Αναζήτηση

Τοπικοί Άγιοι

Αντιμήνσιο Ιεράς Μητροπόλεως Μόρφου

eikona-agiwn-morfou.jpg


eikona-agiwn-morfou.jpg

 

ouranos2

Παναγία Φορβιώτισσα, τοιχ. 1105/6  Ιερά Μονή Παναγίας της Φορβιώτισσας (Ασίνου), Νικητάρι -Κύπρος

agiosmamas2.jpg

Αρχική Αγιολογία Ακολουθία του Οσίου Ιακώβου Τσαλίκη του εν Ευβοία
en el fr
Ακολουθία του Οσίου Ιακώβου Τσαλίκη του εν Ευβοία Εκτύπωση
 
Εισαγωγικό σημείωμα στην Ακολουθία του οσίου πατρός ημών Ιακώβου,  καθηγουμένου της εν Ευβοίᾳ ιεράς μονής Οσίου Δαβίδ του Γέροντος

Μετά τη χθεσινή (27.11.2017) επίσημη από το Οικουμενικό Πατριαρχείο ανακήρυξη της αγιότητας του οσίου και Θεοφόρου πατρός ημών Ιακώβου, του διατελέσαντος καθηγουμένου της εν Ευβοίᾳ ιεράς μονής Οσίου Δαβίδ του Γέροντος και εν ειρήνῃ τελειωθέντος τῃ 21ῃ Νοεμβρίου του έτους 1991, και την ένταξή του στο Αγιολόγιον της Ορθοδόξου Εκκλησίας, κατά παράκληση πολλών γνωστών και επισκεπτών της ιστοσελίδας μας και κατόπιν ευλογίας του Πανιερωτάτου Μητροπολίτου Μόρφου κ. Νεοφύτου, δημοσιεύουμε στη συνέχεια και για πρώτη φορά την Ακολουθία του, όπως αυτή ψάλλεται στην καθ᾽ ημάς Ιερά Μητρόπολη Μόρφου.

Η Ακολουθία αυτή, που τάσσεται να ψάλλεται στις 22 Νοεμβρίου, σύμφωνα προς την ως άνω Πράξη εντάξεως του Γέροντος Ιακώβου «εν χοροίς αγίων», αποτελεί σύνθεση δύο συγχρόνων κορυφαίων Υμνογράφων, του Πανιερωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ και της οσιωτάτης μοναχής της Μονής Μακρυνού Μεγάρων Ισιδώρας. Η Ακολουθία μας αυτή απαρτίσθηκε κατ᾽ επιλογήν ύμνων εκ της πλήρους σχετικής Ακολουθίας εκάστου των ανωτέρω Υμνογράφων.

Για τους βουλόμενους να τελούν Αγρυπνίαν προς τιμήν του Οσίου Ιακώβου, έχουμε εντάξει, κατά την παλαιά των ιερών μονών τάξη, και τον σύντομο Βίο του, τον οποίο συνέθεσε το 1992 ο Πανιερώτατος Μητροπολίτης Μόρφου, τότε διάκονος, και ο οποίος αποτελεί και την πρώτη δημοσιευθείσα βιογραφία του νεοφανούς και θαυματουργού Γέροντος Ιακώβου.

***

 

ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ

ΠΑΤΡΟΣ ΗΜΩΝ

ΙΑΚΩΒΟΥ, ΚΑΘΗΓΟΥΜΕΝΟΥ

ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΟΣΙΟΥ ΔΑΒΙΔ

ΤΟΥ ΕΝ ΕΥΒΟΙᾼ

Ψαλλομένη τῇ κβ΄ Νοεμβρίου

Ποίημα Ἰσιδώρας, μοναχῆς ἐν τῇ ἱερᾷ μονῇ Ἁγίου

Ἰωάννου τοῦ Προδρόμου Μακρυνοῦ,

μετὰ προσθηκῶν ἐξ ἑτέρας ἀκολουθίας,

ποιηθείσης ὑπὸ Ἰωήλ, μητροπολίτου Ἐδέσσης

 

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΜΟΡΦΟΥ

2017

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τοῦ ἁγίου.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Φωταγωγὸν θεοφόρον, ἀνευφημήσωμεν, ἐν ταπεινώσει θείᾳ, ἐνδυθέντα ἀῤῥή­τως, τοῦ κτίστου εὐσπλαγχνίαν τρισσοφαῆ, καὶ ἀγάπης τὴν κένωσιν, τῆς θεαυ­γοῦς Ἰωνίας δένδρον τερπνόν, τὸν λαμπρότατον Ἰάκωβον.

Τελειοτάτῃ πτωχείᾳ, καὶ καθαρότητι, τῆς ἱερᾶς σου μάμμης, καὶ μητρὸς προ­σεδέξω, τὴν δρόσον εὐλαβείας καὶ θεαυγές, ὡσεὶ κρίνον ἐξήνθησας, ἐν τῇ Φαρά­κλᾳ Εὐβοίας ἀσκητικῶς, θεοδόξαστε Ἰάκωβε.

Στεφανωθεὶς τῇ σοφίᾳ, τοῦ Λόγου ἔνδοξε, θαυματουργὸς ἐδείχθης, παιδιόθεν παμμάκαρ, νέμων ἰαμάτων τὰς δωρεάς, ἐν πολλαῖς παρακλήσεσιν, ἐν ἀγρυπνίαις, νηστείαις καὶ προσευχαῖς, θεοβράβευτε Ἰάκωβε.

Εἰς παμφαῆ χοραρχίαν, εἰσδύσας πάνσοφε, ἐρατεινὴν τὴν χάριν, προσελάβου εὐφρόνως, ἁγίων ἀπολαύων ὄλβου λαμπροῦ, καὶ μετέχων ἐν Πνεύματι, Παρα­σκευῆς ἀθληφόρου τῇ χαρμονῇ, καὶ ἀγγέλων ταῖς ἐλλάμψεσι.

Δόξα. Ἦχος πλ. β΄.

νυμνήσωμεν χαίροντες, τῆς Εὐβοίας τὸν ἀνάργυρον ἰάτορα ἀναβοῶντες· Χαί­ροις, ὁ τὴν στοργὴν τοῦ Πνεύματος, δωρούμενος τῇ Ἐκκλησίᾳ. Χαίροις, ὁ διανέ­μων φωτισμόν, πρὸ τοῦ λαβεῖν τὴν χάριν τῆς ἱερωσύνης· καὶ γὰρ ἐνοικήσας, ἐν σοὶ ὁ Παράκλητος, ἐκ δυνάμεως εἰς δύναμιν ἐκράτυνέ σε, ποιεῖν καὶ πράττειν θαυμάσια. Διὸ ἐν οἰκειότητι, τοῖς ὁμοψύχοις σου ἁγίοις, τὰς ἐντεύξεις ποιούμενος, καὶ τὸν ὅσιον Δαβίδ, ἐν πίστει προστάσσων, Ἰάκωβε θεσπέσιε, ἀεὶ πρεσβεύεις, ὑ­πὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄.
Λέοντος Μαΐστορος.

Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοή­σωμεν, ὡς ὁ ἄγγελος· Χαῖρε, μόνη ἐν γυναιξὶν εὐλογημένη.

Εἰς τὸν στίχον, στιχηρὰ προσόμοια.

Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.

Λάμπεις χαρμονικῶς, Ἰάκωβε θεόφρον, εὐφραίνων Ἐκκλησίαν· καὶ γὰρ συλλει­τουργοῦντα, ἀγγέλοις ὤφθης ὅσιε.

 Στίχ.Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίρουσι γενεαί, ἑπτάριθμοι σεπτῶν σου, προγόνων ἱερέων, εὑροῦσαί σε συμμύ­στην, εἰς δεῖπνον ἐπουράνιον.

 Στίχ.Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελή­σει σφόδρα.

σχες μυσταγωγόν, καὶ θεῖον ἰατῆρα, τὸν μέγαν Χαραλάμπη, δι’ οὗ ταῖς ἐπι­τόκοις, παρεῖχες ἀντιλήψεις σου.

Δόξα.Τριαδικόν.

Ηὔφρανας μυστουργέ, μεθέξει σου τριφώτῳ, Τριάδα ἐν μονάδι, Πατέρα σὺν Υἱῷ τε, καὶ Πνεῦμα τὸ πανάγιον.

Καὶ νῦν. Θεοτοκίον.

Εἵλκυσας φαεινῶς, πανάχραντε Παρθένε, εἰς κῆπον Ἐκκλησίας, ποιμαίνειν ἐν τοῖς κρίνοις, Ἰάκωβον τὸν ἔνθεον.

 Τὸ Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὰ ἀπολυτίκια ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 Στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱ­στῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τοῦ ἁγίου.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰωὴλ Ἐδέσσης.

Τοῦ Λιβισίου τὸν γόνον, σεμνὸν Ἰάκωβον, τὸν ὕστερον ἐν μάνδρᾳ, τοῦ Δαβὶδ προεστῶτα, πρεσβύτερον ὁμοῦ τε καὶ μοναχόν, ἐπαινέσωμεν ἅπαντες, ὥσπερ γὰρ ἄγγελος ὤφθη ἐπὶ τῆς γῆς, τοῦ Κυρίου παντοκράτορος.

Τὴν θαυμαστὴν βιοτήν σου, πάτερ Ἰάκωβε, ἐν τῇ σεπτῇ μονῇ σου, τῶν ἀγγέ­λων ὁ δῆμος, ἐθαύμασε καὶ ὕμνησε τὸν Χριστόν, τὸν πλουσίως κοσμήσαντα, σὲ τὸν φιλόθεον ἄνδρα ταῖς ἀρεταῖς, καὶ χαρίσμασι τοῦ Πνεύματος.

Βλαστὲ σεπτῆς Θεοδώρας, πάτερ Ἰάκωβε, ταύτην ἐκτήσω πρώτην, ὁδηγὸν πρὸς τὰ κρείττω, νηστείαις, ἀγρυπνίαις καὶ προσευχαῖς, καὶ ἠθῶν τελειότητι· ὅθεν ἐδέ­ξω χαρίσματα ἐκ Θεοῦ, μιμησάμενος τὸν βίον αὐτῆς.

Προσόμοια ἕτερα.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰσιδώρας μοναχῆς.

ίζας τὰς ἁγίας σου, ὑπεραξίως τιμήσας, ἔφερες χρηστότητος, ἔνδυμα ἐρίχρυ­σον, ἐκ νεότητος· διαυγῶς κέκτησαι, ὅθεν ἐν πτωχείᾳ, καθαρότητος θησαύρισμα, πίστει αὐξόμενος, πλήρει τε νηστείᾳ τρεφόμενος, καὶ πᾶσι μεριζόμενος, σπλάγ­χνοις οἰκτιρμῶν καὶ ἁπλότητι. Διὸ Θεοτόκου, ἐφείλκυσας ἰάτειραν στοργήν, καὶ τῶν ἀύλων, Ἰάκωβε, σεπτὴν οἰκειότητα.

Χάριτι εὐθύτητος, προκαθαρθεὶς ἐλεῆμον, ἐν παννύχοις στάσεσιν, ἔθραυσας τὰ ἔνεδρα, τοῦ ἀλάστορος. Ἱερῶς ἔφερες, ὅθεν τοῦ Κυρίου, τὰς ὑψώσεις ἐν τῷ λάρυγ­γι, καὶ ἀνυπόδητος, ὥσπερ Μωυσῆς ἐμεγάλυνας, μυστήριον ἀπόῤῥητον, τῆς οἰκο­νομίας, Ἰάκωβε, φλεγόμενος πίστει, καὶ ἔρωτι Τριάδος μυστικῷ, ὁ μηδαμῶς ἐκ­καιόμενος, πυρὶ τῆς οἰήσεως.

Μένων ἀδιάφθορος, ταῖς ἡδοναῖς τῆς ἀπάτης, ἔφθασας εἰς ἄληκτον, ὅρασιν θε­σπέσιε, τῆς λαμπρότητος, ἱλαρᾶς πόλεως· ὅθεν τὰς σκηνώσεις, τῶν ἁγίων ἐθεώ­ρησας, ἐνισχυόμενος, θείαις ἀγλαΐαις τοῦ Πνεύματος, καὶ θέᾳ τῆς θεόπαιδος, ἧς τῇ ταπεινώσει μετέσχηκας, ἵνα ὑπομείνῃς, ἀνόμων ἐπιθέσεις ἰταμάς, ἀνεξικάκῳ πρᾳότητι, Ἰάκωβε πάνσοφε.

Δόξα. Ἦχος πλ. α΄.

Πᾶσαν δόξαν κενὴν φεύγων, καὶ ἀγρυπνῶν ὡς ἄσαρκος, λειμῶνα πανευώδη ἐ­ποίησας τὴν καρδίαν σου, ἐν χαρᾷ θεοῤῥύτῳ. Καὶ γὰρ τῶν συκοφαντῶν, ὑπομένων τὰς ἐφόδους ἐν εὐχαριστίᾳ, ἠδάφισας τοῦ Βελίαρ τὰς πυργοβάρεις, καὶ κοινωνὸς γέγονας θεϊκῆς φύσεως. Ὅθεν τῶν βροτῶν, τὴν πικρότητα ἐγλύκανας, Δαβὶδ τοῦ κλεινοῦ, ὀφθεὶς συνόμιλος καὶ ὁμοδίαιτος, καὶ Ἰωάννου τοῦ ὁμολογητοῦ, φιλήτωρ ὁμόψυχος. Διὸ τὴν ἡδίστην καὶ λεπτοτάτην αὔραν, τοῦ Παρακλήτου προσδεχθείς, Ἰάκωβε θεῖε, καὶ ἡμῶν παρακλήτωρ ἐφάνης, τοῖς βοῶσι· Κύριε δόξα σοι.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.

Λέοντος Μαΐστορος.

πέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου παρθένος, καὶ μετὰ τόκον παρθένος μείνασα, ἐν τῷ ναῷ προσάγεται· καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως· Ἤγ­γικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοί­κησιν τοῦ παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλι­άσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳ­ξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα παντάνασσα. Χαίρετε, λαοὶ καὶ ἀγαλλιᾶσθε.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. γ΄, 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀ­φθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡ­μῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κο­λασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐ­εργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξα­το αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ δι­αδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτὸν συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀ­γάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ε΄, 15-Ϛ΄, 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπε­ρασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρί­σιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πο­ρεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανα­κτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντι­στήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώ­σει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκού­σατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐ­πὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. δ΄, 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πο­λυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν με­ταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀ­πατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβα­σμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονη­ρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅ­τι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν λιτήν, ἰδιόμελα.
Ἦχος α΄.

χυρούμενος τῶν ἀύλων τῇ στραταρχίᾳ, ἐκτήσω ἀντιλήπτορας φαεινούς, ἐνισχύο­ντάς σε εἰς ὁδοὺς σκληράς. Ὅθεν τὸν ἱερομάρτυρα Χαραλάμπην, τὸν τροπαιοῦχον Γεώργιον, καὶ τὴν ὁσιομάρτυρα Παρασκευήν, προσδέδεξαι συνεκδήμους καὶ ἰάτορας, ἐν ταῖς ἐμπόνοις ἀριστείαις σου. Κοινωνὸς τοίνυν ὀφθείς, τῆς ἐπουρανίου ἱεραρχίας, τὸν τρισάγιον ὕμνον συνέψαλες, τῷ ἁγίῳ Νεκταρίῳ. Καὶ νῦν πρέσβευε, Ἰάκωβε ἀοί­διμε, ὑπὲρ τῶν πιστῶς ἀνυμνούντων σε.

