Κύριε ὁ Θεός μου, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ πάσης ὁρωμένης καὶ νοουμένης κτίσεως δημιουργὸς, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἕλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰ προστάγματά σου· καὶ νῦν καὶ πάντοτε εὐχαριστῶ σοι πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου φανερῶν καὶ ἀφανῶν. Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ δοξάζω καὶ μεγαλύνω σε, ἀνθ’ ὧν ἐθαυμάστωσας ἐπ’ ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ τοὺς οἰκτιρμούς σου, ἀντιλαβόμενός μου ἐκ γαστρὸς μητρός μου, καὶ ἐπὶ πᾶσι προνοησάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ’ ἐμὲ διὰ μόνην χρηστότητα καὶ φιλανθρωπίαν σου.
Οὐ γὰρ διὰ τὸ ἀνάξιόν μου καὶ ἐμπαθὲς ὑπερεῖδες τὴν ἐμὴν ταπείνωσιν, ἀλλὰ διὰ τὸ φιλάνθρωπόν σου καὶ συμπαθὲς εὐεργετῶν καὶ προνοούμενος οὐ διέλειπες· Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεός μου μὴ ἐγκαταλίπῃς με, Ἰησοῦ Χριστὲ, τὸ καλὸν ὄνομα, ὁ γλυκασμός μου, καὶ ἡ ἐπιθυμία μου, καὶ ἡ ἐλπίς μου· ὁ ἐνανθρωπήσας δι’ ἡμᾶς, καὶ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, καὶ πάντα ἐν σοφίᾳ οἰκονομήσας καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας.
Ἐξομολογοῦμαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, κλίνω γόνυ σώματος καὶ ψυχῆς, ἐξαγορεύων σοὶ τῷ Θεῷ μου πάσας τὰς ἁμαρτίας μου. Κλῖνον καὶ αὐτὸς τὸ οὗς σου εἰς τὴν ἐμὴν δέησιν, καὶ ἄφες τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἥμαρτον, ἠνόμησα, ἐπλημμέλησα, παρώξυνα, παρεπίκρανα τὸν ἐμὸν ἀγαθὸν ∆εσπότην καὶ τροφέα καὶ κηδεμόνα· οὐκ ἔστιν εἶδος κακίας ῥητὸν ἢ ἄῤῥητον, ὃ οὐκ ἐποίησα καὶ ἔργῳ καὶ λόγῳ, καὶ γνώσει καὶ ἀγνοίᾳ, καὶ ἐνθυμήμασι καὶ νοήμασι, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν ἁμαρτήσας· καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαυτάκις τοῖς αὐτοῖς περιέπεσα. Εὐκοπώτερον σταγόνες ὑετοῦ ἀριθμηθήσονται, ἢ τῶν ἐμῶν ἁμαρτημάτων ἡ πληθύς· ὑπερῆραν γὰρ τὴν κεφαλήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν. Ἀπὸ γὰρ νεότητός μου καὶ μέχρι τοῦ νῦν ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας, ἀχαλινώτοις καὶ ἀτάκτοις ἐχρησάμην ὁρμαῖς, μολύνας τὸν χιτῶνα τὸν ἄνωθεν ὑφαντὸν τοῦ ἁγίου μου βαπτίσματος, τὸν ναόν μου τοῦ σώματος κηλιδώσας, τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι τῆς ἀτιμίας καταμιάνας, καὶ πᾶσαν ἄλλην παρανομίαν καὶ ἀδικίαν διαπραξάμενος· ὧν ἐὰν κατὰ μέρος ἐπιμνησθῆναι θελήσω, ἐπιλείψει με διηγούμενον ὁ χρόνος.
