Αναζήτηση

Διάφορα Κείμενα

Αντιμήνσιο Ιεράς Μητροπόλεως Μόρφου

eikona-agiwn-morfou.jpg


eikona-agiwn-morfou.jpg


Ο άγιος Ιάκωβος ‘‘ο με συγχωρείτε

Νέα-Δραστηριότητες

ouranos2

Παναγία Φορβιώτισσα, τοιχ. 1105/6  Ιερά Μονή Παναγίας της Φορβιώτισσας (Ασίνου), Νικητάρι -Κύπρος

agiosmamas2.jpg

Αρχική Διάφορα Κείμενα Ἀκολουθία προεόρτιος τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ,
en el fr
Ἀκολουθία προεόρτιος τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ, Εκτύπωση

Ἀρχιμανδρίτου Φωτίου Ἰωακεὶμ

Τῇ λα´ τοῦ μηνὸς Ἰουλίου
Ἀκολουθία προεόρτιος τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ,
ποίημα Γεωργίου, ἐπισκόπου Νικομηδείας,
τὸ πρῶτον ἐνταῦθα ἐκδιδομένη ἐκ τοῦ κώδικος
Σιναϊτικοῦ ἑλληνικοῦ 632 (11ου αἰ.), φφ. 199v-202v.

 

 

Τῇ λα´ τοῦ μηνὸς Ἰουλίου

Ἀκολουθία προεόρτιος τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ,

ποίημα Γεωργίου, ἐπισκόπου Νικομηδείας,

τὸ πρῶτον ἐνταῦθα ἐκδιδομένη ἐκ τοῦ κώδικος

Σιναϊτικοῦ ἑλληνικοῦ 632 (11ου αἰ.), φφ. 199v-202v.

 

Κοντάκιον.  Ἦχος δ.΄Ἐπεφάνης σήμερον.

πεφάνη σήμερον, Σταυρὸς ὁ μέγας, καὶ φωτὸς ἐπλήρωσε, πᾶσαν τὴν κτίσιν ἀστραπαῖς, τοῦ ἐν αὐτῷ τανυθέντος Χριστοῦ· ὃν προσκυνοῦντες, πιστῶς ἀσπασώμεθα.

Στιχηρὰ προσόμοια. Ἦχος δ΄.Ἔδωκας σημείωσιν.

λαμψε λαμπρότητι, θαυμάτων ὑπὲρ τὸν ἥλιον, ὁ τρισόλβιος τύπος Σταυροῦ, δι’ ὧν κατελάμπρυνε, τῇ αὐτοῦ προόδῳ, τὴν σύμπασαν κτίσιν, σκότος ἐλαύνων τῶν παθῶν, τῶν νοσημάτων λύων κατήφειαν, καθαίρων ἁμαρτήματα, τὴν εὐρωστίαν δωρούμενος, καὶ πιστοῖς παρεχόμενος, σωτηρίαν αἰώνιον.

φανον τοῖς πέρασιν, αἱ ἀστραπαὶ τῆς δυνάμεως, παραδόξως τοῦ θείου Σταυροῦ, τὸ σκότος διώκουσαι, τῆς πολυθεΐας, καὶ θεογνωσίας ἐξανατέλλουσαι τὸ φῶς, ἀθανασίας σέλας πυρσεύουσαι, ζωῆς αὐγὰς προχέουσαι, πᾶσιν εἰρήνην βραβεύουσαι, εὐλογίαν παρέχουσαι, καὶ χαρὰν καταγγέλλουσαι.

δωκας τῇ πόλει σου, τεῖχος Χριστὲ καὶ ὀχύρωμα, τοῦ Σταυροῦ σου τὸ τρόπαιον, Ἐκκλησίας στήριγμα, σθένος ἱερεῦσι, οἰκίαις σφραγίδα, λαοῖς φρουρὸν καὶ βοηθόν, τοῖς Βασιλεῦσιν ὅπλον ἀήττητον, τοῖς πλέουσι κυβέρνησιν, ὁδοιποροῦσιν εὐθύτητα, θλιβομένοις ἀνάψυξιν, καὶ ζωὴν τοῖς ὑμνοῦσί σε.

Εἰς τὸν Ὄρθρον.

Κανὼν Προεόρτιος, οὗ ἡ ἀκροστιχίς·

«Σταυρῷ γεγηθώς, ἐξᾴδω θεῖον μέλος», ἐν δὲ τοῖς θεοτοκίοις· «Γεωργίου».

ᾨδὴ α´. Ἦχος δ´.Ἀνοίξω τὸ στόμα μου.