Ἦχος β΄.

χνηλατῶν νομίμως, τὸν ἀσκητικὸν δίαυλον, ἀγλαῶς ἐφαίδρυνας, τὴν ἱερὰν μονὴν τοῦ θεοφόρου Δαβίδ, ὅνπερ ἀξίως ἐπλούτησας, ἀμύντορα καὶ συνέστιον. Ὅθεν τοῦτον τεθέασαι, ταῖς σαῖς ἐντεύξεσι παριστάμενον, τὴν θύραν ἀνοίγοντά σοι εὐγενῶς, καὶ ἐν τῷ αὐτοῦ σπηλαίῳ, εὐηράτως σε ξενίζοντα. Καὶ γὰρ ἀστέρα καθοδηγόν, προστά­ξας Χριστὸς ὁ Θεός, ἐν νυκτὶ φωταγωγεῖν σοι, ὡραίως σε ἐτίμησε, τὸν τιμῶντα ἀ­φράστως, Τριάδα ὁμοούσιον.

Ἦχος γ΄.

μιλῶν εἰς τὸ οὖς Δαβὶδ τοῦ φιλοῦντός σε, καὶ τούτου τῇ χάριτι σκεπόμενος, ἄ­βροχος ἔμεινας, κάτωθεν ὑετοῦ βαδίζων, θεσπέσιε. Τῇ ἀγάπῃ καὶ γὰρ τοῦ λαοῦ, ποιμαντικῶς ἐκκαιόμενος, ἐν μέσῳ παγετῶν, δι’ ἡμιόνου τὰς πορείας ἐποίου, πα­ριδὼν τῆς σαρκὸς τὴν ἀσθένειαν. Διὰ πλείστους τοίνυν ναοὺς μεριμνῶν, θερμῶς παρὰ Κυρίου ἐξεζήτησας, ἐλαίου προμήθειαν. Ὅθεν τὸ ὑπερχειλίζον δοχεῖον ἐνέ­φηνε, τῆς ἐνθέου εὐχῆς σου τὴν δύναμιν. Διὸ ἡμᾶς εὐλόγησον, προσκυνοῦντας ἐν πίστει, τὴν τιμίαν εἰκόνα σου, θεόγνωστε Ἰάκωβε.

Ἦχος δ΄.

Τῷ λόγῳ σου ὑποτάσσων, τὰς ἐξουσίας τοῦ σκότους, καὶ τούτων τὴν ἰσχὺν κατα­λύων, τῷ σημείῳ τοῦ Σταυροῦ, ἀμετρήτων σκορπίων ὁρμησάντων σοι, κατέπαυσας τὴν ἔφοδον. Καὶ γὰρ παραδούς, τὸ σὸν θέλημα τῷ Κυρίῳ, ἔσχηκας τὸν Θεὸν ὑπα­κούοντά σοι, τὴν δόξαν τούτου ἀπολαύων κηρύττοντος· «Τοὺς δοξάζοντάς με δοξά­σω». Διό, πάτερ Ἰάκωβε, πάντας τοὺς ὑμνητάς σου ἐνίσχυσον, ἐν ὁμονοίᾳ λατρεύ­ειν, Χριστὸν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Δόξα. Ἦχος πλ. δ΄.

ν ταῖς ἱερουργίαις σου, ὑπὲρ τὸ ἔδαφος αἰρόμενος, καὶ ἀγγελοπρεπῶς ἀνυμνῶν τὸν ζωοδότην, πτέρυγας ἀγγελικὰς ἔγνωκας, κροτούσας τοῖς ὤμοις σου. Διὸ ἀνε­γεῖραι θέλων, ναὸν τῶν ταξιαρχῶν, τὸν πάμφωτον Μιχαὴλ ἔσχηκας, δι’ ἅπασαν ἀ­νάγκην, προμηθέα πανόλβιον. Καὶ γὰρ ἐφάνης θεόληπτος, ὡς ταπεινὸς τῇ καρδίᾳ, θεωρῶν τὰς ψυχάς, δι’ ἃς τὰ τίμια δῶρα προσεκόμιζες. Ὅθεν δεόμεθα, πανεύφημε Ἰάκωβε, γενοῦ ἡμῶν ἀντιλήπτωρ, ἐν τῇ ὥρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Γεωργίου Νικομηδείας.

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχα­ρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν ἁγίων ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ᾿ ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε, Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν στίχον, στιχηρὰ προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, καθαροτάτῳ νοΐ, συλλειτουργῶν ταῖς παμφαέσι δυνάμεσι, καὶ νέμων τῆς ἀφθαρσίας, τὸ εἰρηνόδωρονφῶς, καὶ τοῦ ἀναστάντος, τὰ χαρίσματα. Διὸ εἰς τὰ ἅγια, τῶν ἁγίων εἰσέδυσας, ἐν εὐφροσύνῃ, θεωρῶν τὰ ἀπόῤῥητα, καὶ τοῖς κάλ­λεσι, Χερουβεὶμ εὐφραινόμενος. Ὅθεν κλυτὲ Ἰάκωβε, Δαβὶδ ὁμοδίαιτον, καὶ ἐρα­στὸν Ἰωάννην, ἀκαταλήκτως ἐξέπληττες, τοῦ Λόγου μεθέξει, προσλαβὼν τὴν ἐ­ξουσίαν, ἁπάσης κτίσεως.

 Στίχ.Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίροις, ὁ ἐν τῇ ῥίζῃ Σταυροῦ, ἀναβλαστήσας ὡσεὶ δένδρον κατάκαρπον, καὶ πόθῳ τοῦ βασιλέως, ἐν κατανύξει ψυχῆς, ἔλαιον ἐκβλύσας τῆς χρηστότητος. Καὶ γὰρ ἡ καρδία σου, συνεθλίβη, Ἰάκωβε, ὥσπερ ἐλαία, ὅτε πεῖναν ἠλόγησας, συ­μπαθέστατε, τῶν πενήτων συγγόνων σου. Ὅθεν καὶ κατηξίωσαι, πληθύνειν θεόφωτε, τῇ προσευχῇ σου τοὺς ἄρτους, ἵνα ἐκθρέψῃς τοὺς κάμνοντας. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 Στίχ.Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θε­λήσει σφόδρα.

Χαίροις, ὁ ἐνδυθεὶς εὐκλεῶς, τοῦ Παρακλήτου τὴν ἀπόῤῥητον δύναμιν, καὶ πά­ντιμον ξυνωρίδα, εἰς χειρουργίαν τὴν σήν, πόθῳ προσκαλέσας, ἱερώτατε, Δαβὶδ τὸν θεσπέσιον, καὶ τερπνὸν Ἰωάννην σου, οἳ προδραμόντες, σοὶ παρίσταντο κάθι­δροι, ὡς ἀκέστορες, καὶ σεπτοί σου θεράποντες. Χαίροις, τῆς θεομήτορος, ἑλκύ­σας τὴν εὔνοιαν, καὶ γεγονὼς ἑστιάτωρ, εἰς πανδαισίαν αἰώνιον, Ἰάκωβε θεῖε, ᾗ ἱ­κέτευε μετέχειν, τοὺς σὲ γεραίροντας.

Δόξα. Ἦχος πλ. δ΄.

ορτάσωμεν ἀγαλλόμενοι, τὰ εἰσόδια τοῦ φωταυγοῦς Ἰακώβου, τοῦ ἀγγέλου τῆς Εὐβοίας, καὶ θεοδωρήτου ἡμῶν ἀντιλήπτορος. Καὶ γὰρ σήμερον, ἡ ἀπείραν­δρος Δέσποινα, τοῦτον ὡς ἠγαπημένον συνεισήγαγεν, εἰς παστάδα αἰώνιον. Διὸ βοήσωμεν· Χαίροις, ὅσιε, τῆς Τριάδος κατάλυμα, ὁ προστάσσων τοὺς ἁγίους ἐν χρηστότητι. Χαίροις, ὁ κτησάμενος ἐν ὀδύνῃ τῆς κενώσεως, τῶν ἀποκρύφων τὴν γνῶσιν, καὶ ἐπιστάμενος τῶν χρόνων τὴν ἔκβασιν. Εὐλόγησον ἡμᾶς, παναοίδιμε, δεόμεθα.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.

Δαβὶδ προανεφώνει σοι, ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε, πανύμνητε. Τὴν γὰρ πρὸ τόκου παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε, Δέσποινα, καὶ τὰ ἅγια τῶν ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι· Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱ­όν σου καὶ Θεὸν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Τὸ Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὰ ἑξῆς.

Ἀπολυτίκια.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Λαμπρυνθεὶς τοῦ Δεσπότου ταπεινώσει, Ἰάκωβε, κάλλος ἐνεδύθης ἀρχαῖον, κα­ταυγάσας τὴν Εὔβοιαν. Διὸ συλλειτουργῶν τοῖς Χερουβείμ, ὡράθης Ἐκκλησίας χαρμονή, σὺν Δαβὶδ καὶ Ἰωάννῃ, ἱλαστικῶς φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰ­άματα.

Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἰωὴλ Ἐδέσσης.

Τῶν ὁσίων πατέρων τὰ κατορθώματα, ἐν ἐσχάτοις τοῖς χρόνοις, ζηλώσας ἅγιε, ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε, ἐν τῇ μάνδρᾳ τοῦ Δαβίδ, τοῦ προστάτου σου σεμνέ, ποιμάνας ταύτην ἐνθέως· διὸ σὺν τούτῳ μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμε­νος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε, τῆς οἰ­κονομίας τοῦ κτίστου ἡ ἐκπλήρωσις.

Ἀπόλυσις.

Εἰς τὸ σημεῖον τοῦτο, εἰ τελεῖται Ἀγρυπνία, καὶ πρὸ τοῦ Ἑξαψάλμου, κατὰ τὴν τῶν ἱερῶν Μονῶν τάξιν, τίθεται ἀνάγνωσις εἰς τὸν Βίον τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰακώβου.

Μητροπολίτου Μόρφου Νεοφύτου

ΒΙΟΣ ΕΝ ΣΥΝΤΟΜῼ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΑΚΩΒΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΤΗΣ ΕΝ ΕΥΒΟΙᾼ ΜΟΝΗΣ ΤΟΥ ΟΣΙΟΥ ΔΑΒΙΔ ΤΟΥ ΓΕΡΟΝΤΟΣ


          Ὁ Γέρο-Ιάκωβος ἐγεννήθη τὸ 1920 στὰ ματωμένα χώματα τῆς Μικρᾶς Ἀσίας, εἰς τὸ Λιβίσι τῆς Μάκρης, ἀπέναντι ἀπὸ τὴ γειτονική μας νῆσο Ρόδο. Ἕνεκεν αὐτῆς τῆς γειτονίας, ἔνιωθε πάντοτε μία ἰδιαίτερη ἀγάπη γιὰ τὴν Κύπρο. Ἡ μάνα του Θεοδώρα, ὅταν ἤθελε νὰ παρακαλέσει τὴν Παναγία, ἐγύριζε κατὰ τὰ βουνὰ τοῦ Κύκκου καὶ φώναζε: «Παναγία τοῦ Κύκκου μου. Φύλαγε τὰ παιδιὰ τοῦ κόσμου καὶ τὰ δικά μου». Αὐτὴ τὴ σχέση τῆς μάνας του μὲ τὴν Παναγία τοῦ Κύκκου, μὲ τὴν Κύπρο, θὰ τὴν κληρονομήσει ὁ Γέροντας μαζὶ μὲ ὅλη τὴ μικρασιατικὴ παράδοση καὶ θὰ τὴ μεταφέρει πρόσφυγας τὸ 1922 στὴ βόρεια Εὔβοια.

         Ὅταν τὰ καράβια τῆς προσφυγιᾶς ἔφτασαν τὸ 1922 στὸν Πειραιᾶ, μὲ τοὺς πονεμένους πρόσφυγες νὰ παρηγοροῦνται μὲ τὴ σκέψη ὅτι θὰ τοὺς ἀγκάλιαζε ἡ μητέρα Ἑλλάδα, τότε ἄκουσαν τοὺς ἀνθρώπους τοῦ λιμανιοῦ νὰ βρίζουν τὸν Χριστὸ καὶ τὴν Παναγία. «Γιὰ τοὺς δικούς μας ἀνθρώπους», ἔλεγε ὁ Γέροντας, «ἦταν πρωτάκουστα ἀκούσματα, καὶ ὅλοι φωνάξαμε· ‘‘παρά νὰ βρίζουν τὸν Χριστὸ καὶ τὴν Παναγία μας, καλύτερα πίσω στοὺς Τούρκους’’»! Οἱ κυνηγημένοι πρόσφυγες ἦταν φορεῖς μιᾶς ἄλλης παράδοσης, αὐστηρῆς, καλογερικῆς. Καὶ ὁ Γέροντας ἔνιωθε πάντοτε ὅτι ἦταν ἀπόγονος ἁγίων ἀνδρῶν, ἀφοῦ ἄκουε ἀπὸ τὴ μάνα του ὅτι καταγόταν ἀπὸ ἑφτὰ γενεὲς ἱερέων. Ἕνας ἀπὸ αὐτοὺς ἦτο ἀσκητὴς στὰ Ἱεροσόλυμα, τὴν ἴδια δὲ τὴ μάνα του Θεοδώρα ὁ π. Ἰάκωβος τὴ χαρακτήριζε ὡς ἀσκήτρια. Εἶχε τόση ἀρετὴ ἡ εὐλογημένη αὐτὴ γυναίκα, ποὺ προεῖδε τὸν θάνατό της πολλὲς μέρες πρὶν καὶ τὸν ἀνακοίνωσε στὰ παιδιά της, γιὰ νὰ τὰ προετοιμάσει.

         Τὴν προσφυγικὴ οἰκογένεια τοῦ Τσαλίκη τὴ δέχτηκαν τὰ φιλόξενα χώματα τῆς βορείου Εὐβοίας, συγκεκριμένα τὸ χωριὸ Φαράκλα. Ἐκεῖ ἔμαθε τὰ πρῶτα γράμματα στὸ δημοτικὸ σχολεῖο τοῦ χωριοῦ, τὰ ὁποῖα ἦσαν καὶ τὰ τελευταῖα. Δὲν συνέχισε ὁ Γέροντας στὸ γυμνάσιο. Ὁ πατέρας του, ἕνεκεν τῆς φτώχειας, ποὺ εἶχαν τότε, τὸν ἔβγαλε ἀπὸ τὸ σχολεῖο καὶ τὸν ἔπαιρνε μαζί του στὰ κτίσματα, γιὰ νὰ τὸν βοηθᾶ.

