο, ποιος είσαι;
13 Ακούστε με τώρα κι εσείς που λέτε, «σήμερα ή αύριο θα πάμε στην τάδε πόλη, θα καθίσουμε εκεί ένα χρόνο, θα κάνουμε εμπόριο και θα κερδίσουμε».
14 Εσείς που τα λέτε αυτά δεν ξέρετε τι μπορεί να συμβεί αύριο. Τι είναι η ζωή σας; Είναι σαν τον ατμό που φαίνεται για λίγο κι ύστερα εξαφανίζεται.
15 Αντί γι’ αυτά, να λέτε: «Αν ο Κύριος θελήσει, θα ζήσουμε και θα κάνουμε τούτο ή εκείνο».
16 Τώρα όμως καυχάσθε με αλαζονεία, και κάθε τέτοια καύχηση είναι κακή.
17 Όποιος, λοιπόν, ξέρει να κάνει το καλό και δεν το κάνει, αμαρτάνει.
Κεφάλαιο 5
1 Ακούστε με τώρα κι εσείς οι πλούσιοι. Κλάψτε με γοερές κραυγές για τα βάσανά σας, που όπου να ’ναι έρχονται.
2 Ο πλούτος σας σάπισε, και τα ρούχα σας τα ’φαγε ο σκόρος·
3 το χρυσάφι σας και το ασήμι κατασκούριασαν, και η σκουριά τους θα είναι μαρτυρική κατάθεση εναντίον σας και θα καταφάει τις σάρκες σας σαν τη φωτιά. Κι ενώ πλησιάζει η κρίση, εσείς μαζεύετε θησαυρούς.
4 Ακούτε! Κραυγάζει ο μισθός των εργατών που θέρισαν τα χωράφια σας κι εσείς τους τον στερήσατε· και οι κραυγές των θεριστών έφτασαν ως στ’ αυτιά του παντοδύναμου Κυρίου.
5 Ζήσατε πάνω στη γη με απολαύσεις και σπατάλες. Παχύνατε σαν τα ζώα, που τα πάνε για σφάξιμο.
6 Καταδικάσατε και φονεύσατε τον αθώο· δε σας πρόβαλε αντίσταση καμιά.
7 Λοιπόν, αδερφοί, κάνετε υπομονή, ώσπου να ’ρθει ο Κύριος. Κοιτάξτε πώς ο γεωργός περιμένει τον πολύτιμο καρπό του χωραφιού, καρτερώντας με υπομονή να πέσει η πρώιμη κι η όψιμη βροχή.
8 Κάνετε κι εσείς υπομονή. Πάρτε θάρρος, γιατί όπου να ’ναι ο Κύριος έρχεται.
9 Μην αγανακτείτε, αδερφοί, ο ένας εναντίον του άλλου, για να μην καταδικαστείτε. Νάτος ο κριτής, στέκεται κιόλας μπροστά στην πόρτα.
10 Αδερφοί μου, πάρτε για παράδειγμα καρτερικότητας στις θλίψεις τους προφήτες, που μίλησαν στο όνομα του Κυρίου.
11 Καλοτυχίζουμε εκείνους που δείχνουν υπομονή. Ακούσατε για την υπομονή του Ιώβ και γνωρίζετε ποιο τέλος τού επιφύλαξε ο Κύριος, γιατί ο Κύριος είναι γεμάτος ευσπλαχνία και έλεος.
12 Προπαντός, αδερφοί μου, να μην ορκίζεστε ούτε στον ουρανό ούτε στη γη ούτε να κάνετε κανέναν άλλο όρκο. Ας είναι το «ναι» σας πραγματικό ναι και το «όχι» σας πραγματικό όχι, για να μη βρεθείτε κατηγορούμενοι στην τελική κρίση.
13 Βρίσκεται κανένας σας σε δύσκολη θέση; Να προσεύχεται. Είναι κάποιος χαρούμενος; Να υμνεί το Θεό.
14 Είναι κάποιος από σας άρρωστος; Να προσκαλέσει τους πρεσβυτέρους της εκκλησίας να προσευχηθούν γι’ αυτόν και να τον αλείψουν με λάδι, επικαλούμενοι το όνομα του Κυρίου.
15 Και η προσευχή που γίνεται με πίστη θα σώσει τον άρρωστο· ο Κύριος θα τον κάνει καλά. Κι αν έχει κάνει αμαρτίες, θα του τις συγχωρήσει.
16 Να εξομολογείστε τις αμαρτίες σας ο ένας στον άλλο και να προσεύχεστε ο ένας για τον άλλο, για να θεραπευτείτε. Η παράκληση του δικαίου έχει μεγάλη δύναμη και αποτελεσματικότητα.
17 Ο Ηλίας ήταν άνθρωπος σαν κι εμάς και προσευχήθηκε να μη βρέξει, και δεν έβρεξε πάνω στη γη τρία χρόνια κι έξι μήνες.
18 Και προσευχήθηκε ξανά, κι ο ουρανός έδωσε βροχή, και βλάστησε η γη το σπόρο που είχε μέσα της.
19 Αδερφοί μου, αν κάποιος από σας ξεστρατίσει από την αλήθεια και κάποιος άλλος τον επαναφέρει,
20 πρέπει να ξέρει ότι αυτός που επανέφερε έναν αμαρτωλό από τον πλανεμένο δρόμο του θα σώσει μια ψυχή από το θάνατο και θα την απαλλάξει από πλήθος αμαρτίες.
Πηγή μετάφρασης: https://www.bibliatodo.com/el/η-βίβλος/η-αγία-γραφή-με-τα-δευτεροκανονικά-παλαιά-και-καινή-διαθήκη/ΙΑΚΩΒΟΥ-1