Σταυροῦ προσκυνήσιμος, ἡμέρα πάρεστι σήμερον, ἐν ᾗ ἁγιάζονται, ψυχαὶ καὶ σώματα, καὶ σφραγίζονται, οἰκίαι καὶ καρδίαι, τῶν πιστῶν στηρίζονται· δεῦτε συνδράμωμεν.

Τὸ Ξύλον τὸ πάντιμον, τιμῆς ἁπάσης τὸ πρόξενον, τιμήσωμεν σήμερον, καὶ μακαρίσωμεν· ἁγιάζει γάρ, τοὺς πίστει προσιόντας, ἐλαύνει νοσήματα, διώκει δαίμονας.

ψώσωμεν Κύριον, καὶ τὸ αὐτοῦ προσκυνήσωμεν, θεῖον ὑποπόδιον, δι’ οὗ ὑψώθημεν, πρὸς οὐράνια, καὶ τῆς χαμαιζηλίας, τὰς φρένας ἐπάρωμεν, τοῦτον δεχόμενοι.

Θεοτοκίον

Γνωστὸν τὸ τῆς βρώσεως, ξύλον ἐκέκλητο πρότερον, ἐν ᾧ κατεκρίθημεν, καλοῦ τε καὶ πονηροῦ· ὁ Σταυρὸς δὲ νῦν, τοῦ σοῦ Υἱοῦ Παρθένε, δι’ οὗ ἐζωώθημεν, ξύλον ὁρᾶται ζωῆς.

δὴ γ΄.Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε.

άβδῳ δυναστείας σου τῆς θείας, ἐῤῥύσω τὸν πάλαι Ἰσραήλ, Σταυρῷ δὲ τῷ τιμίῳ σου, λαὸν τὸν νέον ἔσωσας, ὃν ἁγιάζει σήμερον, ἐν τούτῳ Σῶτερ καυχώμενοι.

ς θεῖον κειμήλιον καὶ πλοῦτον, ζωῆς τὸν σωτήριον Σταυρόν, ἐν οἴκοις εἰσδεξώμεθα, ψυχαῖς εἰσοικισώμεθα, σημειωθῶμεν σώμασιν, καὶ εὐφρανθῶμεν ἐν Πνεύματι.

Γνωστὸν τὸ σὸν ἔλεος γενέσθω, διὰ τοῦ τιμίου Σου Σταυροῦ, ἐν ἡμῖν τοῖς γινώσκουσιν, Θεόν σε καὶ Δεσπότην Χριστέ, καὶ τὴν αὐτοῦ ἐν Πνεύματι, νῦν προπομπὴν ἑορτάζουσιν.

Θεοτοκίον

κ σοῦ τῆς Ἁγνῆς Χριστὸς βλαστήσας, ἡ ἄμπελος ἡ ἀληθινή, γλεῦκος ζωῆς ἀνέβλυσεν, ἐφηπλωμένος Ξύλῳ Σταυροῦ, καὶ ἀμβροσίας ἔδειξε, μετόχους τοὺς σὲ γεραίροντας.

ᾨδὴ δ΄.Τὴν ἀνεξιχνίαστον.

πὶ τὴν οὐράνιον τρίβον ἡμᾶς, πλέοντας τοῦ βίου τὴν θάλασσαν, ἴθυνον Σῶτερ, τῷ ἰστίῳ τοῦ Σταυροῦ, αὔραις ταῖς τοῦ Πνεύματος, τοὺς αὐτὸν τιμῶντας ὡς ξύλον ζωῆς.

Γνώσεως τῆς κρείττονος διὰ Σταυροῦ, καὶ σωτηρίας ἐτύχομεν, τῆς ἀγνωσίας, λυτρωθέντες καὶ φθορᾶς, δι’ οὗ καὶ νῦν ῥυσθείημεν, νόσων, συμφορῶν, ἀναγκῶν καὶ παθῶν.

Θαύμασιν ἐφαίδρυνας σοῦ τὸν Σταυρόν, καὶ ταῖς ἐνεργείαις ἐδόξασας, τῶν ἰαμάτων. Καὶ νῦν, Σῶτερ, δι’ αὐτοῦ, ὡς ἀγαθὸς θαυμάστωσον, ἐπὶ τοὺς πιστοὺς τὰ ἐλέη σου.

Θεοτοκίον

ς Θεοῦ λοχεύτρια ῥῦσαι ἡμᾶς, ῥάβδῳ πρεσβειῶν ἐκ χειρὸς ἐχθρῶν, ἐγκαυχωμένους τῷ Σταυρῷ τοῦ σοῦ Υἱοῦ, καὶ τοῦτον Κόρη φύλακα, ἐπιγραφομένους σωτήριον.