Ὁ Γέροντας Ἰάκωβος καὶ ἡ ἁγία Παρασκευή

         Τὰ βράδια, ὅταν ὅλοι κοιμόντουσαν στὸ σπίτι, ἔβγαινε κρυφὰ καὶ πήγαινε σὲ ἕνα ξωκκλήσι τοῦ χωριοῦ, γιὰ νὰ προσευχηθεῖ στὴν Ἁγία Παρασκευή. Ἐκεῖ ἔκανε πολλὲς μετάνοιες, ὅπως τὸν συνήθισε ἡ μάνα του Θεοδώρα, καὶ προσευχόταν γιὰ ὧρες πολλές. Μετὰ γύριζε στὸ σπίτι, χωρὶς νὰ καταλαβαίνει κανεὶς τίποτα.

         Ἕνα βράδυ ἐκεῖ στὸ ξωκκλήσι, ποὺ γονατιστὸς ὁ μικρὸς Ἰάκωβος προσευχόταν, εἶδε μία σκιὰ μέσα στὸ ἱερό. Αὐτὸς φοβήθηκε καὶ τὸ πρωὶ τὸ εἶπε στὴ μάνα του. Ἡ διακριτικὴ κυρία Δωρούλα τοῦ λέει: «Μὴ φοβᾶσαι, Ἰακωβάκο μου, τὸ ράσο τοῦ παπᾶ θὰ εἶναι καὶ τὸ φεγγάρι τοῦ κάνει σκιά». Ἔτσι διασκέδασε τὸν λογισμὸ τοῦ Ἰακωβάκου της. Τὸ βράδυ πῆγε πάλι ὁ μικρὸς Ἰάκωβος στὸ ξωκκλήσι γιὰ τὸν κανόνα του. Ὅταν τέλειωσε καὶ ἐξερχόταν ἀπὸ τὸ ταπεινὸ ξωκκλήσι, εἶδε κάτω ἀπὸ ἕνα μεγάλο δένδρο μία ψηλὴ μαυροφορεμένη γυναίκα νὰ τοῦ κάνει νόημα νὰ τὴν πλησιάσει.

         Πῆγε κοντά της καὶ τὸν ρωτᾶ:

         «Τί θέλεις, Ἰάκωβέ μου, νὰ σοῦ χαρίσω γιὰ τὶς τόσες προσευχές, ποὺ κάνεις στὸ σπίτι μου;»

         «Ποιά εἶσαι ἐσύ, καλή μου κυρία;»

         «Ἐγὼ εἶμαι ἡ ἁγία Παρασκευὴ καὶ ὅ,τι μοῦ ζητήσεις θὰ στὸ δώσω.»

         «Ἐγὼ εἶμαι μικρὸς καὶ δὲν ξέρω τί θέλω, θὰ ρωτήσω ὅμως τὴ μάνα μου καὶ ὅ,τι μοῦ πεῖ θὰ στὸ ζητήσω.»

         Τὸ πρωὶ λέει στὴν εὐλογημένη μάνα: «Μάνα, ψὲς ἔξω ἀπὸ τὸ ξωκκλήσι εἶδα τὴν ἁγία Παρασκευὴ καὶ μοῦ εἶπε, ὅ,τι τῆς ζητήσω θὰ μοῦ τὸ δώσει. Τί νὰ τῆς ζητήσω, μάνα;» Ἄνοιξε τότε ἡ μάνα τὰ δυό της χέρια διάπλατα, σὰν νὰ ’θέλε νὰ χωρέσουν ὅλον τὸν οὐρανό, καὶ ἔκραξε φωνῇ μεγάλῃ: «Τὴν τύχη μου, ἁγία Παρασκευή, νὰ μοῦ δώσεις, τὴν τύχη μου», νὰ τῆς πεῖς.

         Τὴν ἑπόμενη, ὁ μικρὸς Ἰάκωβος ἐπανέλαβε, σὰν γνήσιος ὑποτακτικός, τὰ λόγια τῆς γερόντισσάς του στὴν ἁγία. Ἡ ἁγία Παρασκευή, στὴν ἁπλοϊκὴ ἀπάντηση τῆς μάνας Θεοδώρας ἀπάντησε προφητικά: «Θὰ σοῦ δώσω ἐγὼ τύχη, νὰ τὴ ζηλέψουν πολλοί.»

         Ἔλεγε ἀργότερα σ’ ἐμᾶς ὁ Γέροντας: «Καὶ μήπως ψέματα μοῦ εἶπε, παιδάκι μου, ἡ ἁγία Παρασκευή; Μικρὴ τύχη μοῦ ἔδωκε; Μὲ ἔκαμε ἱερέα τῶν μυστηρίων τοῦ Θεοῦ!» Καὶ θυμόταν καὶ μᾶς διηγιόταν μὲ τὸ ἰδιαίτερο γεροντικό του χιοῦμορ: «Ὅταν λειτουργοῦσε ὁ παπᾶς τοῦ χωριοῦ, τὴν ὥρα ποὺ οἱ ψάλτες ἔψαλλαν, ‘‘Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες’’, ἐγὼ ἄκουα φτερουγίσματα γύρω ἀπὸ τὴν ἁγία Τράπεζα. Ἐνόμιζα ὅτι παπᾶς δὲν ἔχει σῶμα. Εἶναι ἄγγελος. Ἔλεγα ἔχει δυὸ κόκαλα στοὺς ὤμους, σὰν κρεμάστρα, καὶ κρέμονται τὰ ράσα ἀπ’ ἐκεῖ.»

         Ἔτσι ἔβλεπαν τὴν ἱερωσύνη τὰ παιδικὰ μάτια τῆς ψυχῆς του, καὶ ἔτσι στ’ ἀλήθεια τὰ θεῖα πράγματα εἶναι. Ἔβλεπε τὸν παπᾶ σὰν ἐπίγειο ἄγγελο, ποὺ λειτουργεῖ μὲ τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ. Ἀπὸ μικρὸς ἀπόκτησε χερουβικοὺς ὀφθαλμούς, νὰ θεωρεῖ τὰ ἐπουράνια μυστήρια.

         Ὅταν μία μέρα ὁ παπᾶς τοῦ χωριοῦ τὸν πῆρε μαζί του στὰ μελίσσια, ποὺ εἶχε στὸ δάσος, κάπου πιάστηκαν τὰ ράσα τοῦ παπᾶ καὶ φάνηκε τὸ παντελόνι ἀπὸ κάτω ἀπὸ τὸ ἀντερί. Τότε γιὰ πρώτη φορὰ ἄρχισε νὰ ὑποψιάζεται ὅτι καὶ ὁ παπᾶς εἶναι ἄνθρωπος, «σάρκα φορῶν καὶ τὸν κόσμον οἰκῶν».

         Στὸ χωριὸ γιατρὸς τὰ χρόνια ἐκεῖνα δὲν ὑπῆρχε. Ὑπῆρχε ὅμως ὁ πατὴρ Ἰάκωβος. Ἀπὸ τὸν καιρό, ποὺ ἦτο δεκαπενταετής, ὅλοι οἱ κάτοικοι τοῦ χωριοῦ ἔβλεπαν ὅτι ὁ Ἰάκωβος τοῦ Τσαλίκη ἦταν ἄνθρωπος τοῦ Θεοῦ, σκεῦος ἐκλογῆς, γι’ αὐτὸ καὶ τὸν φώναζαν, ‘‘πάτερ Ἰάκωβε’’. Ὅποιος ἀρρώσταινε, καλοῦσαν τὸν πατέρα Ἰάκωβο, τοῦ διάβαζε μία εὐχὴ καὶ γινόταν καλά. Πολλὲς γυναῖκες, πού εἶχαν δυσκολίες στὴ γέννα, καλοῦσαν τὸν πατέρα Ἰάκωβο νὰ κάνει προσευχή, καὶ αὐτὲς ἀμέσως γεννοῦσαν. Ἔτσι μία μέρα ὁ παπᾶς τοῦ χωριοῦ κάλεσε τὸν πατέρα Ἰάκωβο, ποὺ ἦτο τότε δώδεκα ἢ δεκατριῶν ἐτῶν, νὰ διαβάσει τὴν ἑτοιμόγεννη παπαδιά. «Ἐπῆρα καὶ ἐγὼ μία παλαιὰ ἐκκλησιαστικὴ φυλλάδα προσευχῶν, ποὺ εἶχα, καὶ μὲ μεγάλη ντροπὴ γονάτισα σὲ μία γωνιὰ καὶ ἔκανα τὴν προσευχὴ γιὰ τὴν παπαδιά.» Μόλις βγῆκε ὁ Ἰάκωβος ἀπὸ τὴν πόρτα, ἡ παπαδιὰ γέννησε τὸν Βαγγελάκη.

Ἡ μάνα τοῦ Γέροντος, Θεοδώρα

          Ἡ μητέρα του Θεοδώρα «διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς», καὶ βλέποντας αὐτὰ τὰ σημεῖα στὸν Ἰάκωβό της, ἀντελήφθη ὅτι τὸ παιδὶ αὐτὸ ἔχει ἱερὰ ἀποστολὴ νὰ ἐπιτελέσει. Ἡ μάνα τοῦ Γέροντα δὲν ἦτο μία ὁποιαδήποτε συνηθισμένη γυναίκα τοῦ λαοῦ. Ὁ ἴδιος ὁ Γέροντας τὴν ἀποκαλοῦσε ἀσκήτρια. Περνοῦσε τὴ ζωή της μὲ ὑπομονὴ στὶς θλίψεις, συνεχῆ νηστεία, ἀδιάλειπτη προσευχή, χαμαικοιτία. Μικρασιάτισσα! Γυναίκα τῆς Ἀνατολῆς! Γιὰ τὸν π. Ἰάκωβο ἦτο ἡ Γερόντισσά του, κι ὑποτασσόταν σ’ αὐτὴ μέχρι τὴν κοίμησή της. Μία μέρα βροχερὴ τῆς εἶπε: «Μάνα πάλι βρέχει!» Καὶ ἡ αὐστηρὴ Γερόντισσα τοῦ ἀπάντησε ἐπιτιμητικὰ: «Παιδί μου, Θεὸς εἶναι, ὅ,τι θέλει κάνει!»

         Ἡ μάνα Θεοδώρα προεῖδε τὸ θάνατό της πολλὲς μέρες πρὶν καὶ προετοίμασε τὰ παιδιά της, γιὰ νὰ μὴ λυπηθοῦν ὑπερβαλλόντως. Παρ’ ὅλα αὐτά, ὁ εὐαίσθητος π. Ἰάκωβος κόντεψε νὰ ξεψυχήσει καὶ αὐτὸς πάνω στὸν τάφο τῆς ἁγίας μητέρας του. Ἕνεκεν αὐτῆς του τῆς στάσεως στὸν θάνατο τῆς μάνας του, πάντα μᾶς τόνιζε νὰ εἴμεθα ἐγκρατεῖς στὶς θλίψεις καὶ ὅτι ἡ ὑπερβολικὴ στενοχωρία ἢ λύπη εἶναι ἁμαρτία.

         Τὸ 1952, ἀφοῦ ὑπηρέτησε τὴ στρατιωτική του θητεία, ὁ Γέροντας πῆγε στὸ μοναστήρι τοῦ Ὁσίου Δαβίδ, ὅπου ἔμεινε ἐπὶ τριάντα ἐννέα ἔτη, δηλαδὴ μέχρι τῆς κοιμήσεώς του. Εἶχε ἤδη περάσει τὸ τριακοστὸ ἔτος τῆς ἡλικίας ὁ Γέροντας, ὅταν ἔφτασε στὸ μοναστήρι τοῦ Ὁσίου Δαβίδ. Ἐδῶ ἔμελλε νὰ ἐπιτελέσει τὴν ἱερὰ ἀποστολή του, κατὰ τὰ προφητικὰ λόγια τῆς μάνας Θεοδώρας.

         Στὴν εἴσοδο τῆς μονῆς τὸν περίμενε ὁ ἴδιος ὁ ὅσιος Δαβίδ. Ὅπως ἡ ἁγία Παρασκευὴ ὑποσχέθηκε στὸν μικρὸ Ἰακωβάκο μία οὐράνια τύχη, ἔτσι καὶ τώρα ὁ μέγας Γέροντας Δαβὶδ ὑποδεχόταν τὸν ἀρτιγέννητο Γέρο-Ιάκωβο μὲ τὴν ὑπόσχεση: «Ἂν φυλάξεις ἀκτημοσύνη, παρθενία καὶ ὑπακοή, παραμένοντας ἄχρι τέλους στὴ μονή, θὰ σὲ προσκυνήσουν ἀρχιερεῖς, οἱ πατριάρχες θὰ σὲ εὐλαβοῦνται, πλοῦτος πολὺς θὰ περάσει ἀπὸ μπροστά σου, ἀλλὰ δὲν θὰ τὸν ἀγγίξεις.»

         Αὐτὴ ἡ πρώτη συνομιλία μὲ τὸν ὅσιο Δαβὶδ ἔμοιαζε μὲ ἀκολουθία κουρᾶς, ὅπου ὁ Γέροντας εἰσάγει τὸν ὑποτακτικὸ στὸν μυστικὸ κῆπο τῆς βασιλείας τοῦ Θεοῦ. Ὁ ὅσιος Δαβὶδ θὰ εἶναι πλέον ὁ Γέροντας τοῦ πατρὸς Ἰακώβου, ὅπως ἄλλοτε ἡ μάνα του Θεοδώρα. Ἐξάλλου ἔτσι ἦταν καὶ εἶναι γνωστὸς ὁ ὅσιος σ’ ὅλη τὴν Εὔβοια: Ὁ Γέροντας. Καὶ τὸ μοναστήρι του, ἡ μονὴ τοῦ Ὁσίου Δαβὶδ τοῦ Γέροντος.

         Ἡ μονὴ εἶναι κτισμένη τὸν 16ο αἰώνα, ἕνα αἰώνα καρποφόρο γιὰ τὴν Ἐκκλησία, παρόλα τὰ δύσκολα χρόνια τῆς Τουρκοκρατίας. Ὁ αἰῶνας αὐτὸς προσέφερε πολλοὺς ἁγίους: Τὸν ἅγιο Γεράσιμο, τὸν ὅσιο Διονύσιο τὸν ἐν Ὀλύμπῳ, τὸν ἅγιο Τιμόθεο, κτήτορα τῆς μονῆς Πεντέλης, τὴν ὁσιομάρτυρα Φιλοθέη τὴν Ἀθηναία, τὸν ὅσιο Δαβὶδ καὶ ἄλλους, οἱ ὁποῖοι ἔκτισαν μοναστήρια, ἀπ’ ὅπου ἀντλοῦσε ὁ λαὸς τοῦ Θεοῦ πίστη καὶ ἐλπίδα.