Ἐπεὶ δὲ πάντα οἶδας αὐτὸς (οὐδὲ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιόν σου, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου), τί δεῖ πρὸς εἰδότα λέγειν τὰ μὴ ἀγνοούμενα παρὰ σοῦ; Ἐμοῦ δὲ συντρίβεται ἡ καρδία καὶ τὰ ὀστᾶ τῆς ψυχῆς, καὶ ὅλος εἰς ἀπορίας καταδύομαι βάθος, ἐνθυμούμενος ὅτι τηλικαῦτα καὶ τοσαῦτα ἡμαρτηκὼς, οὐδὲ μικρόν τι μεταμελείας ἔργον ἐνεδειξάμην· καὶ ὁ καιρὸς τῆς τομῆς ἐγγὺς, καὶ ἡ προθεσμία τοῦ θανάτου παρέστηκεν, ὁ δὲ τῆς μετανοίας καιρὸς οὐδαμοῦ. ∆ιὰ τοῦτο τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστι καὶ κατηφείας πλήρης· ἀνέτοιμος γὰρ καὶ ἀπαράσκευος ὢν, διαλογιζόμενός τε καὶ ἀνακρίνων τὰ κατ’ ἐμαυτὸν, οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν εὑρίσκω, οὐδέ τινα τρόπον καὶ μηχανὴν, δι’ ὧν τοῦ αἰωνίου πυρὸς ῥυσθήσομαι. Εἰ γὰρ ὁ δίκαιος μόλις σώζεται, ὁ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι; Καὶ εἰ διὰ πολλῶν θλίψεων ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς ζωῆς, πῶς ἐγὼ καθηδυπαθῶν καὶ ἀκολασταίνων διαπαντὸς τῆς σωτηρίας ἀξιωθήσομαι; Καὶ εἰ πᾶσα δικαιοσύνη ἀνθρώπου, ὡς ῥάκος ἀποκαθημένης, ὁ τοσοῦτος βόρβορος καὶ ἀδικία τί λογισθήσεται; Εἰ καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογήσασθαι πρόκειται, ὑπὲρ τοσούτων ἐγὼ ἁμαρτημάτων τίνα εὐπρόσωπον ἕξω τὴν ἀπολογίαν;
Οἵμοι ψυχή! ὅτι οὕτω τὰ καθ’ ἡμᾶς προεχώρησε. Βραχὺς ὁ βίος καὶ εὐπερίστατος, ὀξέως παροδεύων καὶ πρὸς τὸν θάνατον παραπέμπων· αἰωνία τῶν ἀμαρτωλῶν ἡ τιμωρία, ὥσπερ καὶ ἡ τῶν δικαίων βασιλεία, καὶ ζωὴ ἀμφοτέρων μὴ κοπτομένη θανάτῳ. Τί οὖν ποιήσω; τί διαπράξωμαι; εἰς ποῖον χάος ἐμαυτὸν ἀκοντίσω; Φοβερὸς γὰρ καὶ ὁ θάνατος, καὶ μάλιστα τῶν ἁμαρτωλῶν, ἐπεὶ καὶ πονηρός· Θάνατος γὰρ ἁμαρτωλῶν πονηρός· φοβερὰ δὲ καὶ τὰ μετὰ θάνατον δείματα, φοβερώτερον δὲ πολλῷ μᾶλλον τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, ἐξ ὧν οὐκ ἔστιν ὁ ἐξελέσθαι δυνάμενος. Ὅταν οὖν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ἀποδοῦναι ἐκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὅταν θρόνοι τεθῶσι, καὶ ὁ ἀδέκαστος Κριτὴς φοβερὸς καθιεῖται, καὶ ὁ ποταμὸς τοῦ πυρὸς ἕλκων ἔμπροσθεν, καὶ ἡ λαμπρότης καὶ ἡ χαρὰ τῶν δικαίων ἡτοιμασμένη, καὶ πᾶσαι αἱ τῶν ἀγγέλων μυριάδες, καὶ πάντες οἱ ἀπ’ αἰῶνος ἄνθρωποι, καὶ πᾶσα ὁμοῦ ἡ κτίσις, ἥ τε ὁρωμένη καὶ ἡ νοουμένη ὑπότρομος παρίσταται· τί ἐγὼ τότε διαπράξωμαι αἰσχύνης πεπληρωμένος, ὑπὸ τοῦ συνειδότος κατεγνωσμένος, παῤῥησίας πάσης καὶ ἀπολογίας ἐστερημένος; Στεναγμοὶ πάντοθεν. Οἴμοι τῶν κακῶν! τί πρῶτον θρηνήσω; τί δεύτερον στενάξω; τί ἀπολοφύρωμαι; τὴν στέρησιν τῶν ἀγαθῶν, ἢ τὴν ὀδύνην τῶν ἀλγεινῶν; τὸ ἀπέραντον τῆς τιμωρίας, ἢ τὸν ἀπὸ Θεοῦ χωρισμόν; κλαῦσον, ἀθλία ψυχὴ, ἐνθυμουμένη ταῦτα, καὶ ὁποῖα μετὰ τὴν ἔξοδον ἀπαντήσεταί σοι, ὡς λίαν ἐπαχθῆ καὶ ἐπώδυνα, καὶ βόησον· Ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς ὁ αἰώνιος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν, μὴ ἐγκαταλίπῃς με, μὴ ὑπερίδῃς με, μὴ ἀποστήσῃς ἀπ’ ἐμοῦ τὸ ἔλεός σου· Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ γὰρ οὕτως ἔχων καὶ οὕτω διανοούμενος οὐκ ἀπαγορεύω τῆς ἀγαθῆς ἐλπίδος, οὐδὲ ἀπογινώσκω τῆς σωτηρίας μου. Οἶδα γὰρ τοῦ ἐμοῦ ∆εσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστὶ, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, θέλων δὲ πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας. Οὐ γὰρ ἦλθες καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἱατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδὸς, σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. ∆ός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ, ὅτι παρὰ σοῦ πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· ἵνα καὶ δεηθῶ ἀξίως καὶ ἱκετεύσω συμφερόντως.
