Αναζήτηση

Αντιμήνσιο Ιεράς Μητροπόλεως Μόρφου

eikona-agiwn-morfou.jpg


eikona-agiwn-morfou.jpg


Ο άγιος Ιάκωβος ‘‘ο με συγχωρείτε

Νέα-Δραστηριότητες

ouranos2

Παναγία Φορβιώτισσα, τοιχ. 1105/6  Ιερά Μονή Παναγίας της Φορβιώτισσας (Ασίνου), Νικητάρι -Κύπρος

agiosmamas2.jpg

Αρχική Ομιλίες Μητροπολίτη Μόρφου Νεόφυτος: Ὁ νέος Οἰκονόμος καὶ Ἀρχειοφύλακας τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου π. Ἀνδρέας Φιλίππου
en el fr
Μόρφου Νεόφυτος: Ὁ νέος Οἰκονόμος καὶ Ἀρχειοφύλακας τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου π. Ἀνδρέας Φιλίππου Εκτύπωση

YouTube: Ομιλίες Μητροπολίτη

Προσφώνηση τοῦ πατρὸς Ἀνδρέου Φιλίππου γιὰ τὴν προχείρισή του σὲ Οἰκονόμο καὶ Ἀρχειοφύλακα τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου καί, ἀντιφώνηση τοῦ Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου κατὰ τὴ διάρκεια τῆς ἀρχιερατικῆς Θείας Λειτουργίας τῆς Κυριακῆς τοῦ Παραλύτου, ποὺ τελέσθηκε στὸν ἱερὸ ναὸ  Παναγίας Ἐλεούσης τῆς κοινότητος Κοράκου τῆς μητροπολιτικῆς περιφέρειας Μόρφου (19.5.2019).

 

 

***

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΜΟΡΦΟΥ

ΕΥΧΗ ΕΙΣ ΤΟ ΠΟΙΗΣΑΙ ΑΡΧΕΙΟΦΥΛΑΚΑ

 

Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ χορός: Κύριε ἐλέησον.

Ὁ ἀρχιερεύς: Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐλεῶν καὶ τρέφων τὰ σύμπαντα· ὁ τάξας τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν· ὁ τοὺς πατέρας ἡμῶν φωτίσας δοξάζειν τὸ μεγαλοπρεπὲς ὄνομά Σου ἐν ναοῖς, ἐν θυσιαστηρίοις, ἐν εἰκονίσμασιν, ἐν ἱεροῖς σκεύεσιν καὶ λοιποῖς κειμηλίοις, ἵνα καὶ δι᾽ αὐτῶν ἁγιάζεται ἡ ἡμετέρα φύσις·

Αὐτός, Κύριε, πρόσδεξαι τὸν δοῦλόν Σου Πρεσβύτερον Ἀνδρέαν, Οἰκονόμον τῆς καθ᾽ ἡμᾶς Μητροπόλεως, ὃν ἠξίωσας κατὰ τὰ διατρέξαντα ἔτη μετὰ πολλοῦ κόπου, μόχθου καὶ ἀγάπης συστῆσαι μέγα ἀρχεῖον τῶν εἰκόνων καὶ λοιπῶν κειμηλίων ἁπάσης τῆς Μητροπόλεως Μόρφου, καὶ κατάστησον αὐτὸν ἱερὸν ἀρχειοφύλακα τούτων, καὶ δώρησαι αὐτῷ χερουβικοὺς ὀφθαλμούς, ἵνα φυλάττῃ τὰ τιμαλφῆ τῆς Πίστεως ἡμῶν.

Καταξίωσον δὲ τοῦτον ὁλοκληρῶσαι τὸ ἔργον αὐτοῦ καί, ὡς ἀρχειοφύλακα τῆς καθ᾽ ἡμᾶς Μητροπόλεως Μόρφου, μετὰ συνέσεως καὶ διακρίσεως καταστῆσαι κοινωνοὺς τοῦ τοιούτου κειμηλιακοῦ πλούτου τοὺς ἔχοντας ἐπιθυμίαν γνωρίσαι τὴν ἱστορίαν καὶ φιλοκαλίαν τῶν προγενεστέρων γενεῶν τῆς ἡμετέρας πατρίδος.

Πρεσβείαις τῆς Θεοτόκου Ὁδηγητρίας, προστασίαις τῶν θεοειδῶν ἀγγέλων καὶ ἀρχαγγέλων μετὰ πασῶν τῶν ἐπουρανίων δυνάμεων ἀσωμάτων καὶ ἱκεσίαις πάντων τῶν ἐν τῇ Μητροπόλει Μόρφου διαλάμψαντων ἁγίων Ἀποστόλων, Ἱεραρχῶν, Μαρτύρων, Νεομαρτύρων, Ὁσίων καὶ Δικαίων.

Ὅτι Σὺ εἶ ὁ δοτὴρ τῆς σοφίας καὶ τῆς γνώσεως, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

os