Ὁ Γέροντας Ἰάκωβος στὸ μοναστήρι τοῦ Ὁσίου Δαβίδ

          Τὸ 1952, ἔτος, ποὺ ὁ π. Ἰάκωβος εἰσῆλθε στὴ μονὴ τοῦ Ὁσίου Δαβὶδ τοῦ  Γέροντος, τὸ μοναστήρι ἦτο ἕνα ἑτοιμόρροπο κτίριο, ποὺ ἐπιζητοῦσε τὸν ἀνακαινιστή του. Ἔμεναν τότε στὴ μονὴ δύο τρεῖς ἀμόναχοι μοναχοί, ἰδιορρυθμίτες, ποὺ δὲν εἶδαν μὲ καλὸ μάτι τὸν νέο μικρασιάτη καλόγερο. Τοῦ ἔδωσαν ἕνα ἀνώγειο κελλὶ μὲ τρύπιο πάτωμα, στὸ ἰσόγειο τοῦ ὁποίου ἔβαζαν τὰ γίδια τῆς μονῆς. Σ’ αὐτὸ τὸ περιβάλλον ἔζησε τὴν ἀρχὴ τῆς καλογερικῆς του ζωῆς, μόνος μὲ τὸν Μόνο Θεό, προσευχόμενος νυχθημερόν, ὡς ἐπίγειος ἄγγελος, προσφέροντας τὴ λογικὴ λατρεία, ἔχοντας τὰ ἄλογα ζῶα στὸ ἰσόγειο. Τὶς καθημερινὲς Ἀκολουθίες στὸ καθολικὸ τῆς μονῆς τὶς κάνει μὲ τὸν εὐλαβὴ καὶ ἁπλοϊκὸ μοναχὸ π. Εὐθύμιο.

         Στὰ νότια τῆς μονῆς καὶ σὲ ἀπόσταση εἴκοσι λεπτῶν ὁδοιπορικῶς, πλάι σὲ χαράδρα καὶ μέσα σὲ βράχο, βρίσκεται ἕνα μικρὸ σπήλαιο, γνωστὸ ὡς ἀσκητήριο τοῦ Ὁσίου Δαβίδ. Σ’ αὐτὸ ὁ ὅσιος Δαβὶδ παρέμενε ὅλη τὴ βδομάδα, καὶ τὸ Σάββατο ἀνέβαινε στὴ μονὴ νὰ λειτουργηθεῖ καὶ νὰ δώσει τὶς σοφὲς συμβουλές του. Αὐτὸ τὸ ἀσκητήριο στὴν τωρινὴ ἐποχή μας, ὁπόταν ἐψυχράνθη ὁ ζῆλος τῶν πολλῶν, δεχόταν τὰ βράδια ἕνα νεαρὸ ἐπισκέπτη, ἕνα νέο εὐχέτη, νὰ δέεται ὑπὲρ τῆς σωτηρίας τοῦ σύμπαντος κόσμου. Ὡς γνήσιος ὑποτακτικὸς τοῦ Γέροντος ὁσίου Δαβίδ, ἀκολουθεῖ τὸ παράδειγμά του, νηστεύων, ἀγρυπνῶν, προσευχόμενος «ἐν σπηλαίοις καὶ ὄρεσι καὶ ταῖς ὀπαῖς τῆς γῆς».

Ὁ Γέροντας προσεύχεται στὸ ἀσκητήριο τοῦ Ὁσίου Δαβὶδ

          Ὅπως παλαιότερα ὁ μικρὸς Ἰάκωβος πήγαινε κρυφὰ ἀπὸ τοὺς δικούς του στὸ ταπεινὸ ξωκκλήσι τῆς Ἁγίας Παρασκευῆς, ἔτσι καὶ τώρα μυστικά, ὅταν οἱ λίγοι τῆς μονῆς κοιμόντουσαν, αὐτὸς πήγαινε στὸ ἁγιασμένο ἀσκητήριο τοῦ Ὁσίου Δαβὶδ γιὰ τὴ νυχτερινή του προσευχή.

         Ἔλεγε ὁ Γέροντας: «Τότε, παιδί μου, δὲν ὑπῆρχε δρόμος, ἕνα στενὸ μονοπάτι ἦτο, καὶ ἐμεῖς, μακριὰ ἀπὸ τὸν κόσμο, δὲν εἴχαμε τὸν τρόπο μας νὰ κινηθοῦμε τὴ νύχτα. Οὔτε ἕνα φανάρι δὲν εἴχαμε. Τόσο πόθο ὅμως εἶχα νὰ πηγαίνω τὰ βράδια στὸ ἀσκητήριο τοῦ ἁγίου μας, καὶ ἂς εἶμαι ἐκ φύσεως δειλός, ποὺ τολμοῦσα νὰ πάω. Καθ’ ὁδὸν ὅμως, ἀφοῦ δὲν ἔβλεπα, ἔπεφτα μέσα σὲ αὐλάκια καὶ χαράδρες καὶ ἔτσι ἦτο ἀδύνατο νὰ φτάσω. Τότε παρακάλεσα: ‘‘Θεέ μου, φώτισέ μου τὸν δρόμο νὰ φτάσω στὸ ἀσκητήριο’’. Καὶ ὁ καλὸς Θεὸς ἄκουσε τὸ αἴτημά μου. Ἀπὸ τὰ πολλὰ ἄστρα τοῦ οὐρανοῦ, μοῦ ἔδωσε κι ἐμένα ἕνα. Αὐτὸ πήγαινε μπροστὰ καὶ μοῦ ᾽φέγγε τὸν δρόμο. Ἐγώ, ἀπὸ πίσω του. Ἔτσι ἔφτανα στὸ ἀσκητήριο. Ἐκεῖ, ‘‘ἐλθὼν ὁ ἀστήρ, ἔστη ἐπάνω τοῦ σπηλαίου’’. Ἔκανα τὴν προσευχή μου καὶ μετὰ πάλιν μπροστὰ ὁ ἀστέρας μοῦ φέγγει μέχρι τὴν πόρτα τῆς μονῆς. Οἱ πατέρες ἐκάθευδον καὶ τίποτα δὲν καταλάβαιναν ἀπὸ ὅλα αὐτά.»

         Ἕνα βράδυ ἐκεῖ στὸ ἀσκητήριο οἱ δαίμονες, στὴν προσπάθειά τους νὰ ἐκφοβίσουν τὸν Γέροντα, γιὰ νὰ ἐμποδίσουν τὶς πυρφόρες ἀναβάσεις του στὸν οὐρανό, μετασχηματίσθηκαν σὲ ἕνα σμῆνος ἀπὸ σκορπιούς. Τὸν περικύκλωσαν ἀπὸ ὅλες τὶς πλευρές, ἀκόμη κι ἀπὸ τὴν ὀροφὴ τοῦ σπηλαίου κρεμόντουσαν, σὰν τσαμπιὰ ἀπὸ σταφύλι. Ὁ Γέροντας, ἐπικαλούμενος τὶς πρεσβεῖες τοῦ ὁσίου Δαβὶδ καὶ πιστεύοντας ἀκράδαντα στὴν ἀψευδὴ δωρεὰ τοῦ Κυρίου στοὺς μαθητές του, ποὺ τοὺς ἔδωσε τὴν ἐξουσία «τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων», διέλυσε τὶς μηχανὲς καὶ φαντασίες τοῦ νοεροῦ ἐχθροῦ.

         Αὐτὰ εἶναι μερικὰ περιστατικά, ἐνδεικτικὰ τῶν ἀσκητικῶν ἀγώνων τοῦ Γέροντα, ποὺ τὸν ἀναδεικνύουν ἐφάμιλλο συνεχιστὴ τῶν παλαιῶν ὁσίων τοῦ Γεροντικοῦ καὶ τῆς ερήμου.

         Τὰ χρόνια περνοῦσαν, οἱ παλαιοὶ πατέρες τῆς μονῆς ἀπήρχοντο ἐκ τοῦ κόσμου τούτου, καὶ δύο νέοι μοναχοὶ ἔρχονται βοηθοὶ τοῦ Γέροντος στὴν ἀναστύλωση τῆς μονῆς, ἀναστύλωση πνευματικὴ καὶ κτιριακή. Τὸ 1962 μετέβη στὴ μονὴ ὁ π. Κύριλλος καὶ ἀργότερα, μετὰ τὸν θάνατο τῆς συζύγου του, ὁ π. Σεραφείμ. Τὸ 1975 ὁ Γέροντας χειροθετεῖται ἡγούμενος καὶ πνευματικός. Ἡ πνευματικὴ πατρότης στὸ πρόσωπο τοῦ π. Ἰακώβου δὲν ἦτο ψιλὸς τίτλος, ἀλλὰ χάρισμα τοῦ Ἁγίου Πνεύματος, ποὺ τὸ γευόταν κάθε πονεμένη ψυχή, ὅταν τὸν πλησίαζε καὶ ξεδιψοῦσε τὴ δίψα της. Ἡ μονὴ ἐπὶ τῶν ἡμερῶν του διπλασιάζεται κτιριακὰ μὲ ξενῶνες, τραπεζαρία γιὰ τοὺς προσκυνητές, καμπαναριὸ κ.λπ., ἐνῶ ταυτόχρονα ὁ ναὸς εὐπρεπίστηκε ἔτσι, ποὺ νὰ ξαναβρεῖ ἡ μονὴ τὸ ἀρχέγονο κάλλος της.

Τὸ μοναστήρι τοῦ Ὁσίου Δαβὶδ

          Ἡ φήμη τῆς μονῆς, γιὰ τὰ θαύματα τοῦ ὁσίου Δαβίδ, τὸν ἁγιασμένο ἡγούμενό της καὶ τὴν ἀβραμιαία φιλοξενία τῶν πατέρων της ξεπερνᾶ τὰ ὅρια τῆς Εὔβοιας. Γίνεται πανελλήνιο προσκύνημα, πανορθόδοξη ἀναφορὰ τοῦ αἰώνα μας. Ἀπό ὅλα τὰ μέρη τῆς Ἑλλάδας φτάνουν προσκυνητές, γιὰ νὰ ἀποθέσουν στὸ πετραχήλι τοῦ Γέροντα τὸν πόνο καὶ τὶς ἁμαρτίες τους. Πολλὲς φορὲς ἔκπληκτοι ἀκούαμε ἀπὸ τὸν διορατικὸ Γέροντα τὴν ἁμαρτία ἢ τὸ πρόβλημά μας, πρὶν ἀκόμα τὸ εκφράσουμε. Ὁ προσεκτικὸς προσκυνητὴς θὰ ἔπρεπε νὰ ἀντιληφθεῖ ὅτι οἱ διάφορες διηγήσεις τοῦ Γέροντα –ἱστορίες τῆς μάνας του ἀπὸ τὴ Μικρὰ Ἀσία καὶ τῆς κατοπινῆς μοναχικῆς του ζωῆς– τὸν ἀφοροῦσαν προσωπικά. Ὁ Γέροντας, ὡς γνήσιος ἀνατολίτης ποὺ ἦταν, μιλοῦσε καὶ φώτιζε τὶς πικραμένες ψυχὲς μὲ ἱστορίες καὶ παραβολές, γιὰ νὰ ἀκούγονται γλυκύτερα οἱ ἰαματικές του συμβουλές. Στὴν τράπεζα, στὴν κουζίνα, στὴ μεγάλη αὐλὴ τῆς μονῆς, παντοῦ καὶ πάντοτε, εἶχε κάτι νὰ διηγηθεῖ ἀπὸ τὴ ζωή του. Καὶ αὐτὸ τὸ κάτι συχνὰ ἀφοροῦσε τὴ δική μας ζωή. Ὅλα αὐτὰ τὰ διηγεῖτο μὲ ἰδιαίτερη χάρη, ἀφοῦ τὸν χαρίτωνε τὸ Ἅγιο Πνεῦμα, μὲ ἀπαράμιλλη παραστατικότητα, μὲ τὶς ἀνάλογες κινήσεις καὶ φωνές, ποὺ ἀπαιτοῦσε ἡ κάθε διήγηση. Εἶχε ἀπαράμιλλη μιμητικὴ ἱκανότητα, ποὺ τὸν καθιστοῦσε χάρμα ἀκοῆς καὶ ὀφθαλμῶν.

Ὁ φιλακόλουθος Γέροντας Ἰάκωβος

          Αὐτὸς ἦτο ὁ Γέρο-Ιάκωβος πρὶν τὴν Ἀκολουθία, ἁπλοῦς καὶ χαριέστατος. Μέσα στὸν ναό, στὴ λατρεία, γινόταν ἄλλος ἄνθρωπος. Ἐπίγειος ἄγγελος, «συλλειτουργῶν», ὅπως ὁ ἴδιος ἔλεγε, «μὲ Χερουβὶμ καὶ Σεραφίμ». Χωρὶς νὰ εἶναι ἰδιαίτερα ψηλός, ἔδινε τὴν αἴσθηση ἑνὸς μεγαλοπρεποῦς ἄρχοντα, ποὺ μὲ ὕφος ὑψηλοῦ κηρύγματος κατὰ τὴν ἀνάγνωση τοῦ ἑξάψαλμου καὶ τοῦ εὐαγγελίου ἀναγγέλλει τὴν παρουσία τοῦ Κυρίου στὴν κάθε Λειτουργία. Ἦταν, ὅπως λέμε, μεγαλοπρεπὴς ἐν ἁπλότητι.

         Κατὰ τὴ διάρκεια τῶν Ἀκολουθιῶν τοῦ συνέβαιναν πολλὰ πνευματικὰ γεγονότα, τὰ ὁποῖα μετὰ μᾶς διηγεῖτο, χάριν ψυχικῆς ὠφέλειας. Ὅταν ἐμνημόνευε στὴν προσκομιδή, ἔβλεπε πολλὲς φορὲς τὶς ψυχὲς τῶν παλαιῶν πατέρων τῆς μονῆς νὰ ζητοῦν τὶς προσευχές του. Πόση θλίψη εἶχε, ὅταν μᾶς περιέγραψε ἀργότερα τὴ μετὰ θάνατο ἄσχημη κατάσταση μερικῶν ἐξ αὐτῶν!

         Ὅταν ἐκάλυπταν τὰ Τίμια Δῶρα εὐλαβεῖς ἱερεῖς τὴν ὥρα, πού ἔθεταν τὸν ἀστερίσκο ἐπάνω τοῦ ἀμνοῦ, ἔβλεπε ἕνα φωτοειδὴ ἀστέρα ἐπάνω ἀπὸ τὸ κεφάλι τοῦ ἱερουργοῦντος ἱερέως. Κατὰ τὴ διάρκεια τῆς Λειτουργίας τὴν περισσότερη ὥρα, ὅταν τὸ ἐπέτρεπε ἡ στιγμή, ἦτο γονυπετής.