ᾨδὴ ε΄.Ἐξέστη τὰ σύμπαντα.

ς ὅπλον ἀήττητον, λαχόντες καὶ κραταίωμα, Χριστοῦ τὸν Σταυρὸν ἀεὶ πλουτοῦμεν, πόλεων τεῖχος, οἴκων ἑδραίωμα, σκέπην οἰκητόρων καὶ ἐχθρῶν, πάντων ἀμυντήριον, καὶ ζωῆς φυλακτήριον. 

Συνήθως προέρχεται, Σταυρὸς ὁ πανσεβάσμιος, πόλιν καὶ λαὸν καθαγιάσαι, οἴκους φυλάξαι, νίκας βραβεῦσαι πιστοῖς, χάριν παρασχεῖν καὶ φωτισμόν· πάντες οὖν συνδράμωμεν, τοῦτον ὑποδεξόμενοι.

λύθη τὰ σύμβολα, ἐπαύθη τὰ αἰνίγματα, ἤνθησεν ἡ Χάρις ἐπεφάνη, τὸ φῶς ἐν κόσμῳ, διὰ τοῦ θείου Σταυροῦ, δέδοται χαρίσματα πιστοῖς, ἥπλωται τὰ θαύματα, καὶ πηγάζει τὰ κρείττονα.

Θεοτοκίον

υσθέντες χειρώσεως, τοῦ ᾅδου νῦν γεγόναμεν, μέτοχοι ζωῆς ἀκαταλύτου, Σταυρῷ καὶ πάθει, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, σέβοντες Μητέρα σε ζωῆς, οἱ τὴν θείαν πρόοδον, τοῦ Σταυροῦ ἑορτάζοντες.

ᾨδὴ Ϛ ΄.Τὴν θείαν ταύτην καὶ πάντιμον.

παύθη πλάνη παγέντος Σταυροῦ, ἐλύθη λύπη ἔχθρα ἀνῄρηται· προερχομένου δὲ νῦν, κτίσις κροτεῖ, κόσμος χαίρει χαρᾷ, στῖφος θρηνεῖ δαιμόνων, ἀγγέλων μέλπει πληθύς.

Ξενίζει φρένας καὶ νοῦν ἐξιστᾷ, τὸ ξένον τοῦ Σταυροῦ σου μυστήριον, ξύλον ὁρώμενον, φλέγει δαιμόνων τὰς φάλαγγας, καὶ παύει πάντα πόνον, Σῶτερ δυνάμει τῇ σῇ.

δὰμ τοῦ ᾅδου λελύτρωται, ἡ Εὔα τῆς ἀρᾶς ἠλευθέρωται, κόσμος πεφώτισται, ἀὴρ καὶ γῆ καθηγίασται, τῇ τοῦ Σταυροῦ δυνάμει, καὶ πάντα γέγηθε.

Θεοτοκίον

Γνωστοὶ Θεῷ γεγονότες ἐν σοί, ὑψοῦμεν τὸν Υἱόν σου καὶ Κύριον, καὶ προσκυνοῦμεν Ἁγνή, ὑποποδίῳ τῶν τούτου ποδῶν· ἅγιον γὰρ ὑπάρχει, ξύλον τοῦ θείου Σταυροῦ.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.

ς ζωῆς ξύλῳ Σταυρῷ Χριστοῦ προσέλθωμεν, ἐπερειδόμενοι, καὶ ἀντεχόμενοι νῦν, ἀσφαλοῦς ὡς φύλακος, τούτου καὶ μέλποντες· παντευλόγητον, Ξύλον ἡμᾶς εὐλόγησον, ἁγιάζον καὶ φωτίζον.

κκλησίας συγκροτεῖ, πόλεις τειχίζεται, Σταυρὸς ὁ πάντιμος, χώρας τηρεῖ ἀβλαβεῖς, οἰκίας σφραγίζει δέ, κατατροπούμενος, σθένει Πνεύματος, ἐχθρὸν τὸν ὀλοθρεύοντα, καὶ φρουρεῖ τοὺς ἐνοικοῦντας.

ερεῖς καὶ βασιλεῖς, κριταὶ καὶ ἄρχοντες, νῦν συναγάλλονται, καὶ γένος ἅπαν βροτῶν, πανέορτον ἄγοντες χαρὰν εὐφρόσυνον, τῇ Προόδῳ σου, Σταυρὲ δι’ οὖ βραβεύεται, ἀγαθῶν ἅπασα δόσις.