Μὴ ἀποστραφῶ τεταπεινωμένος, κατῃσχυμμένος, ἀλλὰ τυχὼν ὧν ἤλπισα· καὶ οὕτως ἀπελεύσομαι χαίρων ἐν πληροφορίᾳ καρδίας μου. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου· ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, συγχώρησόν μοι τῷ ἀχρείῳ καὶ ταπεινῷ, ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου ἐπὶ τὴν ἐμὴν ἀθλιότητα, ἐπίβλεψον ἐξ ἁγίων σου ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου σου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι, ἵνα ἀναψύξω, πρὸ τοῦ με ἀπελθεῖν, ὅθεν οὐκ ἔτι λοιπὸν ἐπιστρέψω. Ὡς ἄνθρωπος ἥμαρτον, ὡς Θεὸς συγχώρησον· σὺ γὰρ οἶδας, ∆έσποτα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Μνήσθητι ὅτι χοῦς ἐσμεν· μνήσθητι ὅτι σὺ μόνος καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος, πάντες δὲ ἡμεῖς ἐν ἐπιτιμίοις· μνήσθητι τῶν ἀπ’ αἰῶνος οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου, καὶ μὴ συγκαταδικάσῃς με ταῖς ἀνομίαις μου, μηδὲ κατὰ τὰς ἁμαρτίας μου ἀνταποδῷς μοι. Οἶδας τὸ πλῆθος τῶν ἀνομιῶν μου, ὅτι πολὺ καὶ ἀριθμῷ μὴ ὑποκείμενον· ἀλλ’ οἶδα καὶ τὸ πέλαγος τῆς φιλανθρωπίας σου, ὅτι ἀνείκαστον καὶ ἀνίκητον. Σὺ γὰρ εἶ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς, τοῦ ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἐλέησον, ἐλέησον τὸ ποίημα τῶν χειρῶν σου· μὴ βδελύξῃ με τὸν ἀνάξιον, ἀλλ’ οἰκτείρησον τὸ ποίημά σου, ὁ δι’ ἐμὲ σταυρὸν ὑπομείνας, καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα, ἀλλ’ ἰασάμενος, ἐξάλειψον πάντα φαρμάκῳ συμπαθείας, καὶ σπόγγῳ φιλανθρωπίας σου· Πάντα γὰρ δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.
Κατάνυξόν μου τὴν πεπωρωμένην καρδίαν, ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος, δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν, ὡς τῆς πόρνης, ὡς τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος τοῦ λῃστοῦ τὴν εὐγνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν χειλέων καρπὸν, ὡς θυσίαν ζῶσαν, εὐάρεστον, εἰς ὀσμὴν εὐωδίας. Παρακαλῶ, παρακλήθητι· δυσωπῶ, δυσωπήθητι. Ἥμαρτε καὶ Μανασσῆς ἐκεῖνος ὁ βασιλεὺς, ἀλλ’ οὐκ ἀπώλετο μετανοήσας· ἥμαρτε καὶ ∆αυῒδ πρὸ ἐκείνου, ἀλλὰ τὴν ἁμαρτίαν ἀποκλαυσάμενος ἠλεήθη. Πολλὰ ἔχω τοιαῦτα παραδείγματα παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ’ ἐμοῦ, καὶ τρέφοντά μου τὴν ἐλπίδα τῆς σωτηρίας. Παρακάλεσόν μου καὶ σὺ τὴν καρδίαν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως· ψυχαγώγησον καὶ ἀγάθυνον, ἡ πηγὴ τοῦ ἐλέους καὶ τῶν ἀγαθῶν. Πολλὰ ἐποίησας ἀπὸ τοῦ αἰῶνος μεγάλα καὶ θαυμαστὰ, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· ἀλλ’ εἰ ἐμὲ τὸν ἄσωτον σώσεις, εἰ ἐμὲ τὸν ἀνάξιον παραστήσεις, πλείω καὶ μείζω θαυμαστωθήσῃ· ὅτι τοσαύτη σου τῆς ἐλεημοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἀπὸ τοῦ εἶναι υἱὸν γεέννης, υἱὸν βασιλείας ἀποτελεῖν.