Μακαρίου ἀρχιερέως

          Ὁ γέρο-Ἰάκωβος εἶδε κάποτε τὴν ὥρα τῆς προσκομιδῆς καὶ τὸν μακαριστὸ ἀρχιεπίσκoπo Κύπρου Μακάριο τὸν Γ´. Ἐγὼ εἶχα ἀκoύσει γι᾽ αὐτὸ τὸ γεγονός, καὶ εἶχα περιέργεια γιὰ τὸ σὲ ποιά κατάσταση τὸν εἶχε δεῖ ὁ Γέροντας, διότι ὁ Μακάριoς, ὅπως γνωρίζετε, εἶναι ἕνα ἀμφιλεγόμενο πρόσωπo στὴ νεώτερη ἱστoρία τῆς Κύπρoυ. Εἶχα, λοιπόν, τὴν ἀπορία αὐτή, καὶ ἀναλογιζόμουν: «Τόσα μoῦ εἶπε ὁ Γέρoντας, καὶ  αὐτὸ ποτὲ δὲν μoῦ τὸ ἀνέφερε. Μήπως εἶναι λόγια διαφόρων, καὶ δὲν εἶναι ἀληθινό;» Γιατί, πoλλὲς φoρές, καὶ μέσα στὴ θρησκευτικὴ ὑπερβoλὴ τῶν ἀνθρώπων πλάθoνται καὶ θρησκευτικoὶ μύθoι! Γι᾽ αὐτό, χρειάζεται διάκριση καὶ πρoσoχή, καὶ γιὰ τὸ τί ἀκoῦμε, ἀλλὰ καὶ γιὰ τὸ τί καὶ πῶς τὸ μεταφέρoυμε. Ἔτσι κι ἐγώ, προβληματιζόμουν μήπως δὲν ἦταν πραγματικότητα τὸ γεγονός, καὶ ἔλεγα πάντoτε νὰ τὸν ρωτήσω. Ἀλλά, τί νὰ τoῦ ᾽πῶ; Νὰ τoῦ ᾽πῶ: «Ξέρεις, εἶδες  τὸν Μακάριo μετὰ θάνατoν;» Δὲν γινόταν! Δὲν εἶχε εὐγένεια καὶ διάκριση ἔτσι! Γι᾽ αὐτὸ εἶπα: «Θὰ κάνω πρoσευχή, κι ἂν τὸν φωτίσει ὁ Θεός, ἀφοῦ εἶναι ἄνθρωπος φωτισμένος , θὰ μοῦ ᾽πεῖ».

          Ἦταν, θυμᾶμαι, ἡ τελευταία ἐξoμoλόγηση, πoὺ ἔκανα κoντά τoυ. Πηγαινοερχόμουν τότε ἀκόμα στὴν Ἑλλάδα, διότι σπούδαζα στὴ Θεολογικὴ Σχολή. Στὸ μεταξύ, εἶχα ἤδη χειροτονηθεῖ διάκονος, καὶ εἶχα μετονομασθεῖ σὲ Νεόφυτο. Ἦταν Ἰούνιος τοῦ 1991. Ὁ Γέροντας κοιμήθηκε τὸν Νοέμβριο τοῦ ἰδίου ἔτους. Πρὶν τὴν τελευταία αὐτὴ ἐξομολόγησή μου σ᾽ αὐτόν, ἔκανα πρoσευχή, καὶ εἶπα: «Σὲ παρακαλῶ, ἅγιέ μoυ Δαβίδ. Φώτισε τὸν Γέρoντα, νὰ μoῦ ᾽πεῖ αὐτὸ τὸ περιστατικό!» Ἐνῶ, λοιπόν, ἐξoμoλoγόμουνα, μoῦ λέει ὁ Γέροντας: «Ἄ! Τώρα πoὺ θυμήθηκα, πάτερ Νεόφυτε, θέλω νὰ σoῦ ᾽πῶ κάτι, καὶ θὰ ἔρθει ὥρα, πoὺ αὐτὸ πρέπει νὰ τὸ ᾽πεῖς κι ἐσύ.» «Τί εἶναι αὐτό;», τὸν ρώτησα. «Ξέρεις», μοῦ ἀπάντησε, «σὲ μιὰ Λειτoυργία μου, εἶδα καὶ τὸν πρoηγoύμενo Δεσπότη, αὐτόν, ποὺ ἦταν πρὶν ἀπὸ τὸν Χρυσόστoμo.» Ἐγὼ νόμισα, ὅτι ἀναφερόταν στὸν Δεσπότη τὸν δικό μoυ, τὸν Κιτίoυ Χρυσόστoμo, καὶ τὸν ρώτησα: «Εἶδες τὸν Ἄνθιμo;» Διότι, αὐτὸς ἦταν ὁ πρoκάτoχoς τoῦ Χρυσοστόμoυ. «Ὄχι», μοῦ ἀπάντησε, «τoῦ ἀρχιεπισκόπoυ τὸν πρoκάτoχo. Τὸν Μακάριo!» «Ἄκoυσα γι᾽ αὐτό, Γέρoντα», τοῦ εἶπα τότε ἐγώ,«καὶ ἤθελα νὰ μάθω, πῶς ἔγινε τὸ περιστατικό.»

          Καὶ ἀκoῦστε, τί μoῦ εἶπε ὁ ἄνθρωπoς τoῦ Θεoῦ. «Πρὶν νὰ συμβεῖ τὸ περιστατικὸ αὐτό, μερικὰ καλὰ παιδιὰ ἀπὸ τὴν Κύπρo μoῦ ἔφερναν τὰ ὀνόματα τῶν κεκoιμημένων τους καὶ τὰ μνημόνευα στὶς θεῖες Λειτουργίες. Ἀνάμεσα σ᾽ αὐτὰ τὰ ὀνόματα ἔβλεπα καὶ τὸ ὄνoμα: “Μακαρίoυ ἀρχιερέως”. Μ᾽ αὐτὸ τὸν τρόπο, ἄρχισα κι ἐγὼ νὰ μνημoνεύω αὐτὸ τὸν ἄνθρωπo. Καὶ ἐπειδή, ὅταν τὸν μνημόνευα, αἰσθανόμoυν χαρά, εἶπα: “Αὐτός, θὰ ἔκανε καλὰ στὸν τόπo τoυ”. Παράλληλα ὅμως, ἄκoυα ἀπὸ διαφόρoυς, πoὺ ἐρχόντoυσαν ἐδῶ, καὶ κάποια ἀρνητικὰ γι᾽ αὐτόν. Ἔτσι, ἔκανα μιὰ πρoσευχὴ εἰδικὴ γι᾽ αὐτὸν τὸν ἄνθρωπo, καὶ ὅταν μνημόνευσα ξανά: “Μακαρίoυ ἀρχιερέως”, ἄκoυσα μιὰ φωνή, νὰ μoῦ ἀναγγέλει τὴν ἄφιξή τoυ. Ἄκoυσα: “Μακαρίoυ ἀρχιερέως, Μακαρίoυ ἀρχιερέως, Μακαρίoυ ἀρχιερέως”! Κoιτάζω ἐκ δεξιῶν μoυ καί, τί νὰ ᾽δῶ; Ἦταν ὄρθιoς ἕνας ἐπίσκoπoς!» «Δηλαδή, πῶς τὸν εἶδες, Γέρoντα;», ρώτησα τότε τὸν πάτερ Ἰάκωβο. «Ἔ!, πῶς σὲ βλέπω καὶ μὲ βλέπεις, Νεόφυτέ μoυ; Ἔτσι τὸν εἶδα! Ἔφερε (ἀκoῦστε λεπτoμέρειες πoλὺ σημαντικές!) ἅπασαν τὴν ἀρχιερατικήν τoυ στoλήν, καὶ ἦταν μέσα σὲ φῶς πoλύ, καὶ τoῦ εἶπα: “Σὲ εὐχαριστῶ, Μακαριώτατε, πoὺ μὲ ἐπισκέφθηκες!”Κι αὐτὸς μoῦ εἶπε : ‘‘Ἐγὼ σὲ εὐχαριστῶ, πάτερ Ἰάκωβε, πoύ, ἐνῶ δὲν σoῦ ἔκανα κανένα καλό, ἐσὺ μὲ μνημoνεύεις καὶ ἔχω μεγάλη χάρη καὶ χαρὰ ἀπ᾽ αὐτὴ τὴν πρoσευχή’’.Κι ἐπῆρε τὴ μερίδα τoυ καὶ ἔφυγε!» Βλέπετε, πῶς ἐπικoινωνoῦν oἱ ψυχὲς στὴ Λειτoυργία καὶ στὴ μνημόνευση πoὺ κάνoυμε;

          Γιὰ τοῦτο τὸ περιστατικό, μoῦ εἶπε ἀκόμη ὁ Γέροντας: «Μετὰ ποὺ θὰ φύγω ἀπ᾽ αὐτὸ τὸν μάταιo κόσμo, πρᾶγμα, ποὺ θὰ γίνει πoλὺ σύντoμα, σὲ μερικoὺς μῆνες, θὰ ἔρθει καιρὸς (καὶ αὐτὴ ἡ πρoφητεία πραγματoπoιήθηκε κατὰ γράμμα), ποὺ θὰ σοῦ ᾽ποῦν κάπoιoι: “Γράψε γι᾽ αὐτὸν τὸν χαζὸ Ἰάκωβo, ἐδῶ στὴν Κύπρo πoὺ εἶσαι”.Ἔχεις εὐλoγία καὶ νὰ γράψεις καί, ἀργότερα, ὅταν θὰ γίνεις ἐπίσκoπoς, καὶ νὰ μιλᾶς γιὰ ᾽μένα. Ἀλλά, αὐτὸ τὸ περιστατικὸ δὲν θὰ τὸ δημoσιεύσoυν, παιδί μoυ, αὐτoί. Ὑπάρχoυν ἀκόμη δυστυχῶς αὐτὰ τὰ μίση! Καὶ στὴν παλιὰ Ἐκκλησία ὑπῆρχαν αὐτά. Νὰ μάθεις νὰ συγχωρᾶς! Καὶ δὲν πειράζει, ποὺ δὲν θὰ τὸ γράψoυν.  Ἀργότερα, ὅταν θὰ γίνεις ἐπίσκoπoς, ἐκεῖ, πoὺ θὰ κληθεῖς νὰ ὁμιλήσεις, νὰ κάνεις ὑπακoή, καὶ νὰ ἀναφέρεις τὸ περιστατικό. Ἔτσι, γιὰ νὰ πλατύνει ἡ καρδιά τῶν Κυπρίων! Νὰ χωρέσει ὅλoυς μέσα!»

Ἡ σχέση τοῦ Γέροντος μὲ τὸν ὅσιο Δαβὶδ

          Ἐντύπωση προκαλοῦσε ἡ ἄμεση σχέση, ποὺ εἶχε ὁ Γέροντας μὲ τὸν ὅσιο Δαβίδ. Ὅταν κάποτε οἱ κάτοικοι τοῦ χωριοῦ Λιβανάτες ἦρθαν, γιὰ νὰ πάρουν τὴν κάρα τοῦ ὁσίου στὸ χωριό τους μὲ σκοπὸ νὰ κάνουν παράκληση γιὰ νὰ βρέξει ἐκείνη τὴν ἄνυδρη χρονιά, ὁ Γέροντας πῆγε μπροστὰ στὴν εἰκόνα τοῦ ὁσίου καὶ τοῦ μίλησε, μᾶλλον τὸν διέταξε μετὰ παρρησίας: «Γέρο, ἦρθαν οἱ χωριανοί σου νὰ σὲ πᾶνε στοὺς Λιβανάτες γιὰ τὴν ἀνομβρία. Σὲ παρακαλῶ, τώρα ποὺ θὰ πᾶμε, νὰ μπουμπουνίσεις. Πρόσεξε, μὴ μὲ προσβάλεις!» Καὶ ὁ ὅσιος Δαβὶδ τὸν ἄκουσε ἀμέσως. Μετὰ τὴν παράκληση, ἄρχισαν δυνατὲς βροχές. Αὐτὴ τὴν ἄμεση σχέση, ποὺ εἶχε μὲ τὸν ὅσιο Δαβίδ, τὴν περιέγραφε σὰν ἕνα τηλέφωνο: «Ἐγώ, παιδί, τὰ λέγω στὸ αὐτὶ τοῦ ἁγίου, καὶ αὐτὸς ἀνοίγει γραμμὴ μὲ τὸν Χριστὸ μας!»

         Ὁ ὅσιος Δαβὶδ ἐξεπλήρωσε στὸ ἀκέραιο τὶς ὑποσχέσεις, ποὺ εἶχε δώσει στὸν Γέροντα, ὅταν πρωτοεισερχόταν στὴ μονή. Πατριάρχες καὶ ἀρχιερεῖς ἐξομολογήθηκαν κοντά του καὶ ζητοῦσαν τὶς ἀποτελεσματικὲς εὐχές του. Ὁ μακαριστὸς οἰκουμενικὸς πατριάρχης Δημήτριος τοῦ ἔστειλε ἐπιστολὲς καὶ ὁ νῦν πατριάρχης Κωνσταντινουπόλεως Βαρθολομαῖος τὸν ἐπισκέφθηκε. Ὁ Ἀλεξανδρείας Νικόλαος ἐπίσης. Οἱ ἔνδοξοι τῆς γῆς μπροστά του ἐταπεινώθησαν, ὅπως ὁ μακαριστὸς πρωθυπουργὸς τῆς Ἑλλάδας Ἀνδρέας Παπανδρέου, ὅταν συναντήθηκαν σὲ νοσοκομεῖο τῶν Ἀθηνῶν. Ὁ ταπεινὸς Ἰακωβάκος, ποὺ δὲν φοίτησε στὸ Γυμνάσιο γιὰ νὰ βοηθᾶ τὸν φτωχὸ πατέρα του στὰ κτίσματα, ἔγινε διαχειριστὴς πολλῶν ἑκατομμυρίων δραχμῶν. Κατὰ τὸ προφητικὸ λόγιο τοῦ ὁσίου Δαβίδ, δὲν τὰ ἄγγιξε τὰ χρήματα. Τὰ πῆρε, γιὰ νὰ τὰ σκορπίσει, ὡς ἄλλος Ἰωάννης Ἐλεήμων, σὲ φτωχοὺς καὶ ἄπορους. Αὐτὸ ὅμως, ποὺ πλούσια ἔδωσε σ’ ἐμᾶς τοὺς φτωχοὺς τότε φοιτητές, εἶναι ἡ ζωντανὴ πίστη ὅτι –ὅπως τακτικὰ ὁ ἴδιος ὁμολογοῦσε– «ζεῖ Κύριος ὁ Θεός μου», ποιῶν στὶς δύσκολες μέρες μας στὸ πρόσωπο τοῦ ἁγιασμένου θεράποντά Του «ἔνδοξά τε καὶ ἐξαίσια».

Τὸ μακάριο τέλος τοῦ Γέροντος

          Ἦταν τέτοιας θέρμης ἡ ζέση τῆς πίστεώς του, ποὺ τὸ Πάσχα πήγαινε στὸ κοιμητήριο τῆς μονῆς καὶ ἔλεγε «Χριστὸς Ἀνέστη» στοὺς κεκοιμημένους πατέρες· τὰ δὲ Χριστούγεννα ἡ εὐαίσθητη καρδία του συνέχιζε τὸν ἑορτασμὸ καὶ τὴν πανήγυρη τῆς ἡμέρας μέσα στὸ γειτονικὸ δάσος. Ἐκεῖ ὅλως τυχαῖα καὶ ξαφνικὰ ἀκούσαμε φωνὴ νὰ ψάλλει: «Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε… ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ…». Ἦταν ἡ φωνὴ τοῦ Γέροντα, ποὺ ἔψαλλε μὲ τὰ χέρια ἀναπεπταμένα στὸν ἑορτάζοντα οὐρανὸ ἀνάμεσα στὰ γέρικα πλατάνια, ἐνῶ σμῆνος πουλιῶν συνεόρταζε τριγύρω του.