Θεοτοκίον

ερᾶς φυλῆς ἐβλάστησας βασίλειος, ῥίζα Θεόνυμφε, τὸν βασιλέα Χριστόν, ἀνίκμως ἀνθήσασα, πάντας ῥυσάμενον, τῆς χειρώσεως, τοῦ τυραννοῦντος αἵματι, καὶ Σταυρῷ αὐτοῦ τιμίῳ.

ᾨδὴ η΄. Παίδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Ὁ λόγος Σταυροῦ τοῦ σεβασμίου, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, ἐν τοῖς σῳζομένοις δέ, δύναμις Θεοῦ ἐστίν, δι’ οὗ ἡμεῖς σεσώσμεθα, ἐν ᾧ καυχώμεθα, παρ’ οὖ τὴν εὐλογίαν αἰτοῦμεν, καὶ τὴν σωτηρίαν, τρυγῶμεν εἰς αἰῶνας.

Νῦν ὡς ἐν ἡμέρᾳ εὐσχημόνως, ἐν κόσμῳ περιπατῆσαι ἐπειχθείημεν, λάμπουσαν θεώμενοι, τοῦ Σταυροῦ τὴν δύναμιν, τὸν ζόφον ἀπελαύνουσαν, τῆς ματαιότητος, τὸ κάλλος τῆς ἁγνείας ποθοῦσαν, καὶ τῆς εὐσεβείας, τὸ κλέος συγκροτοῦσαν.

Μέγας ὁ Σταυρὸς ταῖς ἐνεργείαις, ἐστὶν εἰ καὶ σμικρὸς τῇ λέξει δείκνυται· λάμπει γὰρ τοῖς θαύμασιν, φαίνει τοῖς χαρίσμασιν, ἀστράπτει ταῖς λαμπρότησι τῶν θεαυγῶν ἀρετῶν, πλουτεῖ τῶν ἰαμάτων τὴν χάριν, καὶ καταφαιδρύνει ψυχὰς τῶν εὐσεβούντων.

Θεοτοκίον

τι προετύπου σου τὸν τόκον, ἡ ἄνυδρος πέτρα ὕδωρ ἔβλυσε, πρὶν ἣν Μωσῆς Θεόνυμφε, ῥάβδῳ δὶς ἐπάταξεν, ὅτε Σταυροῦ τὴν δύναμιν ὑπεζωγράφησεν· ἀσπόρως γὰρ καὶ σὺ συλλαμβάνεις, καὶ σεσαρκωμένον, Θεὸν ἀφθόρως τίκτεις.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Λάμπει ὁ Σταυρός, φαιδρὸς ὑπὲρ ἥλιον, θεουργικαῖς ἀστραπαῖς, λύει τὰ νοσήματα, ἐλαύνει πάθη, φωταγωγεῖ τὰς ψυχάς, καταλαμπρύνει σώματα, φλέγει τοὺς δαίμονας, Ἐκκλησίας φαιδρύνει τὸ πλήρωμα, καὶ φωτίζει τοὺς πίστει τιμῶντας αὐτόν.

λην τὴν αὐγήν, πλουτήσας τοῦ Πνεύματος, ὅλην τὴν κτίσιν πληροῖ· πᾶσαν ἡλικίαν γὰρ, πᾶσαν ἀξίαν, καὶ πᾶσαν φύσιν φρουρεῖ, Σταυρὸς ὁ τρισμακάριστος, ἀμάχῳ σθένει Χριστοῦ, πᾶσαν πόλιν καὶ χώραν λυτρούμενος, ἐκ λιμοῦ καὶ λοιμοῦ καὶ σεισμοῦ καὶ φθορᾶς.

Σβέσον πῦρ παθῶν, στῆσον ῥοῦν κακώσεως, παῦσον ὀδύνας ψυχῶν, θραῦσον θράση βάρβαρα, βράβευσον νίκας τοῖς βασιλεῦσι Χριστέ, τὰς Ἐκκλησίας στήριξον, τὰς πόλεις τείχισον, πᾶσαν χώραν, τήρησον ἀλώβητον, τοῦ Σταυροῦ τῇ δυνάμει καὶ σῶσον ἡμᾶς.

Θεοτοκίον

ψωσον λαόν, ὑψοῦντα τὸν Κύριον, ὃν ἐσωμάτωσας, μόνη Μητροπάρθενε, καὶ προσκυνοῦντα τῷ τῶν ποδῶν αὐτοῦ, ὑποποδίῳ σήμερον, καὶ τὴν ἑόρτιον, ἐκτελοῦντα, τοῦ Σταυροῦ πανήγυριν, καὶ πιστῶς ἐν ᾠδαῖς σε γεραίροντα.