Καὶ ἔτι κεκράξομαι πρὸς τὸν Κύριόν μου, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι· κυβέρνησον τὸ ὑπόλοιπόν μου τῆς ζωῆς κατὰ τὸ θέλημά σου· στήριξόν με εἰς τὸν φόβον σου· στερέωσόν με ἐν τῇ ἀγάπῃ σου, καὶ ἐν τῷ πλήθει τῆς χρηστότητός σου· χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστᾶ καὶ τὰς ἁρμονίας μου καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ σου ἔπιδε, καὶ εἰς ἀνέσεως καὶ εἰς ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὀδηγήσας, ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοὶ ἑκάστῳ κατ’ ἀξίαν διανεμόμεναι. Ἔτι δέομαι καὶ παρακαλῶ, δὸς δὴ, Κύριε, καὶ χάριν συνέσεως τῇ ἐμῇ ἀναξιότητι τοῦ διανοεῖσθαι τὰ σοὶ εὐάρεστα, κἀμοὶ συμφέροντα, καὶ μὴ μόνον διανοεῖσθαι, ἀλλὰ καὶ διαπράττεσθαι, τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις, τὸ μὴ διαπράττεσθαι τὰ μὴ δέοντα, τὸ ἀκενοδόξως ταπεινοῦσθαι τοῖς ταπεινοῖς, καὶ τοῖς πάσχουσι συμπαθεῖν, καὶ τοῖς ἁμαρτάνουσι συγχωρεῖν. Οἶδα γὰρ ὡς, εἰ μὴ ἀφήσω, οὐκ ἀφεθήσομαι.
∆ιὰ τοῦτο, παρακαλῶ, συγχώρησον πάντα πᾶσι τοῖς ἁμαρτάνουσιν εἰς ἐμέ· οὐ γάρ εἰσιν οὗτοι αἴτιοι, ἀλλ’ ἐγὼ ὁ ἄθλιος, ὁ μὴ ποιῶν τὸ θέλημά σου, καὶ μὴ φυλάττων τὰ προστάγματά σου. Τοὺς δὲ ἀγαπῶντας ἡμᾶς ἀντάμειψαι ταῖς πλουσίαις σου δωρεαῖς· τὸν δὲ πνευματικόν μου πατέρα, καὶ τοὺς ἀδελφοὺς, οὓς σὺ δέδωκας, εὔσπλαγχνε, κρίμασιν οἷς ἐπίστασαι σὺν ἐμοὶ φιλανθρώπως οἰκτειρήσας, ἐλέησον. Ταῦτά μου τῆς προσευχῆς τὰ ῥήματα ἔστωσαν ὑπερεντυγχάνοντά μου καὶ ζῶντος καὶ θανόντος· αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα ὡς θυμίαμα ἐνώπιόν σου κατευθηνθήτωσαν· ἐγὼ δὲ καθ’ ἑκάστην ἀναμένω τοῦ θανάτου τὸ ἀπαραίτητον. Καὶ τὸ μὲν σῶμά μου τὸ ἄθλιον ταφῇ παραδοθὲν διαφθαρήσεται, καὶ εἰς τὰ ἐξ ὧν συνετέθη ἀναλυθήσεται, ὅπερ ἀναστήσεις ὁ ζωοδότης ἄφθαρτον ἐν τῷ τῆς παλιγγενεσίας καιρῷ· τὸ δὲ πνεῦμά μου εἰς χεῖράς σου παρατίθημι. Ἀνάπαυσον, ἅγιε ∆έσποτα, ἐν φωτὶ ζώντων, καὶ ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων, καὶ τοὺς ἐμοὺς γεννήτορας, προγόνους, καὶ ἀδελφοὺς, σοὺς δὲ οἰκέτας εὐγνώμονας· ὅτι, εἰ καὶ ἡμάρτομεν, ἀλλ’ οὐκ ἀπέστημεν ἀπὸ σοῦ, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, ἀλλὰ σὲ ἔγνωμεν, καὶ σὲ ἠγαπήκαμεν, καὶ σοὶ πεπιστεύκαμεν, καὶ σὲ προσκυνοῦμεν τὸν ἕνα ἐν Τριάδι Θεὸν, ἐν σοί τε προσευχόμεθα, καὶ ἐν σοὶ τὰς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας.
Ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ σῶσον εἰς τὴν ἐπουράνιον καὶ αἰώνιόν σου βασιλείαν. Ναὶ δὴ, Κύριέ μου, Κύριε, οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ διὰ τὴν πολλήν σου καὶ ἀνυπέρβλητον ἀγαθότητα, καὶ διὰ τὴν ἄφατόν σου εὐσπλαγχνίαν καὶ φιλανθρωπίαν, πρεσβείαις τῆς πανενδόξου, πανυμνήτου, ὑπερευλογημένης, καὶ κεχαριτωμένης δεσποίνης ἡμῶν, ὑπεραγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἐπουρανίων καὶ νοερῶν δυνάμεων, καὶ πάντων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.