         Αὐτὲς τὶς καταβασίες ἔψαλλε τὴν ἡμέρα τῶν Εἰσοδίων τῆς Παναγίας κατὰ τὸ ἔτος 1991. Μετὰ ἐξομολόγησε τὸν ἀδελφὸ Γεννάδιο καὶ τὸν παρεκάλεσε νὰ μείνει, γιατὶ «τὸ ἀπόγευμα θὰ χρειαστεῖ», ὅπως εἶπε, «νὰ τὸν ἀλλάξει». Πράγματι τὸ ἀπόγευμα ἐκοιμήθη, γιὰ νὰ κάνει μαζὶ μὲ τὰ Εἰσόδια τῆς Θεοτόκου τὴ δική του εἴσοδο στὸν ἑορτάζοντα οὐρανό.

         Ὁ Γέροντας Πορφύριος, ποὺ ἑτοιμαζόταν ἐκεῖνες τὶς μέρες γιὰ τὴ δική του ἔξοδο ἀπὸ αὐτὸ τὸν κόσμο, μόλις πληροφορήθηκε ἐν Πνεύματι Ἁγίῳ ἐκεῖ στὰ Καυσοκαλύβια τὴν κοίμηση τοῦ Γέροντος Ἰακώβου, εἶπε: «Ἐκοιμήθη ὁ Γέρο-Ἰάκωβος, ἕνας ἀπὸ τοὺς μεγαλύτερους ἁγίους τοῦ αἰώνα μας. Εἶχε μέγα διορατικὸ καὶ προορατικὸ χάρισμα, τὸ ὁποῖο ἔκρυβε ἐπιμελῶς, γιὰ νὰ μὴ δοξάζεται».

          Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν Ἰακώβου καὶ Πορφυρίου, «γένου ἵλεως ἐπὶ ταῖς ἁμαρτίας ἡμῶν, καὶ ἐλέησον ἡμᾶς». Ἀμήν!

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα.

Ἦχος δ΄.Κατεπλάγη Ἰωσήφ.

ν μοναῖς εὐωχηθείς, ἔνθα ἡ πέτρα τῆς ζωῆς, εὐχαριστίας ἱλαρά, ὤφθης πηγὴ θεοπρεπής, ἀναβλυστάνων χαρίσματα ἰαμάτων. Θεῑον γὰρ Δαβίδ, ἔχων συνόμι­λον, ἔθραυσας σατάν, τὰ μηχανήματα. Τῆς Θεοτόκου διόπερ ἀπήλαυσας, τὰς ἀ­ντιλήψεις θεότιμε, πιστοῖς παρέχων, πταισμάτων λύσιν, παντελεῆμον Ἰάκωβε.

Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Πρὸ συλλήψεως, ἁγνή, καθηγιάσθης τῷ Θεῷ· καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προ­σήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θε­όνυμφε καὶ ἀειπάρθενε.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.

Χειρί σου εὐαγεῖ, ἐν ἡμέρᾳ ἐξόδου, ηὐλόγησας σεπτῶς, τὴν ἁγίαν σου ποίμνην, δεικνὺς τῆς θεώσεως, ἀπειρόφωτον εὔκλειαν· ὅθεν σήμερον, ὑμνολογοῦμεν ἀξίως, τῶν καμάτων σου, τὴν θεοδώρητον χάριν, Ἰάκωβε ἔνδοξε.

Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετὰ τὸν πολυέλεον, κάθισμα.

Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.

Θησαυρίζων πενίαν θεοτερπῆ, τῶν ἀγγέλων ἐπέγνως τὴν χαρμονήν, τὰς ὕβρεις δεχόμενος, ὡσεὶ ὄλβον πολύτιμον· καὶ γὰρ ζηλώσας τοῦ κτίστου, τρυφὴν τῆς κε­νώσεως, τοῦ δολίου τὰς πάγας, εὐτόνως συνέτριψας. Ὅθεν θεηγόρε, τῶν δαιμόνωνἐκφεύγεις, τὴν ῥύμην Ἰάκωβε, παντευχίᾳ τῇ κρείττονι, Χαραλάμπους θεόφρονος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς εὐφημοῦσι, τὴν πάντιμον μνήμην σου.

Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς.

Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.

γαλλιάσθω ὁ Δαβὶδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε, Μαρία ἡ φωτοφόρος θεία λαμπάς· καὶ χαίρει εἰ­σερχομένη ἐν τῷ ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀ­νεκραύγαζε· Χαῖρε, θαῦμα παγκόσμιον.

Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου.

Προκείμενον. Ἦχος δ΄.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (Τρίς).

 Στίχ. α΄· Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

 Στίχ. β΄· Σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.

Τὸ Πᾶσα πνοὴ καὶ τὸ Εὐαγγέλιον· Ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ. (Ζήτει ἐν τῷ Ὄρθρῳ τῆς ε´ Δεκεμβρίου).

Ὁ ν΄ ψαλμός.

Δόξα· Ταῖς τοῦ σοῦ ὁσίου…

Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…

Ἰδιόμελον. Ἦχος πλ. β΄.

ν νηπτικῇ ἡσυχίᾳ καὶ καθαρότητι, ἐνώπιον τοῦ θείου θρόνου γονυπετῶν, πτέ­ρυγας ἐκτήσω ἀγγελικάς. Χαίρων τοίνυν μετὰ χαιρόντων, καὶ κλαίων μετὰ κλαιό­ντων, κῆπος γέγονας ἀρωμάτων θεουργικῶν, εὐωδίαν ἐκχέων, τοῖς ἐγγὺς καὶ τοῖς μακράν. Ὅθεν, Ἰάκωβε πανάριστε, διανύων τὰς ἀποστάσεις θαυμαστῶς, ὑπερέ­βης ἐν Πνεύματι, καὶ χρόνον καὶ χῶρον. Διὸ ἐν ἡμέρᾳ τῶν Εἰσοδίων, εἰσώδευσας εἰς τὰς ἐρατεινάς σου μονάς, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ διάκονος τὸ Σῶσον, ὁ Θεός, τὸν λαόν σου…, οἱ χοροὶ τὸ Κύριε, ἐλέησον (ἐκ ιβ΄) καὶ ὁ ἱερεὺς τὸ Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…

Κανόνες, ὁ α΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν εἰς Ϛ΄ καὶ οἱ ἑξῆς δύο τοῦ ἁγίου εἰς η΄. Μεθ᾿ ἑκάστην δὲ ᾠδήν, αἱ καταβασίαι· Χριστὸς γεννᾶται.

Κανὼν α΄ τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς·

Τὴν σὴν ποίμνην, ὅσιε Ἰάκωβε, σκέπε. Ἰωήλ.

Ποίημα Ἰωὴλ Ἐδέσσης.

ᾨδὴ α΄.Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τὰ πάθη τοῦ σώματος καὶ ψυχῆς, ὡς ἔχων τὴν χάριν, τοῦ Κυρίου σου Ἰησοῦ, Ἰ­άκωβε πάτερ θεραπεύεις, τῶν ἐκζητούντων τὴν σὴν ὑποστήριξιν.

χείρ σου ἰάτρευσε θαυμαστῶς, καθ᾿ ὕπαρ τὸ ὄμμα, ἐν τῇ Κύπρῳ τοῦ ἀσθε­νοῦς, συντρίψας ὀφρὺν τοῦ ἀντιδίκου, θεοχαρίτωτε πάτερἸάκωβε.

Νικαίας ποιμένος τῆς κεφαλῆς, αἰμάτωμα πάτερ, διαλύεις ταῖς σαῖς εὐχαῖς, ποιήσας Σταυροῦ τοῦ ζωηφόρου, τὸ θεῖον σχῆμα, Ἰάκωβε ὅσιε.

Θεοτοκίον.

Σωτῆρα κυήσασα τῶν βροτῶν, γενοῦ μοι ἐν βίῳ, κυβερνῆτις καὶ βοηθός, πανά­χραντε κόρη Θεοτόκε, διασκεδάζουσα πάθη τὰ ἄτοπα.

Κανὼν β΄ τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς·

Ἰάκωβον ᾄδω, κλέος τοῦ Λόγου. Ἰσιδώρα Μ.

Ποίημα Ἰσιδώρας μοναχῆς.

Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

λαροφώτῳ ἐν φέγγει καταυγασθείς, φαεινὲ Ἰάκωβε, τῆς μεθέξεως Χριστοῦ, φώτισον νοός μου τὴν ἀχλύν, ἵνα ὕμνον χαριστήριον προσφέρω σοι.

σκητικῶν ἐξανθήσας ἀπὸ ῥιζῶν, ἱλαρὲ Ἰάκωβε, ὡς ὑάκινθος τερπνός, νέμεις καθαρότητος πνοάς, Ἐκκλησίαν εὐωδίζων σωφροσύνῃ σου.

Κεκοσμημένος χρυσίῳ τῶν οἰκτιρμῶν, νηπιόθεν ἔστεργες, τῶν ἀύλων συνδρομῇ, νόσους θεραπεύειν θαυμαστῶς, διαλύων τῶν δαιμόνων τὰ φρυάγματα.

Θεοτοκίον.

ραιωθεῖσα, Παρθένε, θεουργικῶς, κρείττονι ἁπλότητι, κατηξίωσαι τεκεῖν, ἄ­ναρχον τὸν Λόγον τοῦ Πατρός, μορφωθέντα καθ’ ἡμᾶς, δι’ ἀγαθότητα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἡ ἁγία μονή σου, ὡς θησαυρὸν ἔχουσα, τάφον σου Ἰάκωβε πάτερ, σκιρτᾷ καὶ γάννυται, ὅτι τοῖς πάσχουσι, παρέχεις χάριν καὶ ἄκος, τοῖς ἐν πίστει ἅγιε, ἀσπα­ζομένοις σε.

Νοσημάτων παντοίων, θαυματουργὸν γέγονεν, ὅσιε τὸ ἔλαιον ὄντως, τοῦ θείου τάφου σου, πολλοὺς γὰρ ἔσωσεν, ἐκ σαρκικῶν ἀλγηδόνων, ὥσπερ ἐν τῇ μάνδρᾳ σου, σεμνὸν μονάζοντα.

Πυρωθεὶς ἐγκαρδίως, ἐξ ἀγαθοῦ ἔρωτος, πρὸς τὸν σὸν Δεσπότην θεόφρον, πᾶ­σαν προσπάθειαν, ὅλως ἀπέῤῥιψας, καὶ τὴν ὁδὸν μοναζόντων, ὅσιε Ἰάκωβε, χαί­ρων ἐβάδισας.

Θεοτοκίον.

Ὁ ἐχθρός με πειράζει, τοῖς λογισμοῖς πάντοτε, τῆς ἀπελπισίας, Παρθένε· ἀλλὰ πρεσβείαις σου, τὰ νέφη σκέδασον, τῶν λυπηρῶν βιοτῆς μου, σὺ γὰρ ὤφθης, πά­ναγνε, χαρᾶς τὸ αἴτιον.

 

Ἕτερος. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Βιώσας, πάτερ, ἐν Χριστῷ, Πνεύματος εἰσεδέξω, θεϊκὴνεὐσπλαγχνίαν, ἀσπαζό­μενος σεπτῶς, τῶν πεπτωκότων πληγάς, ὡς τοῦ Λόγου ἔσοπτρον, Ἰάκωβε.

λβίῳ νῷ προσηλωθείς, ὅσιε εἰς ὑψώσεις, τῶν ἁγίων ἁπάντων, προσεδέχθης μυστικῶς, Παρασκευῆς εὐκλεοῦς, ἀντιδόσεις, ἄριστε Ἰάκωβε.

Νικῶν παθῶν τὰς προσβολάς, πάντιμε παιδιόθεν, πᾶσαν κτίσιν ἠλέεις, τοῦ Χρι­στοῦ ὡς λειτουργός, θεοπρεπῶς παριδών, τῶν ἡδέων ἅπασαν τερπνότητα.

Θεοτοκίον.

γάπῃ μέλπουσα Χριστῷ, πάναγνε Θεοτόκε, τῶν ᾀσμάτων τὸ ᾆσμα, προσεφώ­νεις ἐν χαρᾷ· Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, τῷΝεβρῷ ἐλάφων ἐξωμοίωσαι.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

λβος πέφηνας, θεολογίας, νέμων Πνεύματος, τὴν φωτουργίαν, τῇ Ἐκκλησίᾳ, θεόφρον Ἰάκωβε. Καὶ γὰρ καθαίρων ψυχήν σου ἐν δάκρυσι, τῆς συμπαθείας τὰς ῥόας ἐτρύγησας. Ὅθεν ἅπαντας, ἡμᾶς εὐλαβῶς κατηύφρανας, τῷ νέκταρι ἁγίας σου ἁπλότητος.

Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

ναβόησον Δαβίδ, τίς ἡ παροῦσα ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα Θεόπαιδα καὶ Παρθένον; Ἀπενεχθήσονται εἰπών, τῷ βασι­λεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς· καὶ θαυμαστὴν ἐρ­γάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν· Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ πρόξενος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

να κτήσῃ, Ἰάκωβε, ἀγαθῶν τὸ ἄκρον Χριστὸν τὸν εὔσπλαγχνον, τοῖς δακρύοις σου ἐλεύκανας, τῆς ψυχῆς χιτῶνα θεοΰφαντον.

Μεμνημένοι οἱ φίλοι σου, τὰ πολλά σου ἅγιε κατορθώματα, τὴν νηστείαν καὶ ἐ­γκράτειαν, καὶ τὴν προσευχὴν ὑμνολογοῦμέν σε.

Νῦν ὁ τάφος σου γέγονε, τῶν ἐνεργουμένων θεραπευτήριον, ταῖς ψυχαῖς πάσαις, Ἰάκωβε, προσπορίζων, πάτερ, ἀνακούφισιν.

Θεοτοκίον.

Ἡ εἰκών σου, πανάχραντε, ἡ τὸν ζωοδότην Χριστὸν δεικνύουσα, εἰρηνεύει τοὺς ἐκ πίστεως, σὲ ἀσπαζομένους, ἀειπάρθενε.

Ἕτερος. Χριστός μου δύναμις.

Δεινοῖς νοσήμασι, κατατρυχόμενος, καὶ ποσὶν ἠλγηκόσινὁδοιπορῶν, εὗρες θείαν ἴασιν, διὰ θεραπείας θαυμαστῆς, τῆς Ξενίας θεομήτορος.

Ὢ θείων στάσεων, τῶν παννυχίων σου, δι’ ὧν χάριν τοῦ Λόγου στεφηφορῶν, εὔ­κλειαν ἐξέχεας, ἱερουργοῦ πανευλαβοῦς, πρὸ σεπτῆς χειροθεσίας σου.

Κανόνα πίστεως, κλεινὸν εἰδυῖά σε, καὶ εἰκόνα ἀγάπης χριστοειδῆ, μέλπει σου τὴν ἄθλησιν, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, θεοδόξαστε Ἰάκωβε.

Θεοτοκίον.

Λοχείαν ἄῤῥητον, ἁγνὴ ὑμνοῦμέν σου, δι’ ἧς ἔλυσας κράτος τοῦ δυσμενοῦς, ᾅδου θεονύμφευτε, ἀναλλοιώτως τὸν Υἱόν, σωματώσασα ἐν μήτρᾳ σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Νόσους τῆς σαρκός, τὰς ποικίλας καθυπέμεινας, ἐκζητῶν τὴν ἰατρείαν τοῦ Δα­βίδ, τοῦ πατρός σου ὁσιώτατε Ἰάκωβε.

λως ἀσκητά, πρὸς Δαβὶδ Θεοῦ θεράποντα, τὴν εὐχήν σου καθ᾿ ἡμέραν ἐκτε­λεῖς, καὶ δακρύων ἐκζητεῖς πάτερ τὰ πρόσφορα.

Στένων καὶ βοῶν, τοῦ Δαβὶδ τὴν κάραν ἔφερες, ἐν τῷ στήθει σου, Ἰάκωβε σε­μνέ, ἐξαιτῶν τὴν θεραπείαν σου, ἀοίδιμε.

Θεοτοκίον.

θυνον τὸν νοῦν, πρὸς τὰ ἄνω, θεονύμφευτε, ἵνα παύσῃ φοβιῶν μου ὁ ἐσμός, ὁ μαστίζων τὴν ψυχὴν καὶ τὴν καρδίαν μου.

Ἕτερος. Τῷ θείῳ φέγγει σου.

νθέῳ λάμψει καταυγασθείς, διὰ στενωτάτης ἀγωγῆς, καὶ πειρασμῶν τε καὶ θλίψεων, Ἐκκλησίας ὤφθης ἀστήρ, ὁσίῳ Δαβίδ, καὶ θείῳ Ἰωάννῃ συναυλιζόμε­νος.

δὸν τὴν ἄγουσαν εἰς ζωήν, ἐν ἀμαρυγῇ ὑπερφυεῖ, πάτερ, ἀνύσας ἐπέγνωκας, ἐν σπηλαίῳ θείου Δαβίδ, φωσφόρον ἀλκήν, τὸ μένος τῶν σκορπίων ἐξαφανίζου­σαν.

Σεμνός, ἀκέραιος, ἀγαθός, ἐν ξηροφαγίᾳ καὶ σκληρᾷ, χαμαικοιτίᾳ ἀπήλαυσας, Παρακλήτου αὔραν λεπτήν, δι’ ἧς θεουργέ, Ἰάκωβε, τὴν κτίσιν ὡραιοποίησας.

Θεοτοκίον.

Τῷ θείῳ τόκῳ σου, ἀγαθή, κένωσιν ἐμφαίνεις ἱλαρῶς, τοῦ ζωοδότου τὴν ἄῤῥη­τον, προσλαβόντος δούλου μορφήν, εἰς μήτραν τὴν σήν, ἐν δύω ταῖς οὐσίαις καὶ ταῖς θελήσεσι.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν ἐκχεῶ.

ψώμισας, θαυμαστῶς Ἰάκωβε, τὰ σιτία προσευχαῖς σου αὐξήσας, Λιβανατῶν ἐργατῶν τὴν χορείαν, τῶν πέντε ἄρτων σημεῖον τὸ μέγιστον, ἐκ νέου πάτερ ἀλη­θῶς, πραγματώσας Χριστοῦ θείᾳ χάριτι.

έρευσας, ἐν τῇ θείᾳ μάνδρᾳ σου, ὡς ἀνὴρ ἐνδεδυμένος ἀξίως, τὴν ἀμπεχόνην τῆς χάριτος μάκαρ, καὶ ἰατρεύεις ψυχῆς καὶ τοῦ σώματος, νοσήματα τὰ χαλεπά, καὶ δαιμόνων διώκεις ἐπήρειαν.

ντίδικος, ὁ σατὰν γεγένηται, καθ᾿ ἡμέραν κατὰ σοῦ ἐκστρατεύων, ποτὲ ὡς γραῖα κακόμορφος πάτερ, ποτὲ ὡς σκύλεθρον ὄντως ἀπαίσιον, ἀλλὰ δυνάμει τοῦ Σταυροῦ, καταστέλλεις αὐτοῦ τὴν ἐνέργειαν.

Θεοτοκίον.

Καυχώμεθα, διὰ σὲ πανάχραντε, καὶ ὑμνοῦμεν τὸν σὸν ἄχραντον τόκον, ὅτι ἡ­μᾶς τῷ Υἱῷ σου ἐῤῥήσω, ἐξ ἀγκαλῶν τοῦ ἀλάστορος δαίμονος, καὶ ἐχαρίσω τοῖς βροτοῖς, ἐλευθέραν ζωήν τε καὶ ἄνεσιν.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.

σίων ὁμόψυχος, ὁραθεὶς φωτοειδῶς, καὶ προορῶν τὴν ἔκβασιν, τῶν ἀδήλων τοῦ Πνεύματος ἀστραπαῖς, Ἰάκωβε ἔντιμε, εὐλογεῖς τοὺς πιστῶς ἀνευφημοῦντάς σε.

ψώθης, Ἰάκωβε, ταπεινώσει ἀληθῇ,καὶ οἰνοχόος ἄριστος, εἰς αἰώνιον δεῖπνον διορισθείς, «μεθύσθητε», ἔκραζες· «ἀδελφοί, τῇ κενώσει τῆς σταυρώσεως».

Λουσθεὶς ἐν τοῖς δάκρυσι, συντριβῆς χαροποιοῦ, τῶν νοσημάτων ἤνεγκας, κα­ταιγίδα τῇ μνήμῃ τῶν οὐρανῶν, προσᾴδων ἐν χάριτι, ἐξοδίους τοὺς ὕμνους, θεο­πύρσευτε.

Θεοτοκίον.

λβίως κεκόσμησαι, παρθενίας στολισμῷ, νυμφοστολοῦσα, Δέσποινα, τὴν πα­στάδα τοῦ Λόγου ἐρατεινῶς, βοῶντος· «Θεόνυμφε, ὀφθαλμοῖς σου Τριάδα ἐκαρδί­ωσας».

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῆς Ἐκκλησίας τὸν πανάριστον ἀμύντορα, τῇ κοινωνίᾳ ζωοδότου δοξαζόμενον, μεγαλύνωμεν Εὐβοίας τὴν εὐκοσμίαν· καὶ γὰρ λάμπει συμπαθείας ὡς θησαύρι­σμα, λαμπηδόνας τῶν ἰάσεων δωρούμενος, τοῖς κραυγάζουσι· Χαίροις, πάτερ Ἰά­κωβε.

Οἶκος.

Βίβλος ἐγγεγραμμένη, τῷ δακτύλῳ τοῦ Λόγου, ὡράθης, ὦ Ἰάκωβε μάκαρ· τῆς Τριάδος καὶ γὰρ ἐπιγνούς, εὐδοκίαν θείαν εἰς χαρὰν ἄληκτον, εἰσέδυσας αἰνούμε­νος, χορῷ τῶν Σεραφεὶμ μελπόντων·

Χαῖρε, τὸ ἅρμα δοξολογίας· χαῖρε, ὁ κόλαφος ἀπειθείας.

Χαῖρε, εὐσπλαγχνίας ὡραῖον κατάλυμα· χαῖρε, τῆς Εὐβοίας εὐήρατον βλάστη­μα.

Χαῖρε, ἄρτος θεοτήρητος πανδαισίας μυστικῆς· χαῖρε, σκεῦος θεοδώρητον θεω­ρίας νηπτικῆς.

Χαῖρε, οὐρανοδρόμος χελιδὼν ξενιτείας· χαῖρε, τῆς Ἐκκλησίας παντευχία ἁγία.

Χαῖρε, ὁ γνοὺς ἀγνώστως τὸν ἄναρχον· χαῖρε, τοῦ Λόγου λάρυγξ ὁ ἥδιστος.

Χαῖρε, εἰς ὕψος ἀρθεὶςθεωρίας· χαῖρε, ἐκκύπτων ἐμῇ τῇ καρδίᾳ·

Χαίροις, πάτερ Ἰάκωβε.

Τὸ συναξάριον τῆς κβ΄ Νοεμβρίου ἐκ τοῦ Μηναίου καὶ εἶτα τὸ παρόν·

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰακώβου τοῦ θαυματουργοῦ, καθηγουμένου τῆς ἱερᾶς μονῆς ὁσίου Δαβὶδ τοῦ ἐν Εὐβοίᾳ.

Στίχοι.

Εὐβοίας τὸ κλέος, Ἰάκωβος, θέλγει

ὡς μέλι ἡδὺ τὴν τοῦ κτίστου καρδίαν.

Εἰκάδῃ τε πρώτῃ ἔνθους, Ἰάκωβος, ἐς πόλον ἔβη.

σελασφόρος οὗτος καὶ θεόληπτος φίλος τοῦ Χριστοῦ Ἰάκωβος, ἐγεννήθη ἐκ γονέων εὐ­λαβῶν ἐν ἔτει 1920 εἰς Λιβίσιον τῆς Μικρᾶς Ἀσίας. Ἐκριζωθεὶς ἐκ τῆς πατρίδος του, κατὰ τὴν Μικρασιατικὴν καταστροφήν, ἔφθασεν εἰς Πειραιᾶ, μετέβη εἰς Ἄμφισσαν, καὶ τελικῶς εἰς Φα­ράκλαν τῆς Εὐβοίας.

Ὡς δένδρον ἱερόν, ἀρδευθὲν διὰ τῶν ὀρθοδόξων ναμάτων, παιδιόθεν ὑψώθη πρὸς θεογνωσίαν. Ἔχων ῥίζας εὐλαβεῖς, ἠγάπησε βαθέως τὴν Ἐκκλησίαν, αὐξάνων ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυ­ρίου.

Ὅθεν ἀδιαλείπτως ἀγρυπνῶν, προσευχόμενος καὶ συνομιλῶν μετὰ τῶν ἁγίων, προσέλαβε τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος, δωρούμενος τοῖς πᾶσι ῥεῖθρα ἰάσεων. Ἔχων ἀντιλήπτορα τὴν ἁγίαν Παρασκευήν, καὶ ἀναβαίνων ἀπὸ δυνάμεως εἰς δύναμιν, ἐγένετο αὐτουργὸς ποικίλων θαυμάτων, καθάπερ κοινωνὸς θείας φύσεως. Τυχὼν δὲ ἰάσεως ὑπὸ τῆς Θεοτόκου διὰ τῆς θαυ­ματουργοῦ εἰκόνος ταύτης, Ξενίας ἐπονομαζομένης, ὡς καὶ τοῦ ἁγίου ἱερομάρτυρος Χαραλά­μπους, ἐν εὐχαριστίαις ἀνύμνει τὸν Κύριον.

Ἐργασθεὶς σκληρῶς πρὸς βιοπορισμὸν καὶ τὴν στρατιωτικὴν αὐτοῦθητείαν τελέσας ἐν τε­λείᾳ νηστείᾳ καὶ φιλαδελφίᾳ, ἔσπευσεν ὅπως ἀφιερώσῃ ἑαυτὸν τῷ Χριστῷ, ὅνπερ νηπιόθεν ἐ­πόθει.

Εἰσελθὼν τοίνυνεἰς τὴν ἱερὰν μονὴν τοῦ ὁσίου Δαβίδ ἐν Εὐβοίᾳ, καὶ εὑρὼν ταύτην εἰς οἰκ­τρὰν πνευματικὴν κατάστασιν, ἐνισχύθη ὑπὸ τοῦ ὁσίου κτήτορος αὐτῆς, ἵνα ἀντιμετωπίσῃ τὰς συκοφαντίας καὶ τὸν πόλεμον τῶν ἀμελῶν μοναχῶν, ὑπομένων ἐν ταπεινώσει τὰς ὕβρεις καὶ κόπτων ἐν πᾶσι τὸ θέλημα αὐτοῦ. Διὸ ἐν ὑπακοῇ καὶ ἀσκήσει, ἐλάμπρυνεν οὐ μόνον τὴν ψυχήν, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ τῇ χάριτι τοῦ Πνεύματος.

Ἀνακαινίσας δὲ τὴν μονὴν ἐν κόποις πολλοῖς καὶ μόχθοις περισσοτέρως, καὶ τελῶν πάσας τὰς ἱερὰς ἀκολουθίας ἀνελλιπῶς, ἀνεζωογόνησε πνευματικῶς τὸ θεῖον σκήνωμα τοῦ ὁσίου Δα­βίδ, ἔχων τοῦτον διηνεκῶς συνόμιλον καὶ προστάτην εὔστοργον.

Λαβὼν δὲ τὴν χάριν τῆς ἱερωσύνης, ἀνέλαβεν ὅπως διακονῇ λειτουργικῶς τὰ πλησιέστερα χωρία, ὁδοιπορῶν δι’ ἡμιόνου, παρὰ τὰς δυσμενεῖς καιρικὰς συνθήκας.

Ἀποσυρόμενος πολλάκις εἰς τὸ σπήλαιον τοῦ ὁσίου Δαβὶδ καὶ ἐν παννύχοις στάσεσιν ἀνερχό­μενος εἰς οὐρανίους μονάς, ἐβίωνε θείας ἐμπειρίας, τρυγῶν τὸ μέλι τῶν δωρεῶν τοῦ Πνεύματος.

Ἀντιπαλαίων οὖν ταῖς δειναῖς ἐνέδραις τοῦ πονηροῦ, ἐδοκιμάσθη ὡς χρυσὸς ἐν χωνευτηρίῳ, διάγων ἐν πενίᾳ καὶ ἀσκήσει. Ἔλαβεν ὅθεν ὑπὲρ φύσιν χαρίσματα, μένων ἀδιάβροχος κάτωθεν ὑετοῦ, φωτιζόμενος ἐν νυκτὶ ὑπὸ θείου φωτός, συνομιλῶν καὶ συλλειτουργῶν τοῖς ἁγίοις καὶ τοῖς ἀγγέλοις, ὑπὲρ τὴν γῆν κατὰ τὴν προσευχὴν αἰρόμενος, ἐκχέων εὐωδίαν, διανύων ἀφθωρεὶ ἀποστάσεις μεγάλας, πολλαπλασιάζων ταῖς αὐτοῦ δεήσεσι τροφὰς καὶ ἄρτους.

Πρὸ σοβαρᾶς αὐτοῦ χειρουργίας, ἐπικαλεσθεὶς τοὺς ὁσίους Δαβὶδ καὶ Ἰωάννην τὸν Ῥῶσον, εἶδε τούτους παρισταμένους ἐν τῷ χειρουργείῳ καὶ ποιοῦντας τὴν ἐπέμβασιν.

Ἀναλαβὼν οὖν τὴν ἡγουμενείαν τῆς ἱερᾶς μονῆς, ἐγένετο πόλος ἕλξεως τοῦ κόσμου, ἐνεργῶν χριστοειδέσι σπλάγχνοις οἰκτιρμῶν καὶ ἀναδειχθεὶς διορατικὸς καὶ προορατικὸς ποιμὴν τῆς Ἐκκλησίας.

Παρὰ τὰς ὀδυνηρὰς αὐτοῦ νόσους, οὐκ ἐπαύσατο ἐν ἀγάπῃ τελείᾳ εὐεργετῶν καὶ ἰώμενος πάντας, μέχρις ἐσχάτης πνοῆς.

Ὁ εὐγενὴς οὗτος μύστης τοῦ Πνεύματος μετέστη πρὸς τὸν ποθούμενον Χριστὸν τῇ 21ῃ Νοεμβρίου, ἡμέραν τῶν Εἰσοδίων τῆς Θεοτόκου, εἰσοδεύσας μετ᾿ αὐτῆς τῇ ἀλήκτῳ πανηγύρει τῶν ἁγίων, ἔνθα μνημονεύει ἀδιαλείπτως πάντων ἡμῶν.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

ς ῥητὴρ τῶν δογμάτων, ὑποφήτης, θεόφρον, τῶν σωστικῶν διδαχῶν, Χριστοῦ τοῦ πάντων πλάστου, καὶ κήρυξ μετανοίας, ἐπεγνώσθης, Ἰάκωβε, ἐν τῇ μονῇ τοῦ Δαβίδ, ἐν τοῖς ἐσχάτοις χρόνοις.

Βαρυτάτως νοσούντων, καὶ ποικίλως πασχόντων, ὁ ταχινὸς ἰατρός, ὑπομονῆς ὁ στύλος, ἐν ταῖς πολλαῖς, θεόφρον, καὶ δειναῖς ἀσθενείαις σου, καὶ ἀσκητὴς θαυ­μαστός, ἐδείχθης τῷ σῷ βίῳ.

μπαθείας ἀνθρώπων, τὰ ὀνείδη καὶ ψεύδη, καθυπομείνας, σεμνέ, συνέτριψας τὸ θράσος, τοῦ ἀντιδίκου πάτερ, θεοφόρε Ἰάκωβε, διὸ τὴν μνήμην σου νῦν, ἐν ᾄ­σμασι τιμῶμεν.

Θεοτοκίον.

Σοῦ τὴν πάντιμον χάριν, τὴν σεπτήν σου λοχείαν, καὶ τῶν θαυμάτων πληθύν, ἡ γλῶσσα οὐκ ἰσχύει, ἀξίως περιγράψαι, Θεοτόκε πανάμωμε, σὺ γὰρ δοχεῖον σε­πτόν, τοῦ Παρακλήτου ὤφθης.

Ἕτερος. Δροσοβόλον μέν.

Γαλουχίᾳ θειοτάτῃ ἀναδέδειξαι, ἄγγελος νηπιόθεν σοφέ, φωτιζόμενος καὶ φωτί­ζων, λάμψεσι Χριστοῦ, τὸν κόσμον βοῶντα ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

λοφώτῳ τοῦ νοός σου καθαρότητι, ὤφθης συλλειτουργὸς ἱερός, δαιτυμόνων ὑ­περκοσμίων, νέμων ἱλασμούς, πιστοῖς ἐκβοῶσιν ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

περβάλλων ταπεινώσεως τῇ χάριτι, ἔγνωκας παντευχίαν κλεινήν, Γεωργίου τροπαιοφόρου, ᾧπερ θεαυγῶς, γυμνόπους ἀνέμελπες σοφέ· Εὐλογητὸς εἶ ἀθλητά, τοῦ εὐεργέτου Χριστοῦ.

Θεοτοκίον.

λαρύνεις πεπτωκότων τὴν στυγνότητα, Δέσποινα, φαειναῖς σου αὐγαῖς, ἀνει­κάστου φιλανθρωπίας, Λόγον τοῦ Θεοῦ, τεκοῦσα ἀτρέπτως δι’ ἡμᾶς, τοὺς ἐνδυθέ­ντας τιμαλφῶς, τῇ ἀρχιφώτῳ στολῇ.

ᾨδὴ η΄. Τὸν βασιλέα.

Κρατῆρα ἔσχες, πεπληρωμένον, θεόφρον, ἀγαθῶν ὑπὲρ πτωχῶν καὶ δυστυχού­ντων, ἐν ἡγουμενείῳ, τῷ σῷ ὡς σιτοδότης.

ν ἀπεῤῥίτῳ, πάτερ, κατῴκεις κελλίῳ, ἀποφεύγων τρυφηλότητα τοῦ βίου, διὸ καὶ τοὺς πάλαι, πατέρας ἐμιμήσω.

Παύεις δαιμόνων, κυριαρχίαν, παμμάκαρ, προσπορίζων τοῦ Χριστοῦ ἐλευθερί­αν, τοῖς πρός σε ἐλθοῦσιν, ἐνεργουμένοις, πάτερ.

Θεοτοκίον.

μέ, Παρθένε, τῷ σῷ ἀχρείῳ ἱκέτῃ, χειραγώγησον πρὸς τρίβον σωτηρίας, ἵνα τοῦ Υἱοῦ σου, τὰς ἐντολὰς τηρήσω.

Ἕτερος. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Συντριβεὶς τὴν καρδίαν, πόθῳ τοῦ κτίσαντος, οὐκ ἐνάρκησας, πάτερ, εὐαγγελί­ζεσθαι· ὅθεν ὡς καλὸς ποιμήν, πᾶσι σπενδόμενος, τῶν πεφορτισμένων, ἐγένου ἀ­χθοφόρος.

ατῆρα ὑμνοῦμεν, θεῖον Ἰάκωβον, θεαυγεῖ ἀγαπήσει, νόσους διώκοντα, πάγας δὲ τοῦ δράκοντος, κατεδαφίζοντα, καὶ ὑπερυψοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Διασπείρων ἐνθέως, σπόρον τοῦ Πνεύματος, καὶ τὴν κτίσιν ποτίζων, ῥείθροις χρηστότητος, ὤφθης γεωργὸς κλυτός, ἐν ἀγαθότητι, δρέπων πανολβίους, καρ­ποὺς θεοειδείας.

Θεοτοκίον.

ς ἀκτῖνες ἡλίου, περιαστράπτουσι, τῷ τραχήλῳ σου κόρη, θεοχαρίτωτε, θείου χρυσολίθου, τὰ ἀμαρύγματα· σὺ γὰρ νυμφοστόλος, ὑπάρχεις Ἐκκλησίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

δοὺ κατ᾿ ἔτος μάκαρ, πληθὺς τῶν πατέρων, καὶ κοσμικῶν Ὀρθοδόξων παράτα­ξις, τὴν ἀεισέβαστον, πάτερ, μνήμην σου μέλπομεν.

, ὅσιε, μὴ παύσῃ, ὑπὲρ τῆς σῆς ποίμνης, καθικετεύων Χριστῷ τῷ Κυρίῳ σου, σὺ γὰρ προστάτης ὑπάρχεις, αὐτῆς, Ἰάκωβε.

δέως ἀνυμνοῦμεν, τὸν σὸν βίον, πάτερ, ἐκδιηγούμενοι πάντα τὰ θαύματα, καὶ τοὺς ἁγίους σου λόγους, σεμνὲ Ἰάκωβε.

Θεοτοκίον.

Λαοὶ φυλαὶ καὶ γλῶσσαι, σὲ τὴν Θεοτόκον, καθὼς προεῖπές ποτε μακαρίζουσι, καὶ ἀνυμνοῦσιν ἐνθέως, τὸν θεῖον τόκον σου.

Ἕτερος. Θεὸν ἀνθρώποις.

ητῇ ἀγάπῃ διαλεγόμενος, πρὸς τὸν Δαβὶδ φωσφόρον τῆς μονῆς σου ἀμύντο­ρα, ἐξῃτήσω πάραυτα, εὑρεῖν ἱερῶν, κλέπτην ἐλαιοδένδρων· ὅπερ ἐποίησε, πά­ντας τοὺς ἐνόχους ἀσφαλῶς προσεπισπώμενος.

ῤῥήτῳ φάει καταυγαζόμενος, ἔγνως σαφῶς ἀλήκτου πανδαισίας τὴν ἔλλαμ­ψιν. Προσκομίζων χάριτι, καὶ γὰρ τὰ σεπτά, δῶρα ἐν Λειτουργίᾳ, ἥψω δακτύλῳ σου, αἷμα τοῦ Σωτῆρος θαυμαστῶς, ὡς θεοφόρητος.

Στρατῷ ἀύλων συναυλιζόμενος, πανευλαβῶς ἐπόθεις ἀρχαγγέλων τῇ χάριτι, θε­ουργὲ Ἰάκωβε, ἐγεῖραι ναόν· ὅθεν ἀγαλλιάσει, ἀκαταπόνητον, εὗρες προμηθέα Μιχαὴλ διακονοῦντά σοι.

Θεοτοκίον.

Μητρὶ Κυρίου πιστῶς κατέφυγες, θεοφεγγεῖ ἐν πίστει, μυστογράφε Ἰάκωβε· ἰ­αθεὶς δὲ πόδας σου, ἐτίμας σεπτῶς, κόρην ἁγνὴν Ξενίαν, ἥ σε ηὐλόγησεν, ἐν ἀγα­θωσύνῃ μητρικῇ προσατενίσασα.

Ἐξαποστειλάρια.

Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Ἰωὴλ Ἐδέσσης

Τοῦ Λιβισίου βλάστημα, καὶ Φαράκλων οἰκήτωρ, Εὐβοίας νήσου καύχημα, καὶ πιστῶν παραστάτης, μονῆς Δαβὶδ τοῦ ὁσίου, προεστὼς θεοφόρος, χαρίτων σκεῦος πάγχρυσον, καὶ προγνώσεως λύχνος ἀειλαμπής, ἐγκρατείας πόνοις ἀκαταπαύ­στοις, καὶ σαῖς πυκναῖς δεήσεσιν, Ἰάκωβε, ἐγνώσθης.

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Ἰσιδώρας μοναχῆς.

Πηγὴν ἀνευφημήσωμεν, Εὐβοίας τὴν ἀείῤῥυτον, ἀναβλυστάνουσαν κόσμῳ, τὰς θεουργοὺς παρακλήσεις, Ἰάκωβον τὸν πάντιμον· καὶ γὰρ Χριστοῦ τῇ χάριτι, ἐ­σχάτοις ἐν τοῖς ἔτεσιν, ἐγένετο Ἐκκλησίας, ἰάτωρ παντελεήμων.

Τῆς ἑορτῆς. Ὅμοιον.

ν πάλαι προκατήγγειλε, τῶν προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ ἅγια τῶν ἁγίων, ἀνατραφῆναι Κυρίῳ.

Εἰς τοὺς αἴνους, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τοῦ ἁγίου.

Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

τοῦ παραδόξου θαύματος! Ἐν τοῖς ἐσχάτοις καιροῖς, ἡ ὑπέρλαμπρος δύναμις, τοῦ Ἁγίου Πνεύματος, ἐξεχύθη ἐν χάριτι, τῷ Ἰακώβῳ, ἰχνηλατήσαντι, τοῦ εὐερ­γέτου, κένωσιν ἄφραστον. Ὅθεν δωρούμενος, τοῖς πιστοῖς χαρίσματα ὑπερφυῆ, φαίνει ὁ ἀοίδιμος, Τριάδος ἔλλαμψιν.

Πάτερ μυστικῶς φλεγόμενος, τῇ ἀγαπήσει Χριστοῦ, παιδιόθεν ἐνδέδυσαι, καλ­λονὴν ἀρχέγονον, διαχέων ἰάματα· καὶ γὰρ τοῦ Λόγου στέφος δεξάμενος, θεοφο­ρήτως, ἤνυσας δίαυλον, θείας ἀσκήσεως,ἐν ἐλέῳ Πνεύματος ἀγκαλισθείς, γῆν καὶ τὰ οὐράνια, θεῖε Ἰάκωβε.

Ὢ τοῦ παραδόξου θαύματος! Συνομιλῶν εὐφεγγῶς, σελασφόροις ταῖς τάξεσι, μυστικῶς ηὐλόγησαι, τῇ χειρὶ θεομήτορος. Διὸ τοῦ πλάνου δίφρους κατέῤῥιψας, τὰς ὕβρεις ὄντως, δόξαν ἡγούμενος, πάτερ Ἰάκωβε. Ὅθεν ἐξοδίῳ σου ἐν ἑορτῇ, ἅ­παντας ηὐλόγησας, χειρὶ ἀχράντῳ σου.

Νέμων ὑετοὺς αἰνέσεων, μυσταγωγεῖς τοὺς πιστούς, Λειτουργίαν εἰς ἄχραντον, μυροφόρου νήψεως, καὶ κλεινῆς κατανύξεως. Τοῦ Ἰωάννου Ῥώσου τῇ χάριτι, διὸ τριφώτους, μονὰς ἐπέγνωκας. Ὅθεν τρυχόμενος, νοσημάτων ἄλγεσιν ὀδυνηροῖς, ὤφθης ὡς στερέμνιος, ἀδάμας πίστεως.

Δόξα. Ἦχος πλ. δ΄.

Συλλειτουργῶν ταῖς ἐπουρανίοις δυνάμεσιν, ἐν καρδίᾳ συντετριμμένῃ, ὡς ἄγγε­λος χρυσαυγὴς τεθέασαι, ὑπερκόσμιε Ἰάκωβε. Βασιλικῶς τοίνυν ἐνδεδυμένος, χά­ριν οἰκτιρμῶν, πᾶσαν τὴν κτίσιν, περιπτύξει χριστοειδεῖ ἐνηγκάλισαι. Διὸ τῆς Θε­οτόκου, ἐπιστήθιος γενόμενος, ὤφθης ἀστὴρ ὁδηγῶν, εἰς τρίβον σωτηρίας. Καὶ νῦν ὀθνείου οἴνου γευόμενος, σὺν πᾶσι τοῖς ἁγίοις, ἐκχέεις τῇ Ἐκκλησίᾳ, τῶν ἀρ­χιφώτων λαμπηδόνων τὴν αἴγλην, παρέχων ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.

Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν ναῷ Κυρίου, τοῦ ἀνα­τραφῆναι εἰς τὰ ἅγια τῶν ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριήλ, ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶ­ντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε, ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

ΕΝ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς τροπάρια δ΄ ἐκ τῆς γ΄ ᾠδῆς τοῦ α΄ κανόνος τοῦ ἁγίου καὶ δ΄ ἐκ τῆς Ϛ΄ ᾠδῆς τοῦ β΄ κανόνος.

Μετὰ τὴν εἴσοδον, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς, τὰ τοῦ ἁγίου καὶ τὸ τοῦ ναοῦ.

Κοντάκιον· Ὁ καθαρώτατος ναός.

Ἀπόστολος· Ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη. (Ζήτει τῇ ε΄ Δεκεμβρίου).

Εὐαγγέλιον· Πάντα μοι παρεδόθη. (Ζήτει ἐν τῇ Λειτουργίᾳ τῆς ε´ Δεκεμβρί­ου).

Κοινωνικόν·Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάριον.

Χαίροις, ἰαμάτων ὁ ποταμός, εὐχαῖς σου ἀρδεύων, πᾶσαν κτίσιν ἱλαστικῶς, Ἰά­κωβε θεόφρον, Εὐβοίας ὁ κοσμήτωρ, Δαβίδ τε θεοφόρου, θεῖος συνέκδημος

Δίστιχον.

Δέξαι, Ἰάκωβε, τὸν ἄμουσον ὕμνον
Ἰσιδώρας, διψώσης ἀφέσεως ὕδωρ.

 

ΣΤΙΧΗΡΑΡΙΟΝ ΟΣ. ΙΑΚΩΒΟΥ ΤΟΥ ΤΣΑΛΙΚΗ.